← 辛普里丘

亚里士多德《物理学》注释

§870.9-871.15

端点在一起作为接触的定义

围绕“端点在一起”这一相接触的定义(226b23),辛普利丘探讨了亚历山大的解释。亚历山大虽将“端点”理解为表面而非部分,却因固执于自己的定义而将“在一起”改释为“重合”;辛普利丘对此提出批评,指出相接触乃是从“在一起”向连续性的推进。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.27

" Ἅπτεσθαι δὲ ὧν τὰ ἄκρα ἅμα." Ζητεῖ μὲν ἐν τούτοις καλῶς ὁ Ἀλέξανδρος, ἐπειδὴ διχῶς τὰ ἄκρα λέγεται, τὰ μὲν ὡς μέρη τῶν ὧν ἐστιν ἄκρα, τὰ δὲ ὡς πέρατα, ποῖα ἄκρα τῶν ἁπτομένων ἅμα εἶναί φησι. τὰ δὲ ἐφεξῆς οὐκ οἶδα ὅπως ἐπάγει· “εἰ μὲν γὰρ τὰ ὡς μέρη φησίν, οὐκ ἔστι ταῦτα ἅμα· ἦν γὰρ ἅμα τὰ ἐν ἑνὶ τόπῳ πρώτῳ, ἅπερ συνεχῆ ἐστι. τὰ δὲ τῶν διῃρημένων καὶ ἁπτομένων σωμάτων μέρη οὐκ ἐν ἑνὶ πρώτῳ τόπῳ ἐστίν (οὔτε γὰρ συνεχῆ ἐστιν ἀλλήλοις οὔτε κατὰ πάντα τὰ οἰκεῖα μόρια ἐφαρμόζει ἀλλήλοις), ἀλλ’ ἔστι καὶ αὐτὰ ἁπτόμενα ἀλλήλων. ἢ ἄκρα μέν, φησί, λέγει τὰς ἐπιφανείας καὶ τὰ πέρατα τῶν σωμάτων, καθ’ ἃ ἅπτεται ἀλλήλων. ἅμα δὲ ταῦτα λέγει καὶ ἐν τῷ αὐτῷ τόπῳ κατὰ συμβεβηκός. ὡς γὰρ ἡ ἐπιφάνεια ἡ τοῦ ἑτέρου τῶν ἁπτομένων σωμάτων κατὰ συμβεβηκὸς ἐν τόπῳ τῷ τὸ σῶμα οὗ ἐστι πέρας ἐν τόπῳ εἶναι,1 οὕτω καὶ αἱ ἀμφοτέρων ἐπιφάνειαι τῶν σωμάτων, καθ’ ἃς ἅπτονται ἀλλήλων, ἐν τόπῳ κατὰ συμβεβηκός, καὶ ἐν ᾧ ἡ ἑτέρα τέως ἦν, ἐν τούτῳ ἀμφότεραι γίνονται· ἐφαρμόζουσι γὰρ ἀλλήλαις ἐν τῇ τῶν σωμάτων ἁφῇ. δύναται δέ, φησί, τὸ ἅμα νῦν ἀντὶ τοῦ ἐφαρμόζειν λέγειν· τὰ γὰρ ἐφαρμόζοντα ἀλλήλοις καὶ ἅμα· ἅπτεται οὖν ταῦτα ἀλλήλων, ὧν τὰ πέρατα ἐφαρμόζει ἀλλήλοις καὶ οὕτως ἐστὶν ἅμα· τὸ γὰρ πρότερον εἰρημένον ἅμα οὐχ ἁπλῶς, ἀλλ’ ὡς προσέθηκε ‘κατὰ τόπον’. καὶ εἴη ἄν, φησίν, ἄλλο τοῦτο σημαινόμενον τοῦ ἅμα.” ἐν δὴ τούτοις ὁ Ἀλέξανδρος τὴν τοῦ ἅμα ἐξήγησιν ἑαυτοῦ φυλάττων, καθ’ ἣν ἔλεγε τὰ ἅμα συνεχῆ εἶναι ἀπορεῖ δικαίως, πῶς τῶν ἁπτομένων ἅμα τὰ πέρατα ἔσται, καὶ ἀναγκάζεται ἄλλο τοῦ ἅμα σημαινόμενον εἰσάγειν, τὸ ἐφαρμόζον. ἔστι δὲ οὐκ ἄλλο, ἀλλὰ ἄλλων·2 ἐκεῖνο μὲν γὰρ τὸ ἅμα τῶν σωμάτων ἦν τῶν ἐν ἑνὶ τόπῳ τῷ προσεχῶς αὐτὰ περιέχοντι, κἂν ἦν οἶμαι καὶ ἄλλα τὰ ὑπὸ τοῦ αὐτοῦ τόπου περιεχόμενα (καὶ γὰρ καὶ αὐτὰ ἅμα τοῖς πρότερον εἰρημένοις ἦν), ἐν δὲ τοῖς ἁπτομένοις οὐ τὰ σώματα αὐτὰ μόνα ὑπὸ ἑνὸς τόπου περιέχεσθαι λέγει, κἂν διῃρημένα ᾖ, ἀλλὰ καὶ τὰς ἐπιφανείας αὐτῶν συνῆφθαι καὶ ἐν ἑνὶ τόπῳ εἶναι, ὡς πέφυκεν ἡ ἐπιφάνεια ἐν τόπῳ εἶναι. προποδισμὸς γὰρ ἀπὸ τοῦ ἅμα ἐπὶ τὴν συνέχειαν καὶ τὴν ἕνωσίν ἐστι τὸ ἅπτεσθαι. τὰ γὰρ ὑπὸ ἑνὸς τοῦ προσεχοῦς τόπου περισχεθέντα, ὅταν πελάσῃ ἀλλήλοις, ὡς τὰς ἐπιφανείας συνάψαι καὶ ἐν ἑνὶ τόπῳ ποιῆσαι ἐφαρμοζούσας ἀλλήλαις διὰ τὸ ἀβαθές, τότε ἅπτεσθαι λέγεται ἀλλήλων, ὥσπερ ὅταν αἱ δύο ἐπιφάνειαι μία γένωνται, τότε συνεχίζεται. δῆλον δὲ τοῦτο οὕτως ἔχον καὶ ἐκ τοῦ τὰ μὲν ἁπτόμενα πάντως καὶ ἅμα εἶναι, τὰ δὲ ἅμα ὄντα μὴ πάντως καὶ ἅπτεσθαι.

