← 辛普里丘

亚里士多德《物理学》注释

§873.1-874.20

基体的连续性与直线上的处所相反性

辛普里丘论证了穿过居间者的运动所需的连续性属于底层基体而非时间,并通过目的的单一性与间断时间的长短加以说明,进而阐释了将处所上的相反者定义为“在直线上相距最远者”的数学依据与必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.28#2

οὐκ ἄρα τὸ συνεχὲς τοῦ χρόνου συντελεῖ πρὸς τὸ μεταξὺ τοῦτο, ἀλλὰ τὸ τοῦ ὑποκειμένου, εἰ μὲν κατὰ τόπον ἡ μεταβολή, τοῦ τε τόπου αὐτοῦ καὶ τῆς κατὰ τόπον κινήσεως. καὶ γὰρ συνεχοῦς κατὰ ταῦτα τῆς μεταβολῆς οὔσης ἀδύνατον τὸ κινούμενον μὴ εἰς πρῶτον ἐλθεῖν τὸ μεταξὺ καὶ τότε εἰς τὸ ἔσχατον. καὶ εἰ μὴ συνεχὴς οὕτως, ἀλλ’ ἔχοι τινὰ μεγάλα διαλείμματα, οὐ πάντως εἰς τὸ μεταξὺ πρὸ τοῦ πέρατος ἀφικνεῖται. ἀρχαιοπρεπῶς δὲ ἀπήγγελται τὸ οὐθὲν γὰρ κωλύει διαλείποντα, καὶ εὐθὺς δὲ μετὰ τὴν ὑπάτην φθέγξασθαι τὴν νεάτην.1 Εἰπὼν δὲ συνεχῶς κινεῖσθαι κατὰ τοῦτο τὸ συνεχὲς τὸ μηδὲν ἢ τὸ ἐλάχιστον διαλεῖπον τοῦ πράγματος ἤπερ τοῦ χρόνου, ὅτι οὐ χρεία τοῦ χρόνου, ἐδήλωσεν ἔκ τε τοῦ διαλείποντος τοῦ χρόνου μηδὲν κωλύειν διὰ τοῦ μεταξὺ τὴν κίνησιν εἶναι καὶ μὴ διαλείποντος μηδὲν κωλύειν ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον εἶναι τὴν μετάβασιν μὴ διὰ τοῦ μεταξύ. δείξας δὲ ἐξ ἀμφοῖν, ὅτι οὐχὶ τῆς τοῦ χρόνου συνεχείας χρεία πρὸς τὴν διὰ τοῦ μεταξὺ κίνησιν, ἐπήγαγεν ἀλλὰ τοῦ πράγματος ἐν ᾧ κινεῖται, ὥστε τοῦτο μηδὲν ἢ τὸ ἐλάχιστον διαλείπειν. τὸ δὲ ἐλάχιστον διάλειμμα τοῦ πράγματος ὡς πρὸς ἀναλογίαν τῆς ὅλης κινήσεως παραβάλλοντι,2 ἐὰν μὲν ὀλίγον ᾖ πρὸς αὐτὸ τὸ διάλειμμα, καὶ ὁ σκοπὸς εἷς μένει τοῦ πράγματος, ὡς εἴ τις Ἀθήνηθεν εἰς Πειραιᾶ βαδίζων ἐπιστὰς πρὸς βραχὺ δήσοι τὸ ὑπόδημα, οὐ διέκοψε τὴν συνέχειαν· εἰ μέντοι μήτε εἷς εἴη σκοπὸς τῆς εἰς Πειραιᾶ ἀφίξεως, ἀλλὰ καὶ τῆς ὁδοῦ ἐκτραπεὶς οἰκονομήσοι τι τῶν πρὸς χρείαν, οὐκέτι συνεχὴς αὕτη ἡ κίνησις. καὶ τὰ μὲν μιᾶς οὔσης τῆς προθέσεως μεταξὺ συμβαίνοντα, ὅταν πολυχρονία γένηται, διασπᾷ τῆς κινήσεως τὴν συνέχειαν ὡς τοῦ κιθαρίζειν, ὅταν ῥαγείσης χορδῆς ἄλλην ἐνάπτειν ἀναγκασθῶμεν. μὴ μενούσης δὲ μιᾶς τῆς προθέσεως καὶ ὀλιγοχρόνιόν τι παρεμπεσὸν λύει τὴν συνέχειαν, ὡς εἴ τις εἰς Πειραιᾶ τε ἅμα καταβαίνειν προτίθοιτο καὶ τῶν ἐν τῇ ὁδῷ τινι διαλεχθῆναι. Μετὰ δὲ τὸ εἰπεῖν ποίου συνεχοῦς χρεία πρὸς τὸ μεταξύ, ὅτι τοῦ κατὰ τὸ πρᾶγμα, λέγει καὶ περὶ τοῦ ἐναντίου, εἰς ὃ ἔσχατον μεταβάλλει τὸ μεταβάλλον διὰ τοῦ μεταξύ, τί τοῦτο ἔστι καὶ ἐν τίσι θεωρεῖται. καὶ λέγει ὅτι κατὰ τόπον ἐναντίον ἐστὶ τὸ κατ’ εὐθεῖαν πλεῖστον ἀπέχον· τὸ μὲν γὰρ πλεῖστον ἀπέχειν ἀνάγκη τοῖς ἐναντίοις. τὸ δὲ κατ’ εὐθεῖαν προσκείμενον ὡρισμένον καὶ μεμετρημένον ποιεῖ τὸ πλεῖστον· ὡρισμένη γάρ ἐστιν ἡ εὐθεῖα, μετρεῖται δὲ πάντα τῷ ὡρισμένῳ. ἐπειδὴ γὰρ ἡ εὐθεῖα ἐλαχίστη ἐστὶ τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν γραμμῶν, ἡ δὲ ἐλαχίστη ὥρισται (τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ πεπέρανται), ἡ δὲ ὡρισμένη μεμέτρηται, καὶ τὸ κατ’ εὐθεῖαν πλεῖστον μεμετρημένον ἂν εἴη καὶ ὡρισμένον, ὥστε καὶ 〈τὸ〉 πλεῖστον κυρίως λέγεσθαι. ἡ γὰρ ἐπὶ τὰ αὐτὰ πέρατα τῆς εὐθείας περιφερὴς ἀόριστός ἐστι καὶ ἄλλοτε ἄλλου μέτρου, ἡ μὲν μᾶλλον κυρτουμένη, ἡ δὲ ἧττον· ὥστε εἰ τῇ περιφερεῖ κρίνοιτο ἡ τῶν περάτων διάστασις, δυνατὸν τῆς μείζονος περιφερείας τὰ πέρατα κυρτοτέρας οὔσης ἐγγυτέρω εἶναι ἤπερ τὰ τῆς ἐλάττονος καὶ ἔσται ἐγγυτέρω τὰ μείζονι γραμμῇ διεστῶτα. καὶ ὅλως ἡ μὲν ἐπὶ τὰ αὐτὰ πέρατα εὐθεῖα μία καὶ διὰ τοῦτο ὡρισμένη. αἱ δὲ περιφέρειαι πολλαὶ καὶ ἀόριστοι. καὶ ἔοικε τὰ ἐναντία πρῶτον ἐν τῷ τόπῳ φανῆναι καὶ ἀπὸ τούτου καὶ εἰς τὰ ἄλλα μετῆχθαι· διὸ καὶ ἡ ὑπογραφὴ τῶν ἐναντίων τὰ πλεῖστον ἀπέχοντα ἀποδίδωσι. τὰ οὖν κεχωρισμένα πλεῖστον ἀπ’ ἀλλήλων κατὰ τόπον οἷα τὰ κατὰ τόπον ἐναντία ἐστίν, εἰ μέλλοι τὸ πλεῖστον ὄντως ὡρισμένον διεστάναι· καὶ γὰρ τὸ πλεῖστον ὥρισται καὶ τὸ ἐλάχιστον κατ’ εὐθεῖαν ἔχειν χρὴ τὴν διάστασιν.3

