← 辛普里丘

亚里士多德《物理学》注释

§877.3-878.10

相连者的定义与中间物的存立条件

辛普利丘阐明了“相连者”(相继且接触者)的定义,通过数目、时间及性质变化中位置与共存的有无说明其条件,进而论证了变化中的中间物存在于相反者的属之中,而非存在于矛盾(生成与消亡)之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.30

" Ἐχόμενον δὲ ὃ ἐφεξῆς ὂν ἅπτεται." Εἰπὼν τί τὸ ἁπτόμενον καὶ τί τὸ ἐφεξῆς ἐπάγει τί τὸ ἐχόμενον, ὅτι τὸ ἐφεξῆς ἅμα ὂν καὶ ἁπτόμενον τοῦτο ἐχόμενόν ἐστιν· οὔτε γὰρ τὸ ἐφεξῆς μόνον ἀρκεῖ πρὸς τὸ ἔχεσθαι (οἱ γοῦν ἀριθμοὶ ἐφεξῆς ὄντες οὐ λέγονται ἔχεσθαι ἀλλήλων, ὅτι μὴ ἅπτονται) οὔτε τὸ ἅπτεσθαι μόνον αὔταρκες πρὸς τὸ ἔχεσθαι. ὁ γοῦν χιτὼν ἁπτόμενος τοῦ σώματος διὰ τὸ μὴ ἐφεξῆς εἶναι οὐ λέγεται ἐχόμενος αὐτοῦ, οἰκία δὲ οἰκίας ἐφεξῆς οὖσα, ὅταν καὶ ἅπτωνται ἀλλήλων, ἐχόμεναί εἰσι, καὶ οἱ τῶν ἁλύσεων κρίκοι. ὁμογενῆ γὰρ δεῖ εἶναι τὰ ἐχόμενα καὶ μηδὲν ἔχειν μεταξὺ μήτε ὁμογενὲς μήτε ἀνομογενές. διὸ οὐ μόνον ἐφεξῆς ἐστιν, ἀλλὰ καὶ ἁπτόμενα. τὸ μὲν γὰρ ἐχόμενον πᾶν καὶ ἐφεξῆς ἐστι, τὸ δὲ ἐφεξῆς οὐ πᾶν ἐχόμενον, εἰ μὴ καὶ θέσιν ἔχοι καὶ ἅπτοιτο. διὸ οὔτε ἡ δευτέρα τῆς νουμηνίας ἔχεσθαι λέγεται κυρίως οὔτε τὸ ἐκ λευκοῦ μέλαν γινόμενον ἔχεσθαι τοῦ λευκοῦ, ὅτι μὴ θέσιν ἔχει ταῦτα μηδὲ ὑπομένει ἄμφω, ἀλλὰ τῆς δευτέρας οὔσης ἡ νουμηνία οὐκέτι ἔστι καὶ τοῦ μέλανος γινομένου τὸ λευκὸν οἴχεται. τὰ δὲ μήτε θέσιν ἔχοντα μήτε ὑπομένοντα ἄμφω οὐκ ἂν ἅπτοιτο,1 τὰ δὲ μὴ ἁπτόμενα οὐκ ἂν ἔχοιτο. εἰ δὲ θείη τις λευκὸν σῶμα καὶ τούτου ἁπτόμενον φαιὸν καὶ ἐκείνου μέλαν, οὐδὲν κωλύει ταῦτα ἔχεσθαι ἀλλήλων· τῶν δὲ ὑγρῶν τὰ μὲν συγχεόμενα οὐκ ἔχεται ἀλλήλων, ἔλαιον δὲ καὶ ὕδωρ λέγοιτο ἂν ἔχεσθαι.

“相连者乃是相继而又接触者。” 在说明了何为接触者以及何为相继者之后,他引出了何为相连者,指出既相继同时又接触者,这便是相连者。因为单单相继并不足以构成相连(无论如何,数目虽是相继的,却不说彼此相连,因为它们并不接触),单单接触也不足以自足地构成相连。无论如何,短衣接触身体,因其并非相继,便不说与身体相连;然而当房屋相继于房屋且彼此接触时,它们便是相连的,锁链的环扣亦是如此。因为相连之物必须同属,并且中间既无任何同属之物亦无不同属之物。因此,它们不仅相继,而且接触。因为凡相连之物皆相继,但相继之物并非皆相连,除非它既具有位置又相互接触。因此,既不说初二严格地相连于新月初一,也不说从白生成之黑相连于白,因为这些既不具有位置,两者也不共同持存,而是在初二存在时新月初一已不复存在,在黑生成时白已消逝。凡既不具有位置且两者不共同持存之物,便不可能接触,而不接触之物便不可能相连。然而如果有人设定一个白色物体,以及接触于此的灰色物体,以及接触于那一个的黑色物体,没有任何东西阻止它们彼此相连;而在流体中,彼此交融者并不相互相连,但油和水可以说是相连的。

