- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:881.18-883.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德《物理学》227b3的引文,阐明了运动的单一性为何区分为依属、依种和依数三种方式,以及为何在此之前必须先讨论连续与接触等概念。进而他阐释了属上为一的运动、不可分的种中为一的运动,以及从属于上位种的中间种之运动在种上的单一性。
" Μία δὲ κίνησις λέγεται πολλαχῶς ἕως τοῦ γένος δὲ τῶν ἐπιστημῶν." Ἀκόλουθον μὲν ἦν μετὰ τὰ περὶ κινήσεως ἤδη ῥηθέντα, ἐν οἷς διέκρινε τὴν κίνησιν τῆς γενέσεως καὶ τῆς φθορᾶς, καὶ τὰς κατηγορίας ἐν αἷς ἡ κίνησις ὑπάρχει παραδέδωκε, ταῦτα τὰ νῦν ῥηθησόμενα περὶ κινήσεως ἐπαγαγεῖν, τίς ἡ μία κίνησις, καὶ ὅτι τριχῶς λεγομένου τοῦ ἑνὸς ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, ὡς καὶ ἐν ἄλλοις διώρισται, καὶ ἡ μία κίνησις τριχῶς ῥηθήσεται. καὶ τὶς μὲν ἡ τῷ γένει μία, τὶς δὲ ἡ τῷ εἴδει, τὶς δὲ ἡ τῷ ἀριθμῷ, ἥτις καὶ κυρίως μία δειχθήσεται. ἐπειδὴ δὲ ἡ μία συνεχής ἐστι καὶ ἡ συνεχὴς μία, ἔδει προγινώσκειν τί τὸ συνεχές ἐστιν, ἵνα καὶ ἐπὶ κινήσεως αὐτὸ γνωρίζειν δυνώμεθα. ἐπειδὴ δὲ τὸ μὲν συνεχὲς ἐχόμενόν τί ἐστι, τὸ δὲ ἐχόμενον ἐφεξῆς τι καὶ ἁπτόμενον, ταῦτα δὲ ἅμα εἶναι χρή, συνθεωρεῖται δὲ τούτοις καὶ τὸ μεταξύ, εἰκότως ἡ ἐκείνων διδασκαλία πρὸ τῶν νῦν ῥηθησομένων παραδέδοται. αὐτὸ μέντοι τοῦτο τὸ πρόβλημα τὸ δεικνύον, τίς ἡ μία κίνησις, ἔστι μὲν καθ’ αὑτὸ τῆς φυσικῆς θεωρίας οἰκειότατον (ὡς δηλώσει τὰ περὶ αὐτοῦ λεγόμενα, καὶ πρὸς τὸ τέλος δὲ τῆς ὅλης φυσικῆς πραγματείας συντελέσει τὸ σκοπιμώτατον· ἀπ’ αὐτοῦ γὰρ δειχθήσεται τίς ἡ μία καὶ συνεχὴς ἐν τῷ κόσμῳ κίνησις, ὅτι ἡ κυκλοφορία, καὶ τί τὸ προσεχῶς ταύτην κινοῦν, ὅτι τὸ ἀκίνητον καὶ ἀμερὲς καὶ ἀΐδιον αἴτιον), τὸ δὲ νῦν ἔχον1 τὴν μίαν κίνησιν τριχῶς λέγεσθαί φησιν, ὥσπερ καὶ τὸ ἕν, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ. Γένει μὲν οὖν μία κίνησις ἡ ἐν τῇ αὐτῇ κατηγορίᾳ· οἷον πᾶσα φορὰ πρὸς πᾶσαν φορὰν μία τῷ γένει ἐστίν· ἐν γὰρ τῇ ποῦ κατηγορίᾳ ἑνὶ γένει ὄντι πᾶσαι. καὶ ἀλλοίωσις πρὸς ἀλλοίωσιν· ἐν γὰρ ποιότητι. ὁμοίως δὲ καὶ αὔξησις πρὸς αὔξησιν καὶ μείωσις πρὸς μείωσιν· ἐν ποσότητι γὰρ πάντα. εἰ οὖν ἕτεραι τῷ γένει κινήσεις, οὐχ ὡς γένος τι κοινὸν ἡ κίνησις κατηγορεῖται τῶν πολλῶν κινήσεων, ὥστε οὐδὲ ὁ ὁρισμὸς αὐτῆς ὡς ἑνὸς γένους καὶ μιᾶς φύσεως ἐγένετο. εἴδει