- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:87.2-88.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证道,亚里士多德所推导出的荒谬后果仅适用于物体层面,而在巴门尼德和麦里梭关于可思实在“一的存在者”的学说中,这些后果在理智统一与因果秩序中完全可以被接受;亚里士多德的反驳仅仅是针对将这些学说引入自然学考察而言的。
καὶ τὰ ἐπαγόμενα δὲ ὑπὸ τοῦ Ἀριστοτέλους ὡς ἄτοπα ταύταις ταῖς ὑποθέσεσι δέξαιντο ἂν1 οἱ ἄνδρες ἐκεῖνοι, εἴ τις εὐγνωμόνως αὐτῶν ἀκούσειεν. ἀδιαίρετον γὰρ ὂν τὸ παρ’ αὐτοῖς ἓν ὂν οὔτε πεπερασμένον οὔτε ἄπειρον ὡς σῶμα ἔσται·2 καὶ γὰρ καὶ ὁ Παρμενίδης τὰ σώματα ἐν τοῖς δοξαστοῖς τίθησι, καὶ ὁ Μέλισσος “ἓν ἐόν, φησί, δεῖ αὐτὸ σῶμα μὴ ἔχειν. εἰ δὲ ἔχοι πάχος, ἔχοι ἂν μόρια καὶ οὐκέτι ἕν εἴη.” καὶ τὸ ἀδιαίρετον οὖν τὸ πέρας οὐχ ὡς πέρας ἕξει σώματος, ἀλλ’ ὡς τέλος πάντων καὶ ἀρχὴν τῶν ὄντων, καὶ ἁπλῶς οὕτως ὡς καὶ Ἀριστοτέλης τὸν παρ’ αὐτῷ νοῦν ἤτοι τὸ πρῶτον αἴτιον ἕν τε εἶναί φησιν, “οὐκ ἀγαθὸν πολυκοιρανίη” βοῶν, καὶ ἀμέριστον δεικνὺς καὶ ἀκίνητον καὶ τέλος πάντων καὶ τὸ αὐτὸ νοῦν καὶ νοητὸν καὶ νόησιν, καὶ τοῦτο οὐ παρὰ Πλάτωνος μόνου ἀλλὰ καὶ παρὰ Παρμενίδου λαβὼν λέγοντος, ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα.3 οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφατισμένον ἐστίν, εὑρήσεις τὸ νοεῖν. ἕνεκα γὰρ τοῦ νοητοῦ, ταὐτὸν δὲ εἰπεῖν τοῦ ὄντος, ἐστὶ τὸ νοεῖν τέλος ὂν αὐτοῦ. ἀλλὰ καὶ τὸ ὅλον καὶ τὰ μέρη καὶ τὸ συνεχὲς ὡς ἐπὶ σώματος λαμβάνων ὁ Ἀριστοτέλης τὰ ἄτοπα ἐπήγαγεν. εἰ δὲ κατὰ τὴν ἐκείνων ἔννοιαν λαμβάνοιντο, δέξαιντο ἂν ἐν τάξει τινὶ τοῦ ὄντος καὶ τὸ μέρη ἔχειν, εἴπερ ὅλον αὐτό φησιν “οὖλον μουνογενές τε” καὶ τὸ διὰ τὴν συνέχειαν ἐπ’ ἄπειρον εἶναι διαιρετόν, τῷ ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει. σαφέστερον δὲ τοῦτο τὸ ἄτοπον ὁ παρὰ τῷ Πλάτωνι Παρμενίδης ἐπὶ τοῦ ἑνὸς ὄντος προσήκατο κατὰ τὴν δευτέραν τῶν ὑποθέσεων εἰπών “Τί οὖν, τῶν μορίων ἑκάτερόν τούτων τοῦ ἑνὸς ὄντος, τό τε ἓν καὶ τὸ ὄν, ἆρα ἀπολείπεσθον ἢ τὸ ἓν τοῦ εἶναι μόριον ἢ τὸ ὂν τοῦ ἑνὸς μορίου; Οὐκ ἂν εἴη. Πάλιν ἄρα καὶ τῶν μορίων ἑκάτερον τό τε ἓν ἴσχει καὶ τὸ ὄν, καὶ γίνεται τοὐλάχιστον ἐκ δυοῖν αὖ μορίοιν τὸ μόριον, καὶ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἀεί, ὅτιπερ ἂν μόριον γεννᾶται, τούτῳ τὼ μορίω ἀεὶ ἴσχει. τό τε γὰρ ὂν τὸ ἓν ἀεὶ ἴσχει καὶ τὸ ἓν τὸ ὄν. ὥστε ἀνάγκη δύο ἀεὶ γινόμενον μηδέποτε ἓν εἶναι. Παντάπασι μὲν οὖν. οὐκοῦν ἄπειρον ἄν τι πλῆθος οὕτω τὸ ἓν ὂν εἴη. Ἔοικέ γε”. ἀλλὰ καὶ τὸ πάντα ἐκεῖ ἕνα καὶ τὸν αὐτὸν λόγον τὸν τοῦ ὄντος ἔχειν καὶ ἀλλήλοις εἶναι τὰ αὐτὰ οὐδὲν ἄτοπον. εἰ γὰρ αἴτιον ἐκεῖνο πάντων καὶ ἔστι πάντα πρὸ πάντων, δῆλον ὅτι προείληπται ἐν αὐτῷ τὰ πάντα κατὰ μίαν ἕνωσιν περιεχόμενα τὴν τοῦ ἑνὸς ὄντος, δι’ ἣν ἀμερίστως διακριθέντα ἕκαστον τὰ πάντα ἐστί. καὶ ταῦτα καὶ αὐτῷ οἶμαι τῷ Ἀριστοτέλει δοκεῖ πάντων αἴτιον τὸν παρ’ αὐτῷ πρῶτον νοῦν λέγοντι καὶ διττὴν φαμένῳ τὴν τάξιν, τὴν μὲν ἐν τῷ αἰτίῳ, τὴν δὲ ἐν τῷ ἀποτελέσματι. καὶ εἰ μὴ δοκῶ τισι τῶν ἐντευξομένων γλίσχρως μετάγειν, εἴποιμι ἂν καὶ τὸν Ἀριστοτέλην τῆς τρίτης τοῦ ἑνὸς ὄντος τοῦ Παρμενίδου τάξεως συναισθόμενον οὕτως πρὸς αὐτὴν ἀποτείνεσθαι· τὸ μὲν ἄκρον ἀδιαιρέτως ἥνωται· τὸ δὲ μέσον εἰς συνοχὴν τὴν ἕνωσιν χαλάσαν ὅλον γέγονε καὶ μέρη (διὸ καὶ Ἀριστοτέλης ἐν τῷ περὶ συνεχοῦς λόγῳ τὴν περὶ τοῦ ὅλου τέθεικεν ἀπορίαν)· τὸ δὲ δὴ τρίτον ἡνωμένως τὴν εἰδητικὴν διάκρισιν προβαλλόμενον πάντα μὲν ἐν ἑαυτῷ προέδειξε κατ’ αἰτίαν, διὰ δὲ τὸ νοητὴν εἶναι τὴν διάκρισιν πάντα τῇ τοῦ ἑνὸς ὄντος ἑνώσει κεκράτηται, καὶ ὅπερ ἂν λάβῃ τις ὡς διακριθέν, τοῦτο φυλάττων εὑρίσκει τὴν τοῦ ἑνὸς ὄντος νοητὴν ἕνωσιν, διακρίσεως δὲ ὁπωσοῦν κατ’ αἰτίαν ἀναφανείσης καὶ ἡ ἐπ’ ἄπειρον τῶν τῆς γενέσεως μερῶν πρόοδος ἐκεῖθεν ἔλαχε τὸν ἀνέκλειπτον πληθυσμόν. πῶς οὖν, φαίη ἄν τις, ἀντιλέγειν τοῖς θείοις τούτοις δόγμασιν ὁ Ἀριστοτέλης δοκεῖ; ἢ ὅτι ὡς εἰς φυσικὴν θεωρίαν προαγόμενα παραλλάττειν δοκεῖ τῆς ἀληθείας.4 οὐ γὰρ ἐπιδέχεται τὴν νοητὴν ἕνωσιν ὁ αἰσθητὸς διασπασμός, οὐδὲ ὥσπερ ἐν τοῖς νοητοῖς ἡ ἡνωμένη ὕπαρξις αἰτιωδῶς τὴν πεπληθυσμένην περιέχει διάκρισιν, ὡς δύνασθαι καὶ ταύτην ἐκεῖ θεωρεῖν, οὕτως ἐν τοῖς αἰσθητοῖς τὴν παντελῆ τοῦ ἑνὸς ἕνωσιν ὁρᾶν δυνατόν. τὸ οὖν ἐνταῦθα ἀδιαίρετον καὶ τὸ συνεχὲς καὶ ἡ κατὰ τὸν ἕνα λόγον κοινωνία οὐκ ἐφαρμόττει τῷ ἑνί.
