← 辛普里丘

亚里士多德《物理学》注释

§868.23-870.8

处所上的共在与分离之定义

围绕亚里士多德关于在处所上“共在”与“分离”的定义,辛普里丘探讨了“处于一个第一处所中”的含义,批评了亚历山大将其等同于连续性的解释,并结合欧德谟的观点,区分了基于直接特有处所的严格意义与较粗疏的引申意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.26

" Ἅμα μὲν οὖν λέγω εἶναι ταῦτα κατὰ τόπον ἕως τοῦ χωρὶς δὲ ὅσα ἐν ἑτέρῳ." Ἅμα εἶναι λέγει κατὰ τόπον ταῦτα, ὅσα ἐν ἑνὶ τόπῳ ἐστὶ τῷ πρώτῳ. τίς οὖν ὁ εἷς τόπος καὶ τίς ὁ πρῶτος, διακριτέον. “εἷς μὲν οὖν ἐστιν, ὥς φησιν Ἀλέξανδρος, ὁ μὴ διῃρημένος, ἀλλὰ συνεχής, τῷ καὶ αὐτὰ τὰ ἅμα λεγόμενα ἐν τόπῳ συνεχῆ ἀλλήλοις εἶναι1 ὡς τὰ τοῦ συνεχοῦς μέρη. οὐ γὰρ ὅτι ἐν ἑνὶ τῷ αὐτῷ κατ’ ἀριθμόν ἐστι τόπῳ δύο σώματα ἢ πλείω, τὰ ἅμα λεγόμενα εἶναι, ὡς δι’ ἀλλήλων χωρεῖν (τοῦτο γὰρ ἀδύνατον ἀποδέδεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ), ἀλλ’ ὅτι ὅσα μὴ διῄρηται μηδὲ ὑπὸ οἰκείας ἐπιφανείας περιέχεται, ταῦτα οὐδὲ ἴδιον ἔχει τόπον. ἓν γάρ ἐστι καὶ συνεχὲς καὶ τὸ τοῦ περιέχοντος πέρας τὸ περιέχον τὰ οὕτως ἡνωμένα ἀλλήλοις.” οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος τὸν ἕνα τόπον τὸν συνεχῆ ἀκούει καὶ τὰ ἅμα ἐν τόπῳ συνεχῆ νομίζει εἶναι. καίτοι τὰ ἅμα μᾶλλον διέστηκεν ἀλλήλων ἤπερ τὰ ἁπτόμενα, καὶ τὰ ἁπτόμενα μᾶλλον ἤπερ τὰ συνεχῆ, ὡς μαθησόμεθα. πῶς οὖν τὰ ἅμα συνεχῆ; ἀλλ’ ἕνα τόπον ῥητέον τῶν ἅμα κατὰ τόπον λεγομένων, τὸν προσεχῶς διῃρημένα αὐτὰ περιέχοντα2 τὴν πόλιν, εἰ ἐν πόλει καὶ τὸν περίβολον, εἰ ἐν περιβόλῳ. τὸ δὲ πρώτῳ πρόσκειται μηνυτικὸν τοῦ προσεχῶς οἰκείου τόπου τῶν ἅμα λεγομένων ἐν τόπῳ· ταῦτα γάρ ἐστι τὰ κυρίως ἅμα κατὰ τόπον, ἐπεὶ κοινότερον ἅμα λέγονται ἐν τόπῳ εἶναι καὶ τὰ ἐν τῇ αὐτῇ οἰκίᾳ ὄντα καὶ τὰ ἐν τῷ αὐτῷ θεάτρῳ καὶ τὰ ἐν τῇ αὐτῇ πόλει καὶ τὰ ἐν τῷ κόσμῳ. ἀλλ’ οὔτε εἷς κυρίως ὁ τῶν οὕτως ἅμα λεγομένων τόπος οὔτε προσεχὴς καὶ οἰκεῖος πολλὰ καὶ ἄλλα ἐν ἑαυτῷ ἔχων, ἀλλ’ ὁ πρώτως καὶ κυρίως ἐστὶ τόπος ὁ προσεχῶς περιέχων τοῦτο, ὃ λέγεται “ἐν ἑαυτῷ” εἶναι ὡς ἐν τόπῳ· οὕτω γὰρ ἐδίδαξεν αὐτὸς ἐν τῷ πρὸ τούτου βιβλίῳ. καὶ ἐπὶ τῶν παχυλῶς δὲ ἅμα λεγομένων εἶναι ἐν τόπῳ, ὡς ἐν οἰκίᾳ ἢ ἐν πόλει διὰ τὸ ὡς ἕνα καὶ προσεχῆ τόπον λαμβάνεσθαι τὴν οἰκίαν ἢ τὴν πόλιν, κἂν μὴ κυρίως, διὰ τοῦτο καὶ αὐτὰ ἅμα λέγονται κοινότερον· τὸ γὰρ ἅμα συναγωγὸν ἔχον ἔννοιαν καὶ τὰ κεχωρισμένα συνάγει ἢ ἀκριβῶς ἢ παχύτερον, ἀκριβῶς μὲν ὅταν καὶ αὐτὸ ἀκριβῶς λέγηται τὸν ἕνα καὶ προσεχῆ τόπον ἀκριβῶς σημαῖνον, παχύτερον δὲ ὅταν ἐν διαφόροις μὲν ὑφ’ ἑνὸς δέ τινος περιεχομένοις, ἐν ᾧ λέγονται ἅμα εἶναι οἷον οἰκίᾳ ἢ πόλει· κυριώτερον δὲ ἅμα λέγεται τὰ ἐν ἐλάσσονι τῷ αὐτῷ· τὰ γὰρ ἐν τῇ αὐτῇ οἰκίᾳ τῶν ἐν τῇ αὐτῇ πόλει κυριώτερον ἅμα λέγεται καὶ τῆς οἰκίας τὰ ἐν τῷ αὐτῷ οἰκήματι καὶ τοῦ οἰκήματος τὰ ἐν μέρει, καὶ ἁπλῶς τὰ ἐν τῷ πρώτῳ ἀτόμῳ τῷ αὐτῷ τῷ μὴ καὶ ἄλλα σώματα στερεὰ περιέχοντι, κἂν ἀήρ τις ᾖ μεταξύ, κἂν μὴ συνεχῆ ᾖ μηδὲ ἁπτόμενα, ταῦτα κυρίως ἅμα. τοῖς κεκραμένοις δὲ τοῦτο μάλιστά φησιν ὑπάρχειν ὁ Εὔδημος, οὐδὲ τούτοις δὲ κυριώτατα· δύο γὰρ εἶναι σώματα οὐχ οἷόν τε ἅμα ἐν ἑνὶ καὶ ἀτόμῳ τόπῳ· ἀλλὰ κατὰ μὲν τὸν λόγον τὸ ἀκριβές φησι ζητητέον, κατὰ δὲ τὰς χρείας καὶ τὸ ἱκανὸν καὶ τὸ σύνεγγυς δὴ τούτου πᾶν ἅμα λεκτέον. Λέγεται δὲ καὶ ἐν χρόνῳ ἅμα τὰ ἐν τῷ αὐτῷ ἀτόμῳ χρόνῳ, ὃς δηλονότι καὶ εἷς καὶ προσεχής ἐστι. τὸ δὲ χωρὶς ἀπὸ τοῦ ἅμα δῆλόν ἐστι· τὰ γὰρ ἐν διεστῶσιν ἀλλήλων τόποις καὶ χρόνοις ὄντα ταῦτα χωρὶς ἀλλήλων ἐστὶ καὶ κατὰ τόπον καὶ κατὰ χρόνον.

