← 辛普里丘

亚里士多德《物理学》注释

§879.28-881.17

点与单子的差异及三个概念所属对象的总结

辛普利丘根据相继与接触的概念次序推导出点与单子并非同一的系理,并藉由中介(线)的有无来论证二者的区别。此外,他还考察了亚里士多德文本的两种异文,并总结了相继、接触与连续各自所从属的对象范畴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.32#2

εἰ δὲ ἅπτοιτό τινα, οὐκ ἀνάγκη συνέχειαν ἐπινοεῖσθαι, ὥστε ἐν οἷς οὐκ ἔστιν ἡ ἁφή, οὔτε σύμφυσις οὔτε συνέχειά ἐστιν ἐν τούτοις, εἴπερ τῆς συνεχείας προηγεῖσθαι δεῖ τὴν ἁφήν. οὐ μέντοι ἐν πᾶσιν, ἐν οἷς ἐστιν ἁφή, καὶ σύμφυσιν ἤδη γενέσθαι δυνατόν· καὶ γὰρ ξύλου λίθος ἅπτεται καὶ ἱμάτιον ζῴου, ἀλλ’ οὐ συμφύεται ταῦτα εἰς ἕνωσιν. Εἰ οὖν ἀληθὲς τὸ μὴ εἶναι ταὐτὸν τὸ ἐφεξῆς καὶ τὸ ἅπτεσθαι μηδὲ τοῖς αὐτοῖς ὑπάρχει, συναχθήσεταί τι ὥσπερ πόρισμα ἀπὸ τούτου, ὅτι κἂν εἶεν στιγμὴ καὶ μονὰς χωρισταὶ τῶν πραγμάτων, ὥσπερ ὑποτίθενταί τινες οἱ τὰ ὑποκείμενα τοῖς μαθήμασι μὴ ἐξ ἀφαιρέσεως λέγοντες, οὐκ ἂν εἴη ταὐτὸν στιγμὴ καὶ μονάς, ὡς ἔδοξέ τισι, κἂν ἀμερῆ ἄμφω κἂν ἀρχὴ ποσοῦ ἑκάτερον ᾖ, εἴπερ ταῖς μὲν στιγμαῖς ὑπάρχει θέσιν ἐχούσαις τὸ ἅπτεσθαι κατὰ στιγμήν, ταῖς δὲ μονάσι τὸ ἐφεξῆς ὑπάρχει· εἰ οὖν μὴ ἐν τοῖς αὐτοῖς τὸ ἅπτεσθαι καὶ τὸ ἐφεξῆς οὐκ ἂν εἴη ταὐτὸν στιγμὴ καὶ μονάς· ὑπάρχει δὲ ταῖς στιγμαῖς τὸ ἅπτεσθαι οὐ καθ’ αὑτάς (ἀμερεῖς γάρ εἰσι, τὰ δὲ ἁπτόμενα μεριστὰ ἀνάγκη εἶναι), ἀλλ’ ὅτι ἢ τὸ ἅπτεσθαι ἀντὶ τοῦ ἐφαρμόζειν εἶπεν (σημεῖον γὰρ σημείῳ συντιθέμενον σημεῖον ποιεῖ· οὕτω δὲ ἤκουσεν ὁ Ἀλέξανδρος), ἢ μᾶλλον ὅτι κατὰ τὰ σημεῖα ὑπάρχει τὸ ἅπτεσθαι ταῖς γραμμαῖς. Οὐ μόνον δὲ ἐκ τῆς διαφορᾶς τοῦ ἅπτεσθαι καὶ τοῦ ἐφεξῆς ἡ διαφορὰ τοῦ σημείου καὶ τῆς μονάδος δείκνυται, ἀλλὰ καὶ ἐκ τοῦ μεταξύ, εἴπερ τινῶν μὲν στιγμῶν ἐνδέχεται εἶναί τι μεταξύ, τινῶν δὲ οὔ. τῶν μὲν γὰρ ἐφαρμοζουσῶν ἀλλήλαις στιγμῶν οὐδέν ἐστι μεταξύ, τῶν δὲ μὴ ἐφαρμοζουσῶν ἐνδέχεται εἶναι μεταξὺ γραμμὴν ἢ γραμμάς· οὐδὲ γὰρ τούτων ἀνάγκη μεταξὺ εἶναι γραμμήν, ἀλλ’ ἐνδέχεται, εἴπερ καθ’ αὑτὰς ὑποτεθεῖεν αἱ στιγμαὶ καὶ μὴ ὡς τῶν ἐν