- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:878.11-879.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解《物理学》227a10,阐释了当相连者的接触通过合生而实现统合时从相连者产生连续者的过程,并列举了事物成为一体的各种方式。随后,他对比了亚里士多德与欧德谟的观点,辨析了相继、接触与连续在定义与认知中的先后面向及其在生成过程中的次序。
" Τὸ δὲ συνεχές ἐστι μὲν ὅπερ ἐχόμενον ἕως τοῦ καὶ τοῖς ὁποίοις ἕκαστον τούτων ὑπάρχει, εἴρηται." Ὥσπερ ἀπὸ τοῦ ἐφεξῆς καὶ τοῦ ἅπτεσθαι ἐγίνετο τὸ ἐχόμενον, οὕτως ἀπὸ τοῦ ἐχομένου τὸ συνεχές, ὅταν ἡ ἁφὴ τῶν ἐχομένων γένηται ἕνωσις. τοῦτο δὲ γίνεται, ὅταν τῶν ἁπτομένων τὰ πέρατα δύο τέως ὄντα, συμφυέντα ἓν γένηται· τότε γὰρ οὐκέτι μένει ἁπτόμενα. δεῖ δὲ καὶ τὰ ἅπτεσθαι μέλλοντα ἀλλήλων, συνεχῆ εἶναι· μεριστὰ γάρ, διότι τὰ ἀμερῆ οὐχ ἅψεται ἀλλήλων. φανερὸν οὖν ὅτι1 ἐν τούτοις ἐστὶ τὸ συνεχές, ἐξ ὧν ἕν τι πέφυκε γίνεσθαι κατὰ τὴν συναφήν. πέφυκε δὲ γίνεσθαι ἓν τὰ μὲν συμφύσει ὥσπερ τὰ ἐγκεντριζόμενα φυτά, τὰ δὲ ἁφῇ καὶ συναρμογῇ ὡς ἡ ναῦς. τῶν δὲ τὸ αἴτιον τοῦ ἓν εἶναι πλεῖον μὲν ἢ κατὰ ἁφήν, ἐνδεέστερον δὲ συμφύσεως, ὥσπερ ὕδατος καὶ ἀέρος·2 καὶ διαλυθέντων γὰρ αὐτῶν οὐχ ἧττον τὰ μόρια ἥνωται καὶ τὴν αὐτὴν τῷ ὅλῳ σῴζει φύσιν. ἄλλα δὲ δεσμῷ τὸ ἓν ἔχει ὡς φάκελος, τὰ δὲ πλοκῇ ὡς ἱμάτιον, τὰ δὲ ἐμπλέξει τῶν μορίων ὡς ἡ ἅλυσις, τὰ δὲ ῥάψει ὡς ὑποδήματα, τὰ δὲ κόλλῃ ὡς χάρτης, τὰ δὲ κράσει ὡς μελίκρατον, τὰ δὲ συνθέσει τοιᾷδε ὡς σωρός, τὰ δὲ συντάξει ὡς τὸ στράτευμα, τὰ δὲ συνδέσμῳ ὥσπερ αἱ οὐχ ἁπλαῖ προτάσεις. τὸ δὲ ἅρμα καὶ ἡ συνωρὶς κατὰ πολλοὺς τρόπους ἓν γίνεται· ὁ μὲν γὰρ δίφρος ὥσπερ καὶ οἱ τροχοὶ συναρμόσει ἓν γίνονται, τὸ δὲ πρὸς ἄλληλα τούτων ἑνοποιὸν αἴτιον σύνθεσις ἄν τις εἴη. τῶν δὲ ἵππων ὡς πρὸς ἀλλήλους τε καὶ τὸν δίφρον σύζευξις. τὸ μέντοι πᾶν σύστημα σύνθεσις. εἰσὶ δὲ καὶ ἄλλοι πλείους τρόποι τῆς τοῦ ἑνὸς συστάσεως. ὁ μέντοι Ἀριστοτέλης τεττάρων ἐμνήσθη ἢ γόμφῳ εἰπὼν ἢ κόλλῃ ἢ ἁφῇ ἢ προσφύσει γίνεσθαι τὸ συνέχον ἕν. λέγει δὲ συνέχον ἓν τὸ ἀναβεβηκός, καὶ ὑπερσυνεχὲς ὂν καὶ αἴτιον τοῦ συνεχοῦς· καὶ γὰρ τὸ μὲν συνεχὲς καὶ ἕν, τὸ δὲ ἓν οὐ πᾶν συνεχές· πλοῖον γὰρ καὶ ἱμάτιον καὶ οἰκία ἕν τι, ἀλλ’ οὐχὶ συνεχές. φανερὸν δέ φησι καὶ ὅτι πρὸς νόησιν πρῶτόν ἐστι τὸ ἐφεξῆς τοῦ ἁπτομένου, τὸ δὲ ἁπτόμενον τοῦ συνεχοῦς· τὸ μὲν γὰρ ἁπτόμενον ἀνάγκη ἐφεξῆς εἶναι, τὸ δὲ ἐφεξῆς οὐ πᾶν ἅπτεσθαι. διὸ καὶ ἐν προτέροις τῷ λόγῳ τὸ ἐφεξῆς ἐστι. πρότεροι δὲ καὶ πρεσβύτεροι οἱ ἀριθμοὶ τῶν μεγεθῶν, καὶ ἐν τούτοις τὸ ἐφεξῆς· τὰ γὰρ δύο τοῦ ἑνὸς ἐφεξῆς. ἁφὴ δὲ οὐκ ἔστι μονάδων. πρότεροι δὲ ἀριθμοὶ καὶ μονάδες σωμάτων καὶ μεγεθῶν οὐχ ὑποστάσει, ἀλλὰ λόγῳ. διὸ κατὰ γένεσιν τελευταῖον τῇ ἐπινοίᾳ τὸ συνεχές· πρῶται γὰρ αἱ μονάδες, ἐν αἷς τὸ ἐφεξῆς, θέσιν δὲ λαβουσῶν τὸ ἅπτεσθαι ἐπιγίνεται, τῆς δὲ ἁφῆς συμφυείσης τὸ συνεχές, καὶ οὐδὲν ἔτι μετὰ τοῦτο. Ὁ μέντοι Εὔδημος τὸ συμφυὲς τοῦ συνεχοῦς μᾶλλον ἡνωμένον θεασάμενος καὶ ἴδιον τῶν φυσικῶν αὐτὸ εἰπών “τοῦτο, φησί, κατὰ τὸν λόγον πρῶτόν ἐστι καὶ ἀρχή· τούτῳ γὰρ ἕπεται τὸ συνεχὲς καὶ ἐχόμενόν τε καὶ ἐφεξῆς· κατὰ δὲ τὴν γένεσιν, φησί, τελευταῖον τὸ συμφυές”. δῆλον δὲ ὅτι τῷ λόγῳ τοῦτο πρῶτον εἶπεν ὡς ἐξ ἐκείνων συνεστώς.3 ὁ δὲ Ἀριστοτέλης τὸ ἐφεξῆς τοῦ ἅπτεσθαι πρῶτον εἶπε τῷ λόγῳ ὡς ὁλικώτερον καὶ ἁπλούστερον καὶ συναιροῦν καὶ συνεπιφερόμενον. ὕστατον οὖν κατὰ γένεσιν τὸ συνεχές. διὸ εἰ συνεχῆ εἴη, ἀνάγκη ἅπτεσθαι. οὐχ οὕτω δὲ λέγει ὡς τοῦ συνεχοῦς, καὶ ὅτε συνεχές ἐστιν, ἁπτομένου ὄντος (οὐκέτι γὰρ ἔσται συνεχὲς κατ’ ἐκεῖνο τὸ μέρος, καθ’ ὃ ἡ ἁφή), ἀλλ’ ὅτι συνεχοῦς γενομένου, ἐκ πλειόνων ἀνάγκη τὴν ἁφὴν προυποστῆναι.