“那么,我说在处所上共在是这些事物,直至,而在另一处所中的则是分离的。” 他说,凡处于一个第一处所之中的事物,是在处所上共在的。因此必须辨明,何为“一个处所”,何为“第一处所”。“正如亚历山大所言,一个处所是未被分割而是连续的处所,这是由于在处所中被说成共在的事物本身正如连续之物的诸部分一样彼此连续。因为并非由于两个或更多的物体处于数目上同一的处所中,即被说成共在的事物穿透彼此(因为这一点在本书前的一卷中已被证明是不可能的),而是由于凡未被分割、亦未被其特有的表面所包围的事物,这些事物连特有的处所也没有。因为包围以此种方式彼此结合的事物的包围者极限,也是一且连续的。”亚历山大便是这样将‘一个处所’理解为连续的处所,并认为在处所上共在的事物是连续的。然而,正如我们将会学到的,共在的事物彼此相隔得比接触的事物更远,而接触的事物又比连续的事物更远。那么,共在的事物如何是连续的呢?相反,对于在处所上被说成共在的事物而言,应当说那一个处所乃是在它们已被分割的状态下直接包围它们的处所——若在城邦中则是城邦,若在围墙内则是围墙。而‘第一’之所以被附加,是为了指明在处所中被说成共在的事物的直接特有处所;因为这些才是严格意义上在处所中共在的事物,因为在较普遍的意义上,处于同一房屋中的事物、处于同一剧场中的事物、处于同一城邦中的事物以及处于宇宙中的事物,也被说成是在处所中共在。但是,以这种方式被说成共在的事物的处所,既非严格意义上的一,亦非直接且特有的,因为它自身之内还包含着许多其他事物;相反,第一且严格意义上的处所乃是直接包围这个如在处所中一般被说成‘在其自身中’之物的处所;因为他本人在本书前的一卷中就是这样讲授的。并且,即便是对于在粗疏意义上被说成在处所中共在的事物而言(例如在房屋中或在城邦中),由于房屋或城邦被当作一个直接的处所(即使并非严格如此),由于这一缘故,它们自身也在较普遍的意义上被说成共在。因为‘共在’具有聚集的概念,它将分离的事物或严格地或较粗疏地聚集起来:严格地说,是当它自身也被严格地言说、严格地指称那一个直接处所之时;而较粗疏地说,则是当事物处于虽不同却被某个它们在其中被说成共在的一者(如房屋或城邦)所包围的处所中之时。而在同一较小者之中的事物被更严格地说成共在:因为处于同一房屋中的事物比处于同一城邦中的事物被更严格地说成共在,处于房屋中同一房间的事物又比房屋中的更严格,处于房间中一部分的事物又更严格,简而言之,处于不再包围其他坚硬物体的同一第一且不可分的处所中的事物,即便其中间有某种空气,即便它们既非连续亦非接触,这些事物才是严格意义上的共在。而欧德谟说,这一点最主要属于那些混合之物,但即便对这些而言也并非最严格的;因为两个物体不可能同时处于一个不可分的处所中;但他认为,在言论上固然应当探求严格者,然而依实际需要和充足性而言,凡极接近于此者皆当说成共在。而在同一不可分的时间之中的事物也被说成在时间上共在,显然这一时间也是一且直接的。而‘分离’从‘共在’即可明了;因为处于彼此相隔的诸处所和诸时间之中的事物,在处所上和在时间上都是彼此分离的。

语法注2 条
  1. 5.26τῷ καὶ αὐτὰ τὰ ἅμα λεγόμενα ἐν τόπῳ συνεχῆ ἀλλήλοις εἶναι

    带冠词的不定式与格,表原因,用以解释亚历山大将“一个处所”理解为“未分割且连续的处所”的根据。

  2. 5.26ἀλλ’ ἕνα τόπον ῥητέον τῶν ἅμα κατὰ τόπον λεγομένων, τὸν προσεχῶς διῃρημένα αὐτὰ περιέχοντα

    非人称动词性形容词 ῥητέον 带宾格宾语 ἕνα τόπον,分词短语 τὸν ... περιέχοντα 作其同位语(或谓语性补足语)。διῃρημένα 为表附加状态的谓语分词,意为“在它们处于被分割的状态下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:868.23-870.8