← 辛普里丘

亚里士多德《物理学》注释

§871.16-873.1

相反者之间的居间者与运动的连续性

辛普利丘阐释了亚里士多德关于“居间者”的定义,说明居间者存在于相反者之间,并列举了处所、性质与数量上的例证,进而论述运动的连续性是指事物的基体而非时间的连续性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.28#1

" Μεταξὺ δὲ εἰς ὃ πέφυκε πρῶτον ἀφικνεῖσθαι ἕως τοῦ μέτρον δὲ τὸ πεπερασμένον." Περὶ τοῦ ἐν κινήσει μεταξὺ λέγει, ὅτι τοῦτό ἐστι μεταξύ, ὃ μέσον ἐστὶ τοῦ τε ἐξ οὗ μεταβάλλει τὸ μεταβάλλον καὶ τοῦ εἰς ὃ ἔσχατον μεταβάλλει. διὸ καὶ ἐκ τούτου ἐσήμανεν αὐτὸ ἐκ τοῦ πρῶτον εἰς αὐτὸ ἀφικνεῖσθαι τὸ μεταβάλλον ἤπερ εἰς ἐκεῖνο εἰς ὃ ἔσχατον μεταβάλλει κατὰ φύσιν συνεχῶς μεταβάλλον. καὶ ὅτι μὲν τὸ μεταξὺ παρ’ ἑκάτερα ἑαυτοῦ ἔχει τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ, δῆλον καὶ ἐκ τοῦ ὀνόματος. τοῦτο γάρ ἐστι τὸ δι’ ἑαυτοῦ μετάξον τὸ κινούμενον ἀπὸ θατέρου ἐπὶ θάτερον. διὸ καὶ ἐν ἐλαχίστοις τρισίν ἐστιν· ἀδύνατον γὰρ μὴ ἑκατέρωθεν ὄντος τινὸς εἶναι τὸ μεταξύ. ἐν ἐλαχίστοις δὲ τρισὶν εἶπε, διότι δύναται καὶ πλείω εἶναι τὰ μεταξύ τινων λαμβανόμενα. τὰ μέντοι ἄκρα δύο ἐστί, τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ, ἅπερ ἐστὶν ἐναντία ἔμμεσα· ἐξ ἐναντίου γὰρ καὶ εἰς ἐναντίον ἡ κατὰ φύσιν γίνεται κίνησις. εἰ γὰρ τὸ ἔσχατον τῆς μεταβολῆς, εἰς ὃ ἡ μεταβολὴ τελευτᾷ, ἐναντίον ἐστί, τὸ δὲ ἐναντίον ἐναντίῳ ἐναντίον ἐστί, καὶ τὸ πρῶτον ἐξ οὗ ἡ μεταβολὴ ἐναντίον. τὸ δὲ μεταξὺ τῶν ἐναντίων κατὰ τόπον μὲν φυσικῶς, ὁ μέσος τοῦ ἄνω τε καὶ κάτω, κατὰ ποιότητα δὲ τὸ καθ’ ἑκάστην ἐναντίωσιν τῶν ἐμμέσων ἐναντιώσεων μέσον, κατὰ δὲ τὸ ποσὸν τὸ μέσον τοῦ τελείου μεγέθους καὶ τοῦ ἀτελοῦς, ἐξ ὧν καὶ εἰς ἃ μεταβάλλει τὸ αὐξόμενον καὶ μειούμενον ἔτι σῳζόμενον· ὥρισται γὰρ τὰ κατὰ φύσιν ἑκάστῳ μεγέθη. τὰ δὲ ἄλλως μέσα τινῶν λεγόμενα οὐ κυρίως ἐστὶ μεταξύ, ἀλλὰ ἀπὸ τῆς πρὸς ταῦτα