“连续者乃是相连者”直至“以及这些之中的每一项属于何种事物,皆已说明。” 正如从相继和接触产生出相连者一样,当相连者的接触成为统合时,从相连者产生出连续者。而这发生于接触者的极限由之前的两个通过合生而变为一体之时;因为那时它们便不再保持为相互接触。然而将要彼此接触的事物本身也必须是连续的;因为它们是可分的,由于不可分之物绝不会相互接触。因此显而易见,连续者存在于那些本性上适于通过接合而成为一体的事物之中。而本性上适于成为一体的事物,有的通过合生,如嫁接的植物;有的通过接触与拼合,如船只。在另一些事物中,成为一体的原因虽大于依接触者,却不及于合生,如水和空气;因为即使它们被分解,其部分也同样被统合,并保持与整体相同的本性。其他事物通过绑束而具有一体性,如一捆杂物;有的通过编织,如外衣;有的通过部分的交错,如锁链;有的通过缝合,如鞋履;有的通过胶粘,如纸张;有的通过调和,如蜜水;有的通过如此的合成,如土堆;有的通过编排,如军队;有的通过连词,如复合命题。战车与双马之车则以多种方式成为一体;因为车座与车轮一样通过接合而成为一体,而使它们彼此统合的原因将是某种合成;马匹彼此之间以及与车座的统合则是套驭;然而整个体系乃是合成。一体得以构成的途径还有许多。然而亚里士多德提及了四种,指出“维系的一”要么通过榫钉,要么通过胶水,要么通过接触,要么通过粘连而生成。他把那种居于上位、既超越连续者又是连续者之原因者称为“维系的一”;因为连续者也是一,但并非每一具有一体性者都是连续的;因为船只、外衣和房屋都是某种一,却非连续者。 他又说,显而易见,对于认知而言,相继者先于接触者,接触者先于连续者;因为接触者必然相继,但相继者并非全都接触。因此相继者也存在于定义上在先的事物之中。数目亦先于且古于量度,且在数目之中存在相继者;因为二相继于一。然而单子之间不存在接触。数目与单子先于物体与量度,不是在存立上,而是在定义上。因此在构想中的生成上,连续者是最后的;因为具有相继者的单子在先,当它们获得位置时,接触便随之产生,而当接触合生为一体时,连续者便产生,此后便再无其他。然而欧德谟看到合生之物比连续者更加统合,并称其为自然物所特有,便说:“这在定义上是第一的,亦是始基;因为伴随它的是连续者、相连者以及相继者;然而在生成上,”他说,“合生之物是最后的。”显然,他说这在定义上是第一的,是因其由那些构成。而亚里士多德则说相继者在定义上先于接触,因其更为普遍、更单纯,一并取消〔他者〕且被一并随带。因此,在生成上连续者是最后的。所以,若事物是连续的,就必然接触。然而他这样说并不是指连续者即使在其作为连续者之时也是接触着的(因为在其接触所在的那个部分,它将不再是连续的),而是指当连续者由多者生成时,接触必然预先存立。
- 5.32οὐχ οὕτω δὲ λέγει ὡς τοῦ συνεχοῦς, καὶ ὅτε συνεχές ἐστιν, ἁπτομένου ὄντος ... ἀλλ’ ὅτι
οὐχ οὕτω... ὡς 与 ἀλλ' ὅτι 构成的对比句式。前半部分在 ὡς 之后接属格独立结构 τοῦ συνεχοῦς... ἁπτομένου ὄντος,用以否定误解(即连续者在连续时仍处于接触状态);后半部分则以 ἀλλ' ὅτι 引导陈述句,指明正确的限定意义(即连续者从多者生成时,接触必须预先存在)。
- 5.32τῶν δὲ τὸ αἴτιον τοῦ ἓν εἶναι πλεῖον μὲν ἢ κατὰ ἁφήν, ἐνδεέστερον δὲ συμφύσεως, ὥσπερ ὕδατος καὶ ἀέρος
τῶν δέ 为限制性属格(或部分属格),承接前面的 τὰ μέν... τὰ δέ,引出另一类事物。主语是 τὸ αἴτιον τοῦ ἓν εἶναι,省略了系动词 ἐστί;其后通过 πλεῖον μὲν ἢ κατὰ ἁφήν 与 ἐνδεέστερον δὲ συμφύσεως 构成两个比较级结构的对应。
- 5.32δῆλον δὲ ὅτι τῷ λόγῳ τοῦτο πρῶτον εἶπεν ὡς ἐξ ἐκείνων συνεστώς.
εἶπεν 的主语为前文提及的欧德谟。完成体分词 συνεστώς(与 συνεστός 并见的中性单数宾格形式)修饰宾语 τοῦτο(合生之物,中性),说明其构成状态,即“作为由那些事物所构成的整体”,配合 ὡς 表述其主张的依据或视角。