σώματι γραμμῶν πέρατα. τῶν δὲ μονάδων οὐθὲν μεταξύ ἐστιν· μονάδος γὰρ καὶ δυάδος ἀνάγκη μηθὲν μεταξὺ εἶναι. τὸ γὰρ οὐκ ἀνάγκη μεταξὺ ἀντὶ τοῦ ‘ἀνάγκη μὴ εἶναι μεταξύ’ εἴρηται·1 οἱ γὰρ ἀριθμοί, ὡς οἱ Πυθαγόρειοι λέγουσι, τῷ κενῷ ἀπ’ ἀλλήλων χωρίζονται οὐδὲν ἔχοντες ἀλλήλων μεταξύ. Ἰστέον δὲ ὅτι διχῶς φερομένης τῆς γραφῆς ἐν τοῖς βιβλίοις ὅπου μὲν πᾶσα γὰρ γραμμὴ μεταξὺ στιγμῶν, ὅπου δὲ πάσης γὰρ γραμμῆς μεταξὺ στιγμή, τὴν προτέραν σαφεστέραν οὖσαν ἴσασιν οἱ ἐξηγηταί· πᾶσα γὰρ γραμμὴ πεπερασμένη μεταξὺ δυεῖν στιγμῶν ἐστι τῶν τὰ πέρατα αὐτῆς ὁριζουσῶν· ἐνδέχεται δὲ καὶ μὴ εἶναι μεταξὺ γραμμήν, ὅταν καθ’ αὑτὰς αἱ στιγμαὶ νοηθῶσιν ὑπὸ τῶν χωριστὰς αὐτὰς ὑποτιθεμένων. ἡ δὲ ἑτέρα, εἴπερ μὴ κατὰ διαφθορὰν εἴη γεγραμμένη, ἀκολουθοίη ἂν τῷ προειρημένῳ. εἰπὼν γὰρ περὶ τῶν στιγμῶν καὶ τῶν μὲν ἐνδέχεται εἶναί τι μεταξύ ἐπήγαγεν· πάσης γὰρ γραμμῆς μεταξὺ στιγμή. εἰ γὰρ πάσης γραμμῆς μεταξὺ στιγμὴν ἐνδέχεται εἶναι τὴν διαιροῦσαν αὐτήν, καὶ πάλιν τῶν παρ’ ἑκάτερα τῆς στιγμῆς γραμμῶν ἑκατέραν ἔστι διελεῖν στιγμῇ, ἀληθὲς ὅτι τῶν στιγμῶν τῆς τε ἄκρας ὁποτερασοῦν καὶ τῆς μέσης ἐνδέχεται εἶναί τι μεταξὺ τὴν γραμμήν (τῶν γὰρ ὄντων τί ἐστιν ἡ γραμμή) καὶ τῆς μέσης καὶ τῆς λοιπῆς ἄκρας τὴν ἑτέραν γραμμήν. καὶ ἔχοι ἄν τι πλέον ἡ γραφὴ αὕτη ἡ λέγουσα πάσης γὰρ γραμμῆς μεταξὺ στιγμὴ τὸ μὴ ἐπὶ τῆς πεπερασμένης μόνης γραμμῆς ἀληθεύειν2 τὸ ἐνδέχεσθαί τι εἶναι μεταξὺ τῶν στιγμῶν, ἀλλὰ καὶ ἐπὶ τῆς ἀπείρου. καὶ γὰρ καὶ ταύτην ἐνδέχεται διελεῖν στιγμῇ καὶ δεῖξαι, ὡς εἴρηται, ὅτι μεταξὺ τῶν στιγμῶν ἐνδέχεται εἶναι γραμμάς. εἰπὼν δὲ περὶ ἑκάστου τῶν προτεθέντων συμπεραίνεται λοιπὸν τὸν λόγον, ὑπομιμνήσκων κατὰ τάξιν, ὅτι εἴρηται περὶ πάντων καὶ τί ἐστιν ἕκαστον καὶ τοῖς ποίοις τῶν ὄντων ὑπάρχει· εἴρηται γὰρ ὅτι τὰ μὲν ἄλλα πάντα τοῖς ἔχουσι θέσιν ὑπάρχει, τὸ δὲ ἐφεξῆς καὶ τοῖς οὐκ ἔχουσι θέσιν, εἴπερ καὶ ἐν ἀριθμοῖς τοῦτο θεωρεῖται.