ὁμοιότητος λέγεται. τὸ δὲ κατὰ φύσιν συνεχῶς μεταβάλλον δηλωτικόν ἐστι τοῦ δεῖν τὸ μεταξύ, καθ’ ὃ ἡ κίνησις, ὁμοειδὲς εἶναι τοῖς ὧν ἐστι μεταξύ. τότε γὰρ συνεχῶς κινεῖται μηδὲν διαλείποντα ἢ ὀλίγον τοῦ ἐφ’ ὃ κινεῖται ἢ καθ’ ὃ κινεῖται.1 ταῦτα δὲ ἐξ ἐναντίου εἰς ἐναντίον. ἐπεὶ δύναταί τι εἰς τὸ ἄνω κινηθὲν κατὰ φύσιν πάλιν ἀπὸ τούτου εἰς τὸ κάτω κινεῖσθαι βίᾳ· ἀλλ’ οὐ διὰ τοῦτο ἔσται τὸ ἄνω μεταξὺ τοῦ κάτω, ἀφ’ οὗ καὶ ἐφ’ ὃ κεκίνηται τὸ κινούμενον. οὔτε γὰρ κατὰ φύσιν ἀμφότερα, οὔτε συνεχῶς. δῆλον δὲ ὅτι τῶν ἐναντίων τὰ μέν ἐστιν ἄμεσα, τὰ δὲ ἔμμεσα, καὶ ὅτι ἐν τοῖς ἐμμέσοις ἐναντίοις ἐστὶ τὸ μεταξύ. Εἰπὼν δὲ τοῦτο εἶναι μεταξύ, εἰς ὃ τὸ συνεχῶς κατὰ φύσιν κινούμενον πέφυκε πρῶτον μεταβάλλειν ἤπερ εἰς ὃ ἔσχατον, καὶ τί τὸ ἔσχατον, ὅτι τὸ ἐναντίον, ἀκολούθως λέγει τὸ συνεχὲς τοῦτο ποῖόν ἐστιν. ἐπειδὴ γὰρ μεταβολὴ διττὸν ἔχει τὸ συνεχές, τὸ μὲν ἀπὸ τοῦ χρόνου τὸ δὲ ἀπὸ τοῦ ὑποκειμένου, καθ’ ὃ ἡ μεταβολὴ γίνεται, οἷον τῆς ἀλλοιώσεως ἢ τῆς αὐξήσεως ἢ τῆς φορᾶς, καὶ ἑκάτερον συνεχὲς τοιοῦτόν ἐστιν ὡς μηδὲν ἢ ἐλάχιστον ἀπολείπειν (τὸ μὲν ἀπὸ τοῦ χρόνου κατὰ χρόνον, τὸ δὲ ἀπὸ τοῦ ὑποκειμένου κατὰ τὸ ὑποκείμενον), λέγει ὅτι οὐ τοῦ κατὰ χρόνον συνεχοῦς χρεία τῷ μεταβάλλοντι πρὸς τὴν εἰς τὸ μεταξὺ ἄφιξιν πρὸ τοῦ εἰς τὸ πέρας ἐλθεῖν· τοῦ πράγματος γὰρ ἢ τοῦ χρόνου εἶπεν ἀντὶ τοῦ ‘τοῦ πράγματος ἤπερ τοῦ χρόνου’·2 καὶ γὰρ διαλείποντος τοῦ χρόνου τῆς βαδίσεως, ὥστε τὸ βαδίζον ἀναπαυσάμενον πάλιν βαδίζειν, οὐδὲν κωλύει ἐλθεῖν εἰς τὸ τῆς βαδίσεως μεταξὺ καὶ τοῦ ὑποκειμένου μήκους, καὶ μὴ διαλείποντος δὲ τοῦ χρόνου, ἀλλὰ συνεχοῦς ὄντος ἐνδέχεται ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον εὐθὺς μεταβάλλειν, ὡς εἴ τις τὴν ὑπάτην κρούσας εἰς τὴν νήτην εὐθὺς μεταβαίνοι.