δὲ μίαι πλείονές εἰσι κινήσεις, ὅταν ἐν τῷ αὐτῷ γένει οὖσαι καὶ ἐν τῇ αὐτῇ κατηγορίᾳ καὶ ἐν εἴδει τῷ αὐτῷ εἰσιν ὑπὸ τὸ αὐτὸ γένος ὄντι ἀτόμῳ καὶ μὴ διαιρουμένῳ εἰς εἴδη. οἷον πᾶσαι αἱ λευκάνσεις καὶ τῷ γένει μία εἰσί (χρώματα γὰρ καὶ ποιότητες) καὶ τῷ εἴδει μία, λεύκανσις δὲ καὶ μέλανσις τῷ μὲν γένει αἱ αὐταί, τῷ δὲ εἴδει διάφοροι. Εἰπὼν δὲ ὅτι χρώματος μέν εἰσι διαφοραὶ κατὰ κίνησιν λεύκανσις καὶ μέλανσις, καὶ διὰ τοῦτο λεύκανσις μὲν καὶ μέλανσις διάφοροι κατ’ εἶδός εἰσι, λεύκανσις δὲ λευκάνσει ἡ αὐτὴ τῷ εἴδει καὶ μέλανσις μελάνσει, ἐπήγαγεν· λευκότητος δὲ οὐκ ἔσται·2 διὸ πως εἴδει μία λεύκανσις λευκάνσει. καὶ εἴη ἂν λέγων ὅτι χρώματος μέν εἰσι κατ’ εἶδος διαφοραί, ὅτι μὴ ἔστιν ἄτομον εἶδος τὸ χρῶμα εἰς εἴδη καὶ αὐτὸ διαιρούμενον τὸ λευκὸν καὶ τὸ μέλαν, λευκότητος δὲ οὐκ εἰσὶ κατ’ εἶδος διαφοραί, διότι ἄτομον εἶδος ἡ λευκότης ὡς ὁ ἄνθρωπος. καὶ διὰ τοῦτο, φησίν, ἡ αὐτή πως τῷ εἴδει λεύκανσις λευκάνσει. τὸ δὲ πῶς ἐνίοτε πρόσκειται διὰ τὴν ἐπαχθησομένην ἀπορίαν πρὸς τὴν μίαν τῷ εἴδει κίνησιν. ἰστέον δὲ ὅτι ἔν τισι τῶν βιβλίων τοῦτο τὸ ῥητὸν οὐ φέρεται λευκότητος δὲ οὐκ ἔστι· διό πως εἴδει μία λεύκανσις λευκάνσει. καὶ οἱ ἐξηγηταὶ δὲ φαίνονται παρατρέχοντες αὐτό. Εἰπὼν δὲ μίαν εἶναι τῷ εἴδει κίνησιν τὴν ἐν ἀτόμῳ μίαν οὖσαν, ἐπειδὴ ἔστι τινὰ εἴδη, ἃ οὐδὲν κωλύεται καὶ γένη ἄλλων εἰδῶν εἶναι διὰ τὸ μὴ εἶναι ἄτομα εἴδη, ὥσπερ τὸ ὄρνεον εἶδος ὂν τοῦ ζῴου καὶ γένος ἐστὶν εἰδῶν τινων, οἷον ἀετοῦ καὶ ἱέρακος, λέγει ὅτι αἱ κατὰ 〈τὰ〉 τοιαῦτα εἴδη αἱ αὐταὶ κινήσεις ἁπλῶς μὲν οὐκ εἰσὶν αἱ αὐταὶ τῷ εἴδει, διότι διαιροῦνται εἰς διάφορα εἴδη, ὡς τὸ λευκὸν καὶ μέλαν· πῶς δέ εἰσιν, ὅτι ἐν τῷ αὐτῷ εἴδει εἰσί, κἂν μὴ ᾖ ἄτομον τὸ εἶδος. παράδειγμα δὲ τῶν ὑπαλλήλων εἰδῶν3 τὴν ἐπιστήμην παρέθετο, εἶδος μὲν οὖσαν ὑπολήψεως, ταὐτὸν δὲ εἰπεῖν γνώσεως, γένος δὲ τῶν ἄλλων ἐπιστημῶν, γεωμετρίας, ἀριθμητικῆς, μουσικῆς, ἰατρικῆς καὶ τῶν λοιπῶν. εἰ οὖν ἡ μάθησις ἀνάληψίς ἐστιν ἐπιστήμης καὶ κίνησις κατὰ ἐπιστήμην, ὡς ἡ ἐπιστήμη πῶς μὲν ἓν εἶδός ἐστιν, ὅτι ἀπὸ γένους διῃρέθη τῆς γνώσεως, ἁπλῶς δὲ οὐχ ἕν, ὅτι οὐκ ἔστιν ἄτομον εἶδος, οὕτως ἕξει καὶ ἡ μάθησις κίνησις οὖσα καὶ ἐπιστήμης ἀνάληψις.