然而,即使事物相接触,也不必然被构想为具有连续性,所以在那些不存在接触的事物中,既不存在合生,也不存在连续性,如果接触必须先于连续性的话。然而,并非在所有存在接触的事物中,合生也立刻成为可能;因为石头接触木头,外衣接触动物,但这些并不合生为一体。 因此,如果相继与接触并非同一,亦不属于相同的事物这一判断是真实的,那么便可由此推导出一个类似于系理的结论:即即使点与单子如某些主张数学对象的载体并非出于抽象的人所设定的那样独立于实物而存在,点与单子也不会如某些人所认为的那样是同一的,即便两者都是不可分的且各自都是数量的始基;如果对具有位置的点而言,依点而接触属于它们,而相继则属于单子的话。因此,如果接触与相继不在相同的事物之中,点与单子便不会是同一的。然而,接触属于点并非依其自身(因为它们是不可分的,而相接触者必然是可分的),而是或者由于他用接触代替了重合(因为点与点结合造成点;亚历山大便是这样理解的),或者更恰当地说,是由于依据点而接触属于线条。 不仅从接触与相继的区别,而且从中介亦可证明点与单子的区别,如果某些点之间可以存在某种中介,而某些点之间则不能的话。因为在彼此重合的点之间没有任何中介,而在不重合的点之间,可以有线或多条线作为中介;因为即使在这些点之间,有一条线作为中介也并非必然,而是可能的,如果点是依其自身被设定,而非作为物体中线条的极限的话。然而在单子之间没有任何中介;因为在单子与二元之间必然没有任何中介。因为“中介的存在并非必然”这句话是用来代替“必然不存在中介”的;因为正如毕达哥拉斯学派所说,数目被虚空彼此隔开,彼此之间没有任何中介。 应当了解的是,在书籍中流传着两种不同的异文,一处是“因为每一条线皆在点之间”,另一处是“因为在每一条线的中介处皆有点”,诠释家们知道前一种异文更为清晰。因为每一条有限的线都在规定其极限的两个点之间;然而,当点被那些将其设定为独立存在者的人依其自身而认知时,中间也可能不存在线。至于另一种异文,如果不属于由于讹误所致的缮写,则会与前面所说的相顺应。因为他在谈论了点,并补述道“而在某些点之间可能存在某种中介”之后,接着说:“因为在每一条线的中介处皆有点”。因为如果在每一条线的中介处可能存在分割它的点,且在点两侧的每一条线又都能被点分割,那么在端点中的任意一个与中间的点之间可能存在作为中介的线(因为线是实存之物之一),而在中间的点与其余一个端点之间可能存在另一条线,这一说法便是真实的。并且,作“因为在每一条线的中介处皆有点”的这种异文还具有一种优点:即点之间可以存在某种中介不仅在有限线上为真,而且在无限线上亦为真。因为即便对于这条无限线,也可以用点来分割,并如前所述地证明点之间可以存在多条线。 在谈论了所提出的每一个论题之后,他便为该论述作结,秩序井然地提醒道:关于所有这些,每一项是什么以及属于何种存在者,皆已说明;因为已经说明,其余一切皆属于具有位置者,而相继亦属于不具有位置者,如果这在数目中亦被观察到的话。

语法注2 条
  1. 5.32τὸ γὰρ οὐκ ἀνάγκη μεταξὺ ἀντὶ τοῦ ‘ἀνάγκη μὴ εἶναι μεταξύ’ εἴρηται

    短语 τὸ οὐκ ἀνάγκη μεταξὺ 由冠词 τὸ 名词化,作为引语用作句子的主语。此处注解者说明,“中介的存在并非必然”中的否定词前置,在意义上是用来表达“必然不存在中介”(ἀνάγκη μὴ εἶναι μεταξύ)。

  2. 5.32καὶ ἔχοι ἄν τι πλέον ἡ γραφὴ αὕτη ἡ λέγουσα πάσης γὰρ γραμμῆς μεταξὺ στιγμὴ τὸ μὴ ἐπὶ τῆς πεπερασμένης μόνης γραμμῆς ἀληθεύειν

    潜在希求法 ἔχοι ἄν 以 τι πλέον(某种优点/多出的长处)为宾语,冠词不定式短语 τὸ μὴ ... ἀληθεύειν 与之构成同位语或说明性成分。该句式揭示了第二种异文何以具有能够涵盖无限线而不仅是有限线的解释优势。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:879.28-881.17