- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:875.24-877.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论述了处所中事物的始元如何取决于直线或环形布置等情形,并通过具体事例分析了“同属”概念所具有的层级范围。随后他探讨了异种之物介于其间的例外情况,阐明了依本性与依约定的始元的区别,并引用泰密斯提乌斯与亚历山大的注疏及异文进行了考订。
ἐπὶ δὲ τῶν ἐν τόπῳ, ὅταν μὲν τάξις τις εἴη τῶν κειμένων καὶ ᾖ ὡρισμένα ἐπ’ εὐθείας ἢ ξύλα ἢ κίονες, ἔσονται ἀρχαὶ τὰ ἄκρα ἐφ’ ἑκάτερον καί, ὡς ἂν ἡμεῖς θώμεθα, οὕτως ἔσται τῶν περάτων ἀρχὴ ἐκεῖνο καὶ τὸ ἐφεξῆς λαμβανόμενον. ἐπὶ δὲ τῶν ἐν πόλεσιν οἰκιῶν οὐκέτι ἄκραι τινές εἰσι, τὸ δὲ ἀφ’ ὁποτέρας ἀρξώμεθα, ἐφ’ ἡμῖν καταλείπεται,1 καὶ ἔστιν ὅλον θέσει, εἴτε στρογγύλος εἴτε τετράγωνος εἴτε ὁποῖος ἂν ᾖ ὁ περίβολος. τὸ παραπλήσιον δὲ κἀπὶ τῶν πόλεων αὐτῶν τὸ ἐφεξῆς κατὰ θέσιν ἐστί. Τούτων δὲ διωρισμένων ἐκεῖνο χρὴ κρατεῖν, ὅτι ὁμογενῆ ἀνάγκη εἶναι τὰ ἐφεξῆς, τὸ δὲ ὁμογενὲς πολυχούστερον. εἰ μὲν γὰρ ἄρρενας παῖδας διαστήσαντες λέγοιμεν ἐφεξῆς, ὡς ἐν παιδίοις φαμὲν τὸ ὁμογενές, εἰ δὲ καὶ ἄνδρας ἀναμίξαντες, ὡς ἄρρεν τὸ ὁμογενές, εἰ δὲ καὶ γυναῖκας, ὡς ἀνθρώπους· προσθέντες δὲ καὶ ἄλογα ζῷα, ὡς ζῷα λέγομεν ὁμογενῆ καὶ ἐφεξῆς· προσεχέστερον γὰρ καὶ πορρώτερον ἑκάστων τὸ ὁμογενές. εἰ μὲν γὰρ βάθρα εἴη πάντα, καθὸ βάθρα, ἔσται ὁμογενῆ, εἰ δὲ καὶ δίφροι, καθὸ καθέδραι, εἰ δὲ καὶ κλῖναι, καθὸ ἀναπαυόμεθα ἐπ’ αὐτῶν· ἀκατονόμαστον γάρ ἐστι τὸ κοινὸν ἐπ’ αὐτῶν. εἰ δέ τινων ἐφεξῆς μεταξύ τινα γίνεται ἀνομοειδῆ, οὐκ ἐπὶ πάντων τῶν ἐφεξῆς τοῦτο οἰητέον συμβαίνειν· οὔτε γὰρ ἐπὶ τῶν κατ’ ἀριθμὸν οὔτε ἐπὶ τῶν κατὰ χρόνον οὔτε ἐπὶ τῶν κατ’ εἶδος ἢ πάθος μεταβαλλόντων· ἐπὶ δὲ τῶν κατὰ γένεσιν οἷον ἐπὶ καρδίας καὶ πνεύμονός ἐστιν μεταξὺ ἀνομογενῆ γεννώμενα οἷον αἱ φλέβες διὰ τὸ εἰλῆφθαι ὡς ἐν σπλάγχνοις τὰ ἐφεξῆς.2 δῆλον δὲ ὅτι ἐπὶ μὲν τῶν φύσει τὴν ἀρχὴν ἐχόντων καὶ τὸ ἐφεξῆς φύσει, καὶ ὅτι οὐκ ἔστιν ἀναστρέφοντα εἰπεῖν· τὰ γὰρ δύο τοῦ ἑνὸς ἐφεξῆς, οὐ μέντοι τὸ ἓν τῶν δύο. ἐπὶ δὲ τῶν θέσει, ὡς ἂν ὁρίσωμεν τὴν ἀρχήν, οὕτως καὶ τὸ ἐφεξῆς ἔχει, εἴτε τὸ ψυχρὸν ἀρχὴν εἴτε τὸ ζέον ὁρίσαιμεν. ὁ δὲ Θεμίστιος προστίθησιν, ὅτι κυρίως μὲν ἐφεξῆς τὰ ὁμοειδῆ ἐστιν, οἶκος οἴκῳ καὶ γραμμὴ γραμμῇ, λέγεται δὲ ἐφεξῆς καὶ μὴ ὁμοειδῆ τινα πολλάκις· “ἐφεξῆς γὰρ ὁ ἀγὼν τῇ πομπῇ καὶ τὸ νυμφαῖον τῷ γυμνασίῳ.” Ἰστέον δὲ ὅτι τῶν πολλῶν ἀντιγράφων ἐχόντων ἐφεξῆς δὲ οὗ μετὰ τὴν ἀρχὴν ὄντος ἢ θέσει ἢ εἴδει, ὁ Ἀλέξανδρος οὕτω γράφει οὗ μετὰ τὴν ἀρχὴν μόνον ὄντος, τὸ μόνον προστιθείς, καὶ ἐξηγεῖται ὅτι δηλωτικόν ἐστι τὸ μόνον τοῦ μὴ κυρίως πάντως τὴν ἀρχὴν λαμβάνεσθαι, ἀλλ’ ὅπως ἂν ἡ ἀρχὴ ληφθῇ, ἢ θέσει ἢ φύσει, τοῦ ἐφεξῆς ἀκολουθοῦντος.3 ἐφεξῆς δὲ εἶπεν γραμμὴ γραμμῆς ἢ γραμμαὶ ἢ μονὰς μονάδος ἢ μονάδες. διότι καὶ μίαν γραμμὴν ἐφεξῆς εἶναι δυνατὸν τῇ πρώτῃ γραμμῇ, καὶ πλείονας. καὶ μίαν μονάδα τῇ πρώτῃ μονάδι, καὶ πλείονας.
