← 辛普里丘

亚里士多德《物理学》注释

§85.5-87.1

关于部分与整体疑难的诸家注疏与巴门尼德

辛普里丘考察了亚历山大和波菲利关于部分与整体疑难的观点,引述欧德谟的著作与亚里士多德的论述进行对比分析,并探讨了这一论题与巴门尼德关于一的存在者学说的关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14#4

εἰ μὲν γὰρ οὐ ταὐτά, ἕτερα, καὶ τὸ συνεχὲς ἂν πλείω εἴη· εἰ δὲ ταὐτὸν τὸ ἐκ τούτων συνεχὲς λεγόμενον τοῖς τοιούτοις μέρεσι, καὶ ταῦτα ἂν ταὐτὰ ἀλλήλοις εἴη· ὃ δοκεῖ ἄτοπον εἶναι, τὸ τὴν χεῖρα τῷ ποδὶ λέγειν τὴν αὐτήν.”1 ὁ μέντοι Πορφύριος τὴν ὅλην ἀπορίαν ἐπὶ τούτων λέγεσθαι νομίζει τῶν μερῶν, καίτοι σαφῶς τοῦ Ἀριστοτέλους ὡς περὶ ἄλλων ἐπάγοντος τὸ καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν. εἰ δέ τις λέγοι, φησὶν Ἀλέξανδρος, τῷ ὅλῳ τὸ μέρος ἐπὶ μὲν τῶν συνεχῶν τῶν ὁμοιομερῶν ταὐτὸν εἶναι, ἐπὶ δὲ τῶν ἀνομοιομερῶν μηκέτι, καὶ ἐπὶ τῶν ὁμοιομερῶν εὑρήσει μὴ ταὐτὸν ὄν, ἂν ὡς μέρους καὶ ὅλου τὴν ταὐτότητα λαμβάνῃ, καθὸ καὶ συνεχές ἐστι. καὶ γὰρ εἰ μὲν καθὸ συνεχές ἐστι, κατὰ τοῦτο ἓν καὶ ταὐτὸν τοῖς ἑαυτοῦ μέρεσι τὸ ὅλον λέγει, καὶ ἐπὶ τῶν ἀνομοιομερῶν ὁ αὐτὸς ἂν εἴη λόγος· καὶ γὰρ καὶ ταῦτα συνεχῆ· εἰ δὲ διαιρεθείη ἀπ’ ἀλλήλων, ὁμολογουμένως πολλὰ ἔσται καὶ τὰ ὁμοιομερῆ. εἰ δὲ ἐπὶ τῶν ἀνομοιομερῶν συνεχῶν ὄντων οὐ λέγουσι τὰ αὐτὰ εἶναι, οὐδὲ ἐπὶ τῶν ὁμοιομερῶν τὰ αὐτὰ ἐροῦσι διὰ τὴν συνέχειαν.” ταῦτα μὲν ὁ Ἀλέξανδρος. Ὁ μέντοι Εὔδημος, ὅτι μὲν διὰ τὸ δειχθῆναι τὸ συνεχὲς μὴ ὂν ἓν εἴρηκε, σαφῶς λέγει, μερῶν δὲ καὶ αὐτὸς ποτὲ μὲν διωρισμένων ποτὲ δὲ συνεχῶν μέμνηται. ἔχει δὲ οὕτως ἡ τοῦ Εὐδήμου λέξις· μετὰ τὸ δεῖξαι ὅτι οὐκ ἔστι τὸ ὂν οὕτως ἓν ὡς ἀδιαίρετον, ὅπερ αὐτὸς ἄτομον ἐκάλεσεν, ἐπάγει λέγων “ἀλλὰ μὴν οὐδὲ κατὰ συνέχειάν γε· τὰ γὰρ διωρισμένα τῶν μερῶν οὐκ ἔσται τὰ αὐτά. ἔχει δὲ αὐτὸ τοῦτο ἀπορίαν ἐξωτερικήν. εἰ μὲν γάρ ἐστι τῆς γραμμῆς τῶν μορίων ἕκαστον ταὐτὸν τῇ ὅλῃ, καὶ αὐτοῖς ταὐτὰ ἔσται· τὰ γὰρ ἑνὶ τὰ αὐτὰ ὡσαύτως καὶ † ὅλοις τὰ αὐτά. εἰ δὲ ἕτερον τῆς ὅλης ἕκαστον, ἆρά γε καὶ πάντα; εἰ δὲ τοῦτο, πῶς ὅλη ταὐτά ἐστιν; ἀλλὰ ταῦτα μὲν ἀφείσθω.” ἐν δὴ τούτοις ὅτι μὲν οὐδὲ εἰ ὡς συνεχὲς λέγοιτο τὸ ὄν, οὕτως ἕν ἐστι, δείκνυσι κατ’ ἄλλην ὡς οἶμαι ἐπιβολήν· “τὰ γὰρ διωρισμένα, φησί, τῶν μερῶν οὐκ ἔσται τὰ αὐτὰ” τοῖς συνεχέσιν. ὥστε