← 辛普里丘

亚里士多德《物理学》注释

§874.21-875.23

相继的定义与始元的诸种划分

辛普里修阐释了亚里士多德关于“相继”的定义(226b34),说明了相继者必须与始元同属或同种且中间无同类事物相隔的条件,并列举说明始元与相继关系在位置、次序、种、状态、时间、生成、数量等方面的多样划分,以及始元区分为出于本性与出于约定的情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.29#1

" Ἐφεξῆς δὲ οὗ μετὰ τὴν ἀρχὴν ὄντος ἕως τοῦ ἀλλὰ ταῦτα ἐκείνοις." Τὸ ἐφεξῆς τινὶ ἐφεξῆς ἐστιν, ὃ ἀρχῆς ἔχει πρὸς αὐτὸ λόγον·1 τὸ γὰρ μετὰ τὴν ἀρχὴν ὁμογενὲς ὂν τῇ ἀρχῇ, μᾶλλον δὲ ὁμοειδές, ἐφεξῆς ἐστι τῇ ἀρχῇ, ὅταν μηδὲν ὁμογενὲς ἢ ὁμοειδὲς μεταξὺ ᾖ αὐτοῦ τε καὶ τῆς ἀρχῆς, οἷον οἰκία οἰκίᾳ ἐφεξῆς ἡ δευτέρα τῇ πρώτῃ, ὅταν μὴ ᾖ αὐτῶν ἄλλη μεταξὺ οἰκία· καὶ ἡ ἀρχὴ δὲ τοῦ ἐφεξῆς ὄντος, καὶ τὸ ἐφεξῆς αὐτὸ πολλαχῶς λέγεται· ἢ γὰρ θέσει ἢ τάξει ἢ εἴδει ἢ πάθει ἢ χρόνῳ ἢ γενέσει ἢ ἀριθμῷ ἢ ἄλλῳ τινὶ τοιούτῳ· θέσει μὲν ὅσα ποῦ ἐστιν, οἷον εἰ γραμμὰς πλείους γράψαιμεν ἢ οἰκίας πλείους ἢ πόλεις λάβοιμεν, τάξει δὲ ὡς τὸ προοίμιον τῆς διηγήσεως καὶ αὕτη τῶν ἀγώνων, εἴδει δὲ οἷον εἰ τὰ χρώματα ἐφεξῆς καθ’ ἕκαστον λάβοιμεν ἀπὸ τοῦ λευκοῦ ἀρξάμενοι μέχρι τοῦ μέλανος, εἴτε ἑπτὰ εἴη ταῦτα εἴτε πλείω (καταριθμεῖται δὲ αὐτὰ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν αἰσθητῶν), πάθει δὲ εἰ τὴν ἀπὸ τοῦ ψυχροῦ μεταβολὴν ὁδῷ γινομένην εἰς τὸ γαλακτῶδες καὶ χλιαρὸν καὶ θερμὸν καὶ ζεστὸν νοήσαιμεν, κατὰ χρόνον δὲ ὅταν νουμηνίαν καὶ δευτέραν καὶ τρίτην καὶ τὰς ἐφεξῆς ὀνομάζωμεν, γενέσει δὲ ὅταν ἐπὶ μὲν τῶν ζῴων λέγωμεν πρώτην τὴν καρδίαν συνίστασθαι, εἶτα πνεύμονα εἰ τύχοι, εἶτα σπλῆνα, εἶτα νεφρούς, ἐπὶ δὲ τῶν φυτῶν ῥίζαν, εἶτα πρέμνον, εἶτα στέλεχος καὶ τὰ ἑξῆς, ἀριθμῷ δὲ ὅταν μονάδα δυάδα τριάδα λέγωμεν ἐφεξῆς. τῶν δὲ ἀρχῶν αἱ μὲν φύσει εἰσὶν ὡς αἱ κατὰ τὸν ἀριθμόν· φύσει γὰρ πρῶτον τὸ ἓν τῶν δύο καὶ ταῦτα τῶν τριῶν· καὶ αἱ κατὰ τὴν γένεσιν τῶν ζῴων καὶ τῶν φυτῶν. ἔτι δὲ καὶ αἱ κατὰ τὰ εἴδη, οἷον ἐπὶ τῶν χρωμάτων· αἱ δὲ κατὰ τὰ πάθη ἀρχαί, ὡς ἐπὶ τοῦ ψυχροῦ καὶ λευκοῦ εἴρηται, ὡς ἂν ἡμεῖς ὁρίσωμεν, οὕτως ἕξουσι τὸ δεύτερον καὶ τὸ ἐφεξῆς, εἴτε ἀπὸ τοῦ ψυχροῦ εἴτε ἀπὸ τοῦ ζέοντος ἀρξόμεθα, καὶ ἐπὶ τῶν χρωμάτων, εἴτε ἀπὸ τοῦ λευκοῦ εἴτε ἀπὸ τοῦ μέλανος· ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ῥεόντων καὶ γινομένων φύσει τὸ πρότερον πρότερόν ἐστιν· ἃς δὲ ἡμεῖς ποιούμεθα ἀρχὰς ἐνιαυτοῦ μὲν περὶ θερινὰς τροπὰς ὡς Ἀθηναῖοι, ἢ περὶ μετοπωρινὰς ὡς οἱ περὶ τὴν νῦν καλουμένην Ἀσίαν, ἢ περὶ χειμερινὰς ὡς Ῥωμαῖοι, ἢ περὶ ἐαρινὰς ὡς Ἄραβες καὶ Δαμασκηνοί· μηνὸς δὲ εἴ τινες ἀρχὴν τὴν πανσέληνον λέγουσιν ἢ τὴν νέαν, θέσει ἔσονται αὗται.2