§5.31

"Ἐπεὶ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις ἕως τοῦ φανερὸν ὅτι ἐν τοῖς ἐναντίοις ἔσται τὸ μεταξύ." Εἴρηκε μὲν ἤδη, τί ἐστι τὸ μεταξύ, ὅτι τὸ “εἰς ὃ πέφυκε πρῶτον ἀφικνεῖσθαι” πᾶν “τὸ μεταβάλλον” πρὸ τοῦ εἰς τὸ ἔσχατον ἐλθεῖν, καὶ προσθεὶς ὅτι “ἔσχατον τῆς μεταβολῆς ἐστι τὸ ἐναντίον”, ἐκείνοις οὖν τὰ ἀκόλουθα προστιθεὶς ἀποδείκνυσιν, ὅτι τὸ μεταξὺ ἐν τοῖς ἐναντίοις ἐστί. δείκνυσι δὲ αὐτὸ οὕτως· τὸ μεταξὺ ἐν μεταβολῇ ἐστι· πᾶσα μεταβολὴ ἀπὸ ἀντικειμένου εἰς ἀντικείμενον· πᾶσα ἡ ἀπὸ ἀντικειμένου εἰς ἀντικείμενον μεταβολὴ ἢ ἀπὸ ἀντιφάσεως ἢ ἀπὸ ἐναντίου ἐστί· καὶ γὰρ ἡ στέρησις ἐναντίον πως, ὡς εἴρηκεν αὐτός. καὶ τῶν πρός τί τινά ἐστιν ἐναντία. εἰ οὖν ἡ κατὰ ἀντίφασιν μεταβολὴ κατὰ γένεσιν καὶ φθοράν ἐστιν, οὐκ ἔστι δὲ γενέσεως καὶ φθορᾶς μεταξύ, διότι τὸ μὲν μεταξὺ ὑφεστώτων ἐστὶ τινῶν μεταξύ, ἐν δὲ τῇ γενέσει καὶ φθορᾷ οὐχ ὑφέστηκεν ἄμφω τὰ ἄκρα, ἀλλ’ ἐν μὲν τῇ γενέσει μόνον τὸ εἰς ὅ, ἐν δὲ τῇ φθορᾷ μόνον τὸ ἐξ οὗ (τὰ γὰρ ἄλλα οὐχ ὑποκείμενά ἐστιν, ἀλλὰ ἀποφάσει δηλούμενα),2 ἀνάγκη ἐν τοῖς ἐναντίοις εἶναι τὸ μεταξύ. οὐκ ἐν πᾶσι δὲ τοῖς ἐναντίοις λέγει (ἔστι γάρ τινα τῶν ἐναντίων ἄμεσα), ἀλλ’ ὅτι ἐν τῷ γένει τῶν ἐναντίων.

“由于一切变化皆在对立者之中……直至显而易见中间物将在相反者之中。” 关于何为中间物,他此前已经说过,它是一切“变化之物”在到达极端之前本性上“首先到达之物”,并且补充说“变化的极端是相反者”;于是,他将伴随那些定义的结论补充其后,论证了中间物在相反者之中。他如此证明这一点:中间物在变化之中;一切变化皆是从对立者到对立者;一切从对立者到对立者的变化要么源于矛盾,要么源于相反者;因为欠缺在某种意义上亦如他自己所说的那样是相反者,且某些关系概念也是相反的。因此,如果依矛盾的变化是依生成与消亡的,而在生成与消亡之间并不存在中间物——因为中间物存在于某些现实存立的事物之间,但在生成与消亡中两端并非皆现实存立,而是在生成中唯有终点存立,在消亡中唯有起点存立(因为其余各端并非底层主体,而是由否定所表明的)——那么中间物便必然在相反者之中。然而他并不是说在所有相反者之中(因为有些相反者是无媒介的),而是说在相反者的属之中。

语法注2 条
  1. 5.30τὰ δὲ μήτε θέσιν ἔχοντα μήτε ὑπομένοντα ἄμφω οὐκ ἂν ἅπτοιτο

    在主语分词短语 μήτε θέσιν ἔχοντα μήτε ὑπομένοντα ἄμφω 中,词语 ἄμφω(两者)在语义上直接修饰 ὑπομένοντα,表示“两者并不共同持存”。整句由带有 ἄν 的潜在希求法(οὐκ ἂν ἅπτοιτο, οὐκ ἂν ἔχοιτο)所支配,由此推导出了涵盖前文新月之日与颜色变化诸事例的普遍存在论法则。

  2. 5.31ἀλλ’ ἐν μὲν τῇ γενέσει μόνον τὸ εἰς ὅ, ἐν δὲ τῇ φθορᾷ μόνον τὸ ἐξ οὗ (τὰ γὰρ ἄλλα οὐχ ὑποκείμενά ἐστιν, ἀλλὰ ἀποφάσει δηλούμενα)

    在对比分句 ἐν μὲν τῇ γενέσει μόνον τὸ εἰς ὅ, ἐν δὲ τῇ φθορᾷ μόνον τὸ ἐξ οὗ 中,承前省略了动词 ὑφέστηκεν(现实存立)。括号中的中性复数主语 τὰ ἄλλα 指代生成中的起点(非存在)与消亡中的终点(非存在),它们并非底层实体(ὑποκείμενα),而是单纯通过否定而被指明的端项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:877.3-878.10