κἂν συγχωρήσῃ τις ἓν εἶναι τὸ συνεχές, ἐπειδὴ τὰ διωρισμένα μέρη ἄλλα παρὰ τὰ συνεχῆ ἐστι, πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν. καὶ περὶ τῶν μερῶν δὲ ἀπορία τίς ἐστιν, ἣν οὗτος μὲν “ἐξωτερικὴν” καλεῖ, ὁ δὲ Ἀριστοτέλης “οὐδὲν πρὸς τὸν λόγον” φησί. καὶ γὰρ διαλεκτικὴ μᾶλλόν ἐστιν, ἐφ’ ἑκάτερα ἐνδόξως ἐπιχειροῦσα, καὶ οὐχ ἱκανὴ τὸν τοῦ συνεχοῦς λόγον ἐνοχλεῖν τὸν λέγοντα συνεχὲς εἶναι τὸ διαιρετὸν εἰς ἀεὶ διαιρετά. εὐδιάλυτος γάρ, ὡς δέδεικται, ἡ ἀπορία· πλὴν ὁ μὲν Εὔδημος ἐπὶ τῶν συνεχῶν μερῶν μόνων τὴν ἀπορίαν ἐκτίθεται, τὰ ἐφ’ ἑκάτερα ἐπιχειρήματα καὶ τὰ συναγόμενα ἀπ’ αὐτῶν ἄτοπα τιθείς, ὁ δὲ Ἀριστοτέλης καὶ ἐπὶ τῶν μὴ συνεχῶν μερῶν ἀλλὰ διωρισμένων δηλονότι τὴν αὐτὴν εἶναί φησιν ἀπορίαν. καὶ μόνον τίθησι τὸ ἑπόμενον ἄτοπον τοῖς τὸ αὐτὸ λέγουσι καὶ ἓν τὸ μέρος τῷ ὅλῳ. ὃ καὶ τὸν Πορφύριον οἶμαι πεποίηκεν εἰπεῖν, ὅτι πρὸς τοὺς τὸν τέταρτον τρόπον τοῦ ἑνὸς εἰσάγοντας ἀπαντᾷ μεταξύ. ἔστι δὲ οὐ τέταρτος τρόπος, ἀλλ’ ἀπορίας μέρος ἓν δεῖξαι βουλόμενον τὸ συνεχές. διὸ μέμνηται μὲν τῆς ὅλης ἀπορίας Ἀριστοτέλης λέγων ἔχει δὲ ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου πότερον ἓν ἢ πλείω τὸ μέρος καὶ τὸ ὅλον, μόνον δὲ τὸ ἑπόμενον ἄτοπον τοῖς ἓν λέγουσιν ἐπάγει, ὅτι καὶ οἱ τοιοῦτοι σφάλλονται (οἱ γὰρ ἕτερα λέγοντες κατορθοῦσι) καὶ ὅτι οὗτος ὁ λόγος ἐλέγχειν ἐδόκει τὸ πολλὰ εἶναι τὸ συνεχὲς καὶ διαιρετὸν εἰς ἀεὶ διαιρετὸν. Θαυμάζω δὲ ἔγωγε τοῦ Ἀριστοτέλους πρὸς ἐκεῖνα τοῦ ἑνὸς τὰ σημαινόμενα ἀντειρηκότος,2 ἃ καὶ ὁ Παρμενίδης τῷ ἑνὶ ὄντι προσεῖναί φησι. καὶ γὰρ συνεχὲς αὐτὸ ἀνυμνεῖ τῷ ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει, καὶ ἀδιαίρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον. ἀλλὰ καὶ τὸ πάντων ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον τὸν τοῦ ὄντος ὁ Παρμενίδης φησὶν ἐν τούτοις χρὴ τὸ λέγειν τε νοεῖν τ’ ἐὸν ἔμμεναι·3 ἔστι γὰρ εἶναι, μηδὲν δ’ οὐκ ἔστιν. εἰ οὖν ὅπερ ἄν τις ἢ εἴπῃ ἢ νοήσῃ τὸ ὄν ἐστι, πάντων εἷς ἔσται λόγος ὁ τοῦ ὄντος, οὐδὲν γὰρ ἔστιν ἢ ἔσται [πάρεξ] ἄλλο πάρεξ τοῦ ἐόντος, ἐπεὶ τό γε μοῖρ’ ἐπέδησεν οὖλον ἀκίνητόν τ’ ἔμεναι· τῷ πάντ’ ὄνομ’ ἔσται.

