- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:867.6-868.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修总结了亚里士多德关于变化、运动与静止的整体探究结论(226b16),并随后阐述了在下一节(226b18)引入“共在”、“接触”、“连续”等概念的自然哲学目的及其在全书脉络中的定位。
" Τί μὲν οὖν ἐστι κίνησις ἕως τοῦ φανερὸν ἐκ τῶν εἰρημένων." Συμπεραίνεται λοιπὸν τὸ ὅλον πρόβλημα τὸ διακρῖναν τὴν κίνησιν τῶν ἄλλων μεταβολῶν καὶ τὰς κατηγορίας ἐν αἷς ἐστιν ἡ κίνησις ἀφορισάμενον καὶ τὴν ἠρεμίαν πῶς ἔχει πρὸς τὴν κίνησιν ὑποδεῖξαν. τί μὲν οὖν ἐστιν ἡ κίνησις εἴρηκε μεταβολὴν αὐτὴν εἰπὼν ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον ὑπομένοντος τοῦ ὑποκειμένου καὶ μεταβάλλοντος· τί δὲ ἠρεμία, ὅτι † στερήσεως ἀκινησία1 τοῦ πεφυκότος κινεῖσθαι, ὅτε πέφυκε καὶ οὗ πέφυκε καὶ ὡς πέφυκε· πόσαι δὲ αἱ μεταβολαί, ὅτι πᾶσαι αἱ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ πρόοδοι μένοντος ἔτι τοῦ δυνάμει· καὶ ὅτι τούτων κινήσεις μὲν αἱ ἐξ ἐναντίου εἰς ἐναντίον, ὡς εἴρηται, αἱ δὲ ἄλλαι αἱ κατὰ ἀντίφασιν γενέσεις καὶ φθοραί. τὸ γὰρ ἐν ταῖς τρισὶ κατηγορίαις εἶναι τὴν κίνησιν, τῷ ποιῷ, τῷ ποσῷ, τῷ ποῦ, ἤδη πρότερον συνεπεράνατο, ὅτε ἔλεγεν “ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσίν, ἐκ τούτων δῆλον”.
“那么,运动是什么,直至,从所言者中是显然的。” 整个探究在此得出结论,它将运动与其他变化区分开,规定了运动存在于其中的诸范畴,并指明了静止对运动处于何种关系。关于运动是什么,他已经讲过,说它是在底层主体持存并变化的同时从相反者向相反者的变化;关于静止是什么,[他讲过]它是那依本性适于被运动者在它依本性适于的当时、依本性适于的处所和依本性适于的方式上的缺乏之不动性;关于变化有多少种,[他讲过]它们全都是在潜在者仍持存的同时从潜在者向现实态的前进;并且在这些变化之中,正如所说,从相反者向相反者的是运动,而依矛盾关系的其余者则是生成和消灭。因为关于运动存在于三个范畴——性质、数量和处所——之中,他早先在说“因此,唯独这三者是运动,从这些中是显而易见的”时,就已经得出过结论了。
"Μετὰ δὲ ταῦτα λέγωμεν τί ἐστι τὸ ἅμα ἕως τοῦ καὶ τοῖς ποίοις ἕκαστον τούτων, ὑπάρχειν πέφυκεν." Τῶν πρώτων πέντε βιβλίων τῆς Φυσικῆς ἀκροάσεως σκοπὸν ἐχόντων περὶ τῶν φυσικῶν ἀρχῶν καὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων διδάξαι τὸ πέμπτον τοῦτο βιβλίον τὸν περὶ τῆς μεταβολῆς λόγον ἐτελεώσατο·2 ἐν μὲν γὰρ τῷ τρίτῳ τὸ κοινὸν τέως πάσης μεταβολῆς ἀποδέδωκε κίνησιν ὀνομάσας αὐτήν, ἐνταῦθα δὲ ἀναλαβὼν τὸν λόγον τὸ γένος τῆς μεταβολῆς εἰς τὰ οἰκεῖα διελὼν εἴδη ἓν τούτων τὴν κίνησιν οὖσαν ἀπέδειξε, καὶ τίνι τῶν ἄλλων μεταβολῶν διαφέρει παραδέδωκε