“运动被称为‘一’有多种方式”直至“诸科学的属”。 在已经谈论过关于运动的事项——在其中他将运动与生成和消灭区分开来,并传授了运动所属于的范畴——之后,顺理成章地应当附加上现在将要关于运动谈论的这些事项:即什么是一的运动,以及由于“一”如在别处也被界定的那样在三种意义上被言说,或依属、或依种、或依数,一的运动也将依三种方式被言说;以及什么是属上为一,什么是种上为一,什么是数上为一(这也将被证明是在本真意义上的为一)。然而,由于一的运动是连续的,而连续的运动是一,因此必须预先知道什么是连续,以便我们也能在运动上认识它。并且,既然连续者是某种相邻者,而相邻者是某种相继且相接触者,且这些必须同时存在,又由于与这些一道中介亦被一同考察,因此在现在将要谈论的事项之前传授关于那些事项的教说,是理所当然的。然而,指明什么是一的运动的这一问题本身,固然依其自身与自然哲学考察最为切合(正如关于它所说的事项将要表明的那样,并且它对于整个自然哲学事业的终极目的也将作出最具旨趣的贡献;因为由此将被证明宇宙中一而连续的运动是什么,即圆周运动,以及直接推动它的东西是什么,即不动、不可分且永恒的原因);但在眼下,他说一的运动如“一”那样依三种方式被言说,或依属、或依种、或依数。 因此,属上为一的运动是处于同一范畴中的运动:例如,一切位移相对于一切位移在属上是一,因为一切都在处于单一属的处所范畴之中;而质变相对于质变亦然,因为它们在性质之中;同样,增长相对于增长、减少相对于减少亦然,因为一切都在数量之中。因此,如果运动在属上是不同的,运动便不是作为某种共同的属述说于诸多运动,从而对它的定义也不是作为单一属和单一本性的定义作出的。另一方面,多个运动在种上为一,乃是当它们处于同一属和同一范畴之中时,亦处于同一属之下的、不可分的且不再被分割为诸种的同一种之中。例如,一切变白在属上是一(因为它们是颜色和性质),在种上也是一;而变白与变黑在属上是同一的,在种上则是不同的。 在说明了在运动上颜色的种差是变白与变黑,并因此变白与变黑在种上是不同的,而变白与变白在种上是同一的,变黑与变黑亦然之后,他接着说:“但是白不会有[种差];因此在某种意义上变白与变白在种上是一”。他的意思当是:颜色在种上有种差,是因为颜色不是不可分的种,其自身亦被分割为白与黑这两个种;而白在种上没有种差,是因为白正如人一样是不可分的种。他说,正因如此,变白与变白“在某种意义上”在种上是同一的。“在某种意义上”这一限制有时被附加上,是由于针对种上为一的运动随后将被引入的疑难。应当知道的是,在某些书籍中并未载有这一文句:“但是白没有;因此在某种意义上变白与变白在种上是一”。而诠释家们似乎也忽略了它。 在谈论了在不可分的种之中为一的运动是在种上为一之后,既然存在某些种,由于它们不是不可分的种,因而丝毫不妨碍它们也是其它诸种的属(正如鸟作为动物的种,也是某些种如鹰和隼的属),他说依据此类种而来的同一诸运动,单纯而言并非在种上同一,因为它们被分割为不同的种,如白与黑;但在某种意义上是[同一的],因为即使该种不是不可分的,它们也在同一种之中。他提出了科学作为从属种的例证:科学作为信念、或者说认识的种,却是其它诸科学(几何学、算术、音乐、医学及其他)的属。因此,如果学习是科学的习得以及依科学而来的运动,正如科学由于从认识这一属中被分出而在某种意义上是一个种,但由于不是不可分的种因而在单纯意义上不是一个种那样,作为运动和科学习得的学习也将具有同样的状况。
- 5.33τὸ δὲ νῦν ἔχον
带有转折连词 δέ 的副词性宾格短语,作为习惯表达意为“在眼下/就目前而言”。它承接前文的长篇插入说明(回应前面的 μέν,即该论题对整个自然学终极目的的重要性),将讨论拉回到亚里士多德当前的文本注解上。
- 5.33λευκότητος δὲ οὐκ ἔσται
这是一个省略句,主语 διαφοραί(“种差”)需承前文(χρώματος μέν εἰσι διαφοραί)补出,意为“但白不会有[种差]”。辛普里丘紧随其后的诠释(λευκότητος δὲ οὐκ εἰσὶ κατ’ εἶδος διαφοραί)证实了这一构文上的省略补充。
- 5.33τῶν ὑπαλλήλων εἰδῶν
该属格修饰 παράδειγμα(“范例”),指涉逻辑学术语 ὑπάλληλα εἴδη(“从属种”或“中间种”,即相对于上位类是种,但对其下位种而言则是类)。在构文上作说明性/宾格性属格,意为“作为从属种的例证”。