“因为如果不是同一的,就是相异的,而连续之物就将是多数;但如果由这些构成的所谓连续之物与这样的部分是同一的,这些部分彼此也将是同一的;而把手说成与脚是同一的,这似乎是荒谬的。”然而波菲利认为整个疑难是就这些部分而言的,尽管亚里士多德明确添加了“以及关于不连续的部分”,仿佛是就其他部分而言的。亚历山大说:“如果有人说,在同质部分的连续事物上部分与整体是同一的,但在异质部分的事物上不再如此,那么如果他把同一性把握为部分与整体的同一性,只要它是连续的,他就会发现在同质部分的事物上也不是同一的。因为如果就它是连续的而言,他以此断定整体与其自身的部分为一且同一,那么同样的论述在异质部分的事物上也适用;因为这些也是连续的;但如果彼此分割开来,公认同质部分的事物也将是多数。然而如果在异质部分的事物处于连续状态时他们不说它们是同一的,那么由于连续性,在同质部分的事物上他们也不会说是同一的。”亚历山大的论述就是这些。 然而欧德谟明确说,亚里士多德这样讲是因为连续之物被证明不是一,而且他自己有时提到分立的部分,有时提到连续的部分。欧德谟的文句如下:在证明了存在者不是作为不可分之物为一(他自己称之为不可分者)之后,他接着说:“然而绝非就连续性而言也是如此;因为各部分中分立的部分将不是同一的。而这本身包含着一个外在的疑难。因为如果一条线的各个部分与整体是同一的,它们彼此也将是同一的;因为与一者同一的事物同样也与整体同一。但如果各个部分与整体相异,难道所有部分也都相异吗?如果是这样,整体又怎能与这些部分同一呢?但这些问题且放一旁吧。”在这些话中,欧德谟以另一种思路(依我之见)表明,即使存在者被说成是作为连续之物,它按此方式也不是一:“因为各部分中分立的部分,”他说,“将不是同一的”于连续的部分。因此即使有人承认连续之物是一,既然分立的部分不同于连续的部分,存在者也是多数而不是一。而且关于部分也有某种疑难,欧德谟称之为“外在的”,而亚里士多德则说它“与论证无关”。因为它更多是辩证性的,在两方面都能作出合乎情理的推论,不足以动摇关于连续之物的定义,即主张连续之物是可分入永远可分者之物的定义。因为正如已经证明的,这一疑难是容易化解的;只不过欧德谟仅仅针对连续的部分陈述疑难,列出两方面的推论以及从中得出的荒谬结论,而亚里士多德则明确说同样的疑难在不连续的部分(即分立的部分)上也成立。并且他仅仅列出了那些把部分与整体说成同一且为一的人所面临的荒谬后果。我想,这也就是促使波菲利说亚里士多德在中间回应那些引入一的第四种方式的人的原因。但这并不是第四种方式,而是意图表明连续之物为一的疑难的一部分。因此亚里士多德提到了整个疑难,说“它关于部分与整体包含着疑难,究竟部分与整体是一还是多数”,但他仅仅引出了那些说它们为一的人所面临的荒谬后果,因为这样的人也是错误的(因为那些说相异的人是对的),并且因为这一论述似乎反驳了连续之物是多数且可分入永远可分之物的观点。 至于我,则对亚里士多德反驳一的那些含义感到赞叹,巴门尼德也说那些含义属于一的存在者。因为巴门尼德称颂它为连续的,说道“它是完全连续的;因为存在紧邻存在”,并且它是不可分的,“因为完全是一样的”。再者,巴门尼德在这些诗行中说,一切事物的言说乃是存在的言说,是单一且同一的:“言说与思想必须是存在;因为存在是可以存在的,而无则不存在”。因此,如果任何人不论言说还是思想的任何事物都是存在,那么一切事物的定义都将是关于存在的一项定义;“因为除了存在之外,没有任何事物现在是或将来会是另外的存在,因为命运已将它束缚为完整且不动的;因此一切都将是名称”。

语法注3 条
  1. 1.14ὃ δοκεῖ ἄτοπον εἶναι, τὸ τὴν χεῖρα τῷ ποδὶ λέγειν τὴν αὐτήν

    带定冠词的不定式短语 τὸ τὴν χεῖρα τῷ ποδὶ λέγειν τὴν αὐτήν 作为主格关系代词 ὃ 的同位语,具体说明了荒谬的内容(“即把手说成与脚是同一的”)。

  2. 1.14Θαυμάζω δὲ ἔγωγε τοῦ Ἀριστοτέλους πρὸς ἐκεῖνα τοῦ ἑνὸς τὰ σημαινόμενα ἀντειρηκότος

    动词 θαυμάζω 支配表示原因或对象的情感属格(τοῦ Ἀριστοτέλους ... ἀντειρηκότος),结构意为“我对亚里士多德……提出反驳感到赞叹”。

  3. 1.14χρὴ τὸ λέγειν τε νοεῖν τ’ ἐὸν ἔμμεναι

    引自巴门尼德残篇(DK 28 B6.1)。在非人称动词 χρή 下,带冠词的不定式 τὸ λέγειν τε νοεῖν τʼ 作为 ἔμμεναι(即 εἶναι)的宾格主语,ἐόν 作宾格表语(“必须说并且思想是存在”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:85.5-87.1