因此,促成这一居间者的并非时间的连续性,而是基体的连续性;如果变化是就处所而言的,则是处所本身以及就处所而言的运动的连续性。因为如果就这些而言变化是连续的,运动之物便不可能不首先来到居间者、随后再来到终点。而如果它不是以此种方式连续,而是具有某些巨大的间断,它就决非必然在界限之前到达居间者。至于“因为毫不妨碍有间断地”以及“在最高音之后立即发出最低音”这种表达,是以古雅的方式表述的。在指出依此种较之时间更是在事物上毫无间断或极少脱节的连续性而连续运动之后,他表明时间的连续性是不需要的,这既通过时间的间断完全不妨碍运动穿过居间者,又通过时间没有间断完全不妨碍不穿过居间者而直接从相反者过渡到相反者。在从这两方面证明了穿过居间者的运动并不需要时间的连续性之后,他接着补充道:“而是它在其间运动的事物的[连续性],以使得这[事物]毫无间断或极少脱节。”而对于把事物的最小间断与整个运动按比例对照来看的人而言:如果间断相对于它是微小的,并且事物的目标保持为一个——正如某人从雅典走向比雷埃夫斯,稍停片刻系上凉鞋,这并没有中断连续性;然而,如果前往比雷埃夫斯的目的不再是一个,而是偏离道路去张罗某种生活之需,这种运动便不再是连续的。而在意图保持为一个的情况下中间所发生的事,一旦旷日持久,也会撕裂运动的连续性,正如弹奏齐特拉琴时,当琴弦断裂而我们不得不系上另一根弦一样;然而,当单一的意图未能保持时,即使是短时间的插曲也会消除连续性,正如某人企图同时下到比雷埃夫斯并与路上某人交谈一样。在指出了对于居间者需要何种连续性(即就事物而言的连续性)之后,他也谈到了变化之物穿过居间者而最终变成的相反者是什么,以及在何种事物中被考察。他指出,就处所而言的相反者乃是“在直线上相距最远者”;因为相反者必然相距最远。而加上“在直线上”,便使得“最”成为已被限定和已被测量的;因为直线是已被限定的,而一切事物都是由被限定者所测量的。因为既然直线是具有相同界限的诸线中最小的,而最小者是已被限定的(因为这对他而言就意味着“已被界定”),而被限定者是已被测量的,那么在直线上相距最远者也将是被测量和被限定的,从而“最”也是在严格意义上被言说的。因为在直线的相同界限上的圆弧是不定的,且在不同时候具有不同度量,有的弯曲度更大,有的更小;因此,如果界限之间的距离是由圆弧来判定的,那么便可能出现因弯曲度更大而使得较大圆弧的界限反而比较小圆弧的界限彼此更近,从而由更大线条分隔开的事物反而更近。总而言之,具有相同界限的直线只有一条,并因此是被限定的,而圆弧则是众多且不定的。并且相反者似乎最初显现于处所之中,并由此被隐喻转用到其他事物中;这也是为什么对相反者的概括描述给出的乃是“相距最远者”。因此,在处所上彼此相距最远的事物,正如处所上的相反者,如果其“最”要真正确定地隔开,就必须在直线上具有其间距;因为最大者与最小者都是已被限定的。