“相继乃是在始元之后的存在……直至……然而这些在那些之后。” 相继之物是相继于对它具有始元之关系的事物的。因为在始元之后、且与始元同属或者说同种的事物,只要在它本身与始元之间没有任何同属或同种之物,便相对于始元而言是相继的;例如第二座房屋,只要它们之间没有另一座房屋,便相继于第一座房屋。而且相继之物的始元以及相继之物本身都是在多种意义上被言说的:或者依据位置,或者依据次序,或者依据种,或者依据性质状态,或者依据时间,或者依据生成,或者依据数量,或者依据其他某种此类事物。依据位置,凡是存在于某处的都是如此,例如若我们画出若干条线,或者取若干座房屋或城邦。依据次序,正如序言〔先〕于叙述,以及后者〔先〕于论证部。依据种,例如若我们从白色开始直到黑色逐一取各种颜色相继排列,无论它们是七种还是更多(亚里士多德在《论感觉》中列举了它们)。依据性质状态,若我们设想从冷有序地变为微温、温和、热以及沸热。依据时间,每当我们命名初一、初二、初三以及相继的日子。依据生成,每当我们谈到在动物中首先构成的是心脏,其次假定是肺,再次是脾,再次是肾;在植物中则是根,其次是茎基,其次是茎干等等。依据数量,每当我们相继地说出一、二、三。而在诸始元中,有些是出于本性的,正如依数量而言的那些;因为在自然本性上一先于二,而二先于三;动物和植物生成中的始元也是如此。此外依据诸种的始元亦然,正如在颜色中的那样。然而依据性质状态的始元,正如就冷和白所说的那样,将取决于我们如何界定,便如何具有第二者和相继者,无论我们是从冷开始还是从沸热开始,在颜色上亦然,无论从白开始还是从黑开始。但是就时间以及流转和生成的事物而言,先在者在本性上便是先在的;而我们所设立的那些始元——一年的始元,在夏至前后如雅典人,或在秋分前后如现在被称为亚细亚一带的人,或在冬至前后如罗马人,或在春分前后如阿拉伯人和大马士革人;至于一个月,如果有人称满月为始元,或者称新月为始元——这些都将是出于约定设立的。

语法注2 条
  1. 5.29Τὸ ἐφεξῆς τινὶ ἐφεξῆς ἐστιν, ὃ ἀρχῆς ἔχει πρὸς αὐτὸ λόγον

    关系代词 ὃ 的先行词是不定代词与格 τινί。在关系从句中 ὃ 作主语,λόγον 是 ἔχει 的宾语,ἀρχῆς 是修饰 λόγον 的属性或限定属格(“始元的地位/关系”)。介词短语 πρὸς αὐτό 指代主句主语 τὸ ἐφεξῆς,构成相关定义的句式骨架:“相继者是相继于对它自身具有始元关系之物的”。

  2. 5.29ἃς δὲ ἡμεῖς ποιούμεθα ἀρχὰς ἐνιαυτοῦ μὲν περὶ θερινὰς τροπὰς ὡς Ἀθηναῖοι... θέσει ἔσονται αὗται.

    此句属于名词被吸引进前置关系从句(prolepsis)的倒置句式:关系从句 ἃς δὲ ἡμεῖς ποιούμεθα ἀρχάς... 与句末的指示代词 αὗται 相呼应,全句的核心骨架为 αὗται δὲ [αἱ ἀρχαί], ἃς ἡμεῖς ποιούμεθα..., θέσει ἔσονται(“我们所设立的这些始元……将是出于约定的”)。中间的 ἐνιαυτοῦ 是修饰 ἀρχάς 的限定属格,而 περὶ θερινὰς τροπάς 等一系列介词短语则列举了不同历法中设定的岁首时间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:874.21-875.23