如果有人善意地倾听他们的话,那些人甚至会接受亚里士多德作为归于这些假定的荒谬推论而引出的各项结论。因为既然在他们那里“一的存在者”是不可分的,它就不会作为物体既非有限亦非无限;因为巴门尼德也把诸物体置于意见的对象之中,而麦里梭也说:“它作为一,必定没有物体。但如果它有厚度,就会有各部分,就不再是一了。”因此,不可分者,即界限,它所具有的不是作为物体的界限,而是作为万物的终极和实在的始基,并且纯然一如亚里士多德也说他自己的理智即第一原因是一,高呼“多头统治非善事”,并证明它是不可分的、不动的、万物的终极,且理智、可思者和思想是同一的——亚里士多德不仅从柏拉图那里,而且也从巴门尼德那里吸取了这一点,后者说:“直观与直观所为者是同一的;因为若没有在其中被说出的存在,你就找不到直观。”因为直观是为了可思者,换言之即为了存在,是它的终极。但亚里士多德是把整体、部分和连续之物当作在物体上的情况来把握,才引出那些荒谬结论的。然而,如果按照那些哲学家的观念来把握,他们甚至会在存在的某种层级中接受具有部分,只要巴门尼德称它为整体,“完整且独一无二”,并由于诗句“它是完全连续的;因为存在紧邻存在”,接受因连续性而无限可分。柏拉图对话中的巴门尼德在关于一的存在者的第二条假定中,更加清楚地接受了这一荒谬后果,说道:“‘那么怎样呢?一的存在者的这两个部分中,一与存在,任一者难道脱离另一者吗,或是一脱离存在的这一部分,或是存在脱离一的这一部分?’‘不会如此。’‘那么,各部分中每一者反过来既具有一又具有存在,并且部分重新至少由两个部分生成,并且依照同样的道理始终如此,无论生成什么部分,总是具有这两个部分;因为存在始终含有一,而一始终含有存在;因此必然在始终成为二的过程中决不是一。’‘完全如此。’‘那么一的存在者以这种方式难道会是某种无限的多数吗?’‘似乎如此。’”不仅如此,在那个领域中一切事物具有关于存在的一且同一的定义,并且彼此同一,也绝非荒谬。因为如果那个东西是万物的原因,并且先于万物而是一切事物,显然一切事物都预先被包容在它之中,按照一的存在者的单一统一性被包含,藉由这种统一性,它们虽不可分地区分开来,每一个却都是一切事物。而且依我之见,这些观点对于亚里士多德本人也是成立的,他把他自己的第一理智称为万物的原因,并宣称秩序是双重的,一种在原因中,另一种在结果中。如果我不被某些读者认为是在生硬地牵强附会,我愿说亚里士多德也意识到了巴门尼德一的存在者的第三种层级,并以此方式针对它发言:最高极点是不可分地统一的;中间层级将统一性弛缓为内聚性,生成了整体和部分(因此亚里士多德在关于连续之物的论述中也提出了关于整体的疑难);而第三层级以统一的方式展现形式上的区分,在自身中按原因预先表明了一切事物,但由于区分是理智上的,一切事物都被一的存在者的统一性所统摄,无论任何人把握任何被区分之物,守住它就能发现一的存在者的理智统一性;并且一旦按原因以任何方式显现出区分,生成的各部分朝向无限的前进便从那里获得了其无穷的繁衍。“那么,”有人可能会说,“亚里士多德为何似乎在反驳这些神圣的学说呢?”难道不是因为,当它们被引入自然考察时,显得偏离了真理吗?因为感觉上的分散不能接纳理智上的统一,正如在可思领域中统一的实存因果性地包含繁复的区分从而人们在那里也能考察这种区分一样,在感觉事物中却不可能见到一的完全统一。因此,这里的不可分者、连续之物以及根据单一界说的相通性,并不适用于一。
- 1.14καὶ εἰ μὴ δοκῶ τισι τῶν ἐντευξομένων γλίσχρως μετάγειν, εἴποιμι ἂν
带有委婉语气的让步/条件结构:条件从句 εἰ μὴ δοκῶ 使用现在直陈式(“如果我不被读者认为是在牵强附会的话”),结论从句 εἴποιμι ἂν 则使用带 ἄν 的希求法(潜在语气),提出谨慎的个人见解。
- 1.14ἀδιαίρετον γὰρ ὂν τὸ παρ’ αὐτοῖς ἓν ὂν οὔτε πεπερασμένον οὔτε ἄπειρον ὡς σῶμα ἔσται
原因分词 ὂν(ἀδιαίρετον ὂν)修饰主语 τὸ παρ’ αὐτοῖς ἓν ὄν。短语 ὡς σῶμα(“作为物体”)同时修饰连词 οὔτε... οὔτε 引导的两个部分,否定了存在者在物体意义上的有限或无限。
- 1.14ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα
引用巴门尼德残篇(DK 28 B 8.34)。οὕνεκεν 相当于关系副词短语 οὗ ἕνεκα(“为了其缘故”),整个分句表达“直观(νοεῖν)与思想所为了的对象(οὕνεκέν ἐστι νόημα)是同一的”。
- 1.14ἢ ὅτι ὡς εἰς φυσικὴν θεωρίαν προαγόμενα παραλλάττειν δοκεῖ τῆς ἀληθείας
惯用短语 ἢ ὅτι 用以回答前文的修辞性疑问句(“难道不是因为……吗?”)。ὡς 修饰中性复数分词 προαγόμενα(指代那些神圣学说),表示限定条件或视角(“作为被引入自然学考察的事物而言”)。