语法注3 条
  1. 5.28ἀρχαιοπρεπῶς δὲ ἀπήγγελται τὸ οὐθὲν γὰρ κωλύει διαλείποντα, καὶ εὐθὺς δὲ μετὰ τὴν ὑπάτην φθέγξασθαι τὴν νεάτην

    谓词 ἀπήγγελται 的主语是由中性定冠词 τό 所引出的整个引用短语(包括亚里士多德原文的两处文句)。其中第一句中接续于非人称动词 κωλύει 的宾格分词 διαλείποντα 属于古朴的句法表达。

  2. 5.28τὸ δὲ ἐλάχιστον διάλειμμα τοῦ πράγματος ὡς πρὸς ἀναλογίαν τῆς ὅλης κινήσεως παραβάλλοντι

    与格分词 παραβάλλοντι 用作表判断的与格(dativus iudicantis,“对于……比照来看的人而言”)。句首的宾格短语 τὸ δὲ ἐλάχιστον διάλειμμα 则是前置以引入话题的、分词 παραβάλλοντι 的直接宾语。

  3. 5.28καὶ γὰρ τὸ πλεῖστον ὥρισται καὶ τὸ ἐλάχιστον κατ’ εὐθεῖαν ἔχειν χρὴ τὴν διάστασιν

    在句末结构中,καὶ γὰρ τὸ πλεῖστον ὥρισται καὶ τὸ ἐλάχιστον(“因为最大者与最小者都是已被限定的”)是以 καὶ ... καὶ ... 并列两个主语共用谓语 ὥρισται 的插入句,用以说明理由;随后的 κατ’ εὐθεῖαν ἔχειν χρὴ τὴν διάστασιν 则是统摄前句句首 τὰ οὖν κεχωρισμένα...(作为不定式 ἔχειν 的宾格主语)的主句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:873.1-874.20