“其端点在一起者即为相接触。” 亚历山大在这些地方提出了很好的探讨:既然“端点”有两种说法,一者作为其所属之物的各个部分,另一者作为界限,那么他[亚里士多德]所说的相接触之物是何种端点在一起呢?但接下来的内容,我不知道他是如何补充的。因为[亚历山大说]:“如果他是指作为部分的端点,这些并不是在一起的;因为在一起的是在同一个第一处所中的事物,而这些事物是连续的。但被分割且相接触的物体的各个部分并不在同一个第一处所中(因为它们既非彼此连续,亦非在所有固有的部分上彼此重合),而是它们自身也彼此相接触。或者,他说,他所说的端点是指物体的表面与界限,各物体正是依凭这些表面与界限而彼此相接触。而他说这些端点在一起且在同一处所中,乃是偶适的。因为正如相接触的物体之一的表面是偶适地在处所中——因其作为其界限的物体在处所中——两物体的表面(即它们依凭以彼此相接触的表面)同样也是偶适地在处所中,并且在其中一者原先所在的[处所]中,如今二者都在其中了;因为它们在物体的接触中彼此重合。他说,此处的‘在一起’也有可能是用来代替‘重合’;因为彼此重合者也是在一起的。因此,凡其界限彼此重合并因而在一起的事物,就是彼此相接触的;因为先前所说的‘在一起’并不是单纯地说的,而是正如他所补充的,‘就处所而言’。他说,这也许是‘在一起’的另一种涵义。”正是在这些论述中,亚历山大由于固守自己对“在一起”的解释——依照该解释,他曾说在一起之物是连续的——因而理所当然地产生了疑难:相接触之物的界限怎会在一起?并且他被迫引入了“在一起”的另一种涵义,即“重合”。然而这并不是另一种[涵义],而是关涉到另一些事物。因为先前那种“在一起”是针对在直接包容它们的单一处所中的物体而言的——即使我认为还有被同一处所包容的其他物体(因为它们也会与先前所说的事物在一起)——而在相接触的事物中,他不仅说物体本身被单一处所包容(即使它们是被分割的),而且说它们的表面也结合在一起并在同一个处所中,正如表面依其本性在处所中那样。因为相接触乃是从“在一起”向连续性和统一性的推进。因为被一个直接处所包容的事物,当它们彼此靠近,以至于结合它们的表面并使它们在同一处所中、因没有厚度而彼此重合时,那时它们就被说成是彼此相接触的,正如当两个表面合而为一时,那时它们就变成了连续的。这一点之所以如此,从凡相接触者必定在一起、而在一起者未必相接触这一事实中,也是显而易见的。

语法注2 条
  1. 5.27τῷ τὸ σῶμα οὗ ἐστι πέρας ἐν τόπῳ εἶναι

    带定冠词中性单数与格 τῷ 的不定词结构(τῷ ... εἶναι)在此表示原因或依据,意为“因其作为其界限的物体在处所中”,用于解释前文“表面偶适地在处所中(κατὰ συμβεβηκός)”的成立理由。

  2. 5.27ἔστι δὲ οὐκ ἄλλο, ἀλλὰ ἄλλων

    省略主语(如 τὸ σημαινόμενον“涵义”)的谓语结构,主格补足语 ἄλλο 与表示所属的属格 ἄλλων 形成对比,意为“它不是另一种[涵义],而是关涉到另一些事物[的涵义]”。辛普利丘以此反驳亚历山大将问题归咎于词义的多义性,主张这并非概念意义不同,而是同一概念应用于不同对象(表面而非物体本体)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:870.9-871.15