“居间者是它依本性首先到达的……[至]有限者是尺度。” 他在此谈论运动中的居间者,指出这便是居间者:它介于变化之物所由之变化的起点与它最终所变成的终点之间。因此,他也正是根据这一点来指明它:依本性连续变化之物首先到达它,而不是首先到达它作为终点最终所变成的那一物。而居间者在其自身的两侧分别具有“所由”与“所向”,从其名称也是显而易见的;因为这正是通过自身将运动之物从一端导向另一端者。因此,它也至少存在于三者之中;因为如果两侧没有事物存在,居间者便不可能存在。而他说“至少在三者之中”,是因为在某些事物之间所取的事物也可以是多个。然而,两端则是两个,即“所由”与“所向”,它们是具有中介的相反者;因为依本性的运动是从相反者到相反者发生的。因为如果变化的终极,即变化所终止于的终点是相反者,而相反者是与相反者相反的,那么变化所由出发的最初起点也是相反者。至于相反者之间的居间者,就处所而言,依自然乃是在上与在下的中间;就性质而言,乃是依凭各个具有中介的相反关系的中间;就数量而言,乃是完全的量度与不完全的量度之间的中间,增长之物与减少之物在仍得以保全自身的同时正是由这些量度出发并向这些量度变化的;因为对每一事物而言依本性的量度都是已被规定的。至于在其他意义上被称为某些事物之中间者,并非本真意义上的居间者,而是由于与这些事物的相似性才被如此称呼的。而“依本性连续变化之物”表明,运动依凭以发生的居间者,必须与它作为其居间者的那些事物属于同一种类。因为正是在那时,它们在针对其所朝向运动者或依凭以运动者毫无间断或仅有微小间断的情况下连续运动。而这些是从相反者到相反者的。因为依本性向上运动的某物,是有可能再从那里受强迫向下运动的;但并不能因此就说“上”成了运动之物所由出发并所向运动的“下”之间的居间者。因为两者既非都依本性,亦非连续的。显然,在相反者中,有些是无中介的,有些是有中介的,而居间者乃是存在于有中介的相反者之中的。在指出依本性连续运动之物在变成最终之物之前依本性首先变化成的乃是居间者、以及最终之物是什么(即相反者)之后,他紧接着说明这种“连续”是何种连续。因为既然变化具有双重的连续性,一种来自时间,另一种来自作为变化所依凭之底层的基体——例如变质、增长或位移——并且每一种连续性都是属于毫无脱节或极少脱节的那种(来自时间的在时间上连续,来自基体的在基体上连续),所以他说,对于变化之物在来到界限之前到达居间者而言,所需要的并不是就时间而言的连续性;因为他所说的“事物的或时间的”,乃是用来代替“事物的而非时间的”。因为即使步行的时间中断,以至于行走者休息后再行行走,也毫不妨碍它来到步行的居间处以及底层长度的中间;而即便时间没有中断而是连续的,也有可能直接从相反者变化到相反者,正如有人敲击了最低音后立刻转到最高音一样。

语法注2 条
  1. 5.28μηδὲν διαλείποντα ἢ ὀλίγον τοῦ ἐφ’ ὃ κινεῖται ἢ καθ’ ὃ κινεῖται

    分词 διαλείποντα 为中性复数主格,与单数限定动词 κινεῖται 隐含的中性复数主语(如 τὰ κινούμενα)一致,并以 μηδὲν ... ἢ ὀλίγον 为宾格宾语。属格从句 τοῦ ἐφ’ ὃ κινεῖται ἢ καθ’ ὃ κινεῖται 由表示间隔、间断的动词 διαλείπω 支配,用作分离属格,意为在其所向或所依凭以运动的进程中“不留间隔”或“不发生脱节”。

  2. 5.28τοῦ πράγματος γὰρ ἢ τοῦ χρόνου εἶπεν ἀντὶ τοῦ ‘τοῦ πράγματος ἤπερ τοῦ χρόνου’

    关于亚里士多德原文中连词 ἤ 的构文解释。辛普利丘指出,亚里士多德所说的“事物的或时间的”(τοῦ πράγματος ἢ τοῦ χρόνου)中的选择连词 ἤ,在此是用来替代表示比较的 ἤπερ(“与其说……不如说……”或“而非”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:871.16-873.1