至于在处所中的事物,每当安置之物具有某种次序,且无论木料还是立柱都在一直线上被规定时,两端的极端将成为始元,并且依我们如何设定,诸界限中的那一个将成为始元,而被取为相继之物者亦将如此。然而在城邦中的房屋上,便不再有某些房屋是极端,而从哪一座开始则留归我们决定,且无论城郭是圆形的、方形的还是任何形状的,整个都出于约定设立。在城邦本身上,相继者亦与此类似地出于约定设立。在界定了这些之后,必须把握这一点:相继之物必然同属,但“同属”具有更广泛的涵义。因为如果我们排列男童并相继地言说,我们说它们如同在小儿中是同属的;但如果也混入成年男子,则是作为男性而同属;如果也混入妇女,则是作为人类;若再加入无理性动物,我们则作为动物而说它们同属且相继。因为同属者对于各事物而言有更切近的,也有更疏远的。因为如果全部都是长凳,只要它们是长凳便将是同属的;但如果也包含方凳,则是只要它们是座椅;如果也包含卧榻,则是只要我们在其上歇息;因为在它们之上共同的东西是无名称的。即使在某些相继之物中间产生某些不同种之物,也不可认为这发生在所有相继之物上;因为这既不发生在依数量而言的事物上,也不发生在依时间而言的事物上,也不发生在依种或性质状态而变化的事物上;但在依生成而言的事物上,例如在心脏与肺之间,有生成的不同属之物,如血管,这是因为相继之物是被作为内脏之中的事物来取的。显而易见的是,在依本性具有始元的事物中,相继之物也是依本性的,并且不能颠倒而言说;因为二相继于一,然而一绝不相继于二。而在依约定设立的事物中,我们无论如何规定始元,相继之物也便如何,无论我们将冷还是沸热规定为始元。而忒密斯提乌斯补充说,严格意义上的相继之物是同种的,如房屋相继于房屋,直线相继于直线,但也经常有某些并非同种之物被称为相继:“因为竞赛相继于游行,水仙女神殿相继于体操馆。”必须知晓的是,虽然多数抄本写作“相继乃是无论依位置还是依种、在始元之后的存在”,亚历山大则写作“仅仅在始元之后的存在”,加上了“仅仅”,并解释说“仅仅”表明始元绝非在所有情况下都是严格意义上被取的,而是无论始元如何被取,无论依约定还是依本性,相继者都随之而来。而他说“直线相继于直线或若干直线,或者单子相继于单子或若干单子”,是因为既可能有一条直线相继于第一条直线,也可能有若干条;既可能有一个单子相继于第一个单子,也可能有若干个。
- 5.29τὸ δʼ ἀφʼ ὁποτέρας ἀρξώμεθα, ἐφʼ ἡμῖν καταλείπεται
间接疑问从句 ἀφʼ ὁποτέρας ἀρξώμεθα(“我们从两者中的哪一个开始”)被中性定冠词 τό 名词化,充当主句被动动词 καταλείπεται 的语法主语。从属从句中的不定过去时虚拟式 ἀρξώμεθα 具有审议虚拟式(deliberative subjunctive)的功能。
- 5.29διὰ τὸ εἰλῆφθαι ὡς ἐν σπλάγχνοις τὰ ἐφεξῆς
这是由介词 διά 支配中性宾格定冠词所构成的表示原因的动名词化不定式结构(διά + τὸ εἰλῆφθαι)。宾格的 τὰ ἐφεξῆς 充当完成时被动不定式 εἰλῆφθαι 的逻辑主语,构成解释血管何以能介入其间的原因副词短语:“因为相继之物[心脏与肺]是被作为内脏之中的事物来取的”。
- 5.29τῶν πολλῶν ἀντιγράφων ἐχόντων... ὁ Ἀλέξανδρος οὕτω γράφει... τοῦ ἐφεξῆς ἀκολουθοῦντος
句首的 τῶν πολλῶν ἀντιγράφων ἐχόντων 为带有让步意味的属格绝对结构(“虽然多数抄本写作……”)。主句的主语为 ὁ Ἀλέξανδρος,主动词为 γράφει。在亚历山大的解释末尾,τοῦ ἐφεξῆς ἀκολουθοῦντος 同样是一个属格绝对结构,表示伴随状况(“相继者随之而来”)。