καὶ ἐν τίσι γένεσι τῶν ὄντων τὴν ὑπόστασιν ἔλαχε. τὸ δὲ ἐντεῦθεν διδάσκει περί τινων τῶν καὶ αὐτῶν κοινῶς παρακολουθούντων τοῖς φυσικοῖς πράγμασι τοῖς ἐν τόπῳ τὴν ὑπόστασιν ἔχουσιν. καί μοι δοκεῖ τὰ μὲν περὶ τῶν μεταβολῶν ἐν τούτοις εἰρημένα τοῖς ἐν τῷ τρίτῳ βιβλίῳ περὶ κινήσεως ῥηθεῖσι τὸ πλῆρες ἀποδιδόναι, τὰ δὲ ἐντεῦθεν ῥηθησόμενα τοῖς περὶ τόπου λόγοις ἀκολουθεῖν, οὓς ἐν ἀρχῇ τοῦ τετάρτου βιβλίου συνεπεράνατο. ἔχει δέ τινα χρείαν ταῦτα, τὰ μὲν πρὸς τὰ ἐφεξῆς ἐν τοῖς τρισὶ βιβλίοις περὶ κινήσεως ῥηθησόμενα, τὰ δὲ πρὸς τὸ δεῖξαι ὅτι μὴ γίνεται συνεχές τι ἐξ ἀμερῶν· διὸ καὶ ἀρχόμενος τοῦ ἕκτου βιβλίου ἐπὶ τούτοις ὡς δεδειγμένοις ποιεῖται τὸν λόγον εἰπών “ἐπεὶ δέ ἐστι συνεχὲς καὶ ἁπτόμενον καὶ ἐφεξῆς.” ὅτι δὲ ὡς τῷ φυσικῷ χρησίμων ὄντων μνήμην αὐτῶν ποιεῖται νῦν, δῆλον εὐθὺς ἀπὸ τοῦ ἅμα·3 ἐν μὲν γὰρ ταῖς Κατηγορίαις, ὅπου περὶ τῶν σημαντικῶν φωνῶν ἦν ὁ λόγος, ὡς πλεοναχῶς λεγόμενον τὸ ἅμα διελὼν εἰς τὰ σημαινόμενα τὰ μὲν τῷ χρόνῳ εἶπεν ἅμα, τὰ δὲ τῷ συναναιρεῖν ἄλληλα, καὶ μηδέτερον αἴτιον εἶναι θατέρῳ τοῦ εἶναι, τὰ δὲ τῷ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρῆσθαι. ἐνταῦθα δὲ τούτων μὲν οὐδενὸς μνημονεύει, τίνα δὲ λέγεται κατὰ τόπον ἅμα εἶναι, νῦν ἐκτίθεται· τοῖς γὰρ φυσικοῖς σώμασι τὸ ἅμα κατὰ τόπον μάλιστα ὑπάρχει. ζητεῖν δὲ ἀξιοῖ καὶ ἐν ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκεν, ὅπερ διὰ τοῦ τί ἐστιν ἕκαστον δηλωθήσεται. δείξει δὲ καὶ αὐτός, ὅτι τὸ μὲν ἅμα καὶ τὸ χωρὶς καὶ τὸ ἅπτεσθαι καὶ τὸ ἐχόμενον καὶ τὸ συνεχὲς καὶ τὸ μεταξὺ ἐν τοῖς θέσιν ἔχουσι θεωρεῖται, τὸ δὲ ἐφεξῆς καὶ ἐν τοῖς οὐκ ἔχουσι θέσιν ὥσπερ ἐν ἀριθμοῖς.
“在这些之后,让我们说明什么是‘共在’,直至,以及这些之中的每一者依本性适于属于何种事物。” 在《物理学》前五卷旨在讲授关于自然本原以及共同伴随所有自然事物之属性的情况下,这第五卷完结了关于变化的论述。因为在第三卷中,他暂且给出了所有变化的共同属性并将其命名为运动,而在这里重新捡起这一论述,将变化的属区分为其特有的诸种,证明了运动是这些种之一,传授了它与其他变化在何种方面有所区别,并指明了它在存在的哪些属中获得了其实存。从这里开始,他讲授关于某些自身也共同伴随在处所中具有其实存的自然事物的属性。依我之见,在此处关于变化所言的内容,使得第三卷中关于运动所言者达于完备,而从这里开始将被言及的事物,则承接着他在第四卷开头得出结论的关于处所的论述。这些内容具有某种功用,部分是针对在后三卷中接着将被论及的关于运动的事物,部分则是针对证明没有连续之物是由无部分者生成的;因此在开启第六卷时,他也以这些已被证明的事物为依据来进行论述,说:“既然存在着连续的、接触的和相继的。”至于说他现在提及它们是由于它们对自然哲学家是有用的,这一点从“共在”立即显明。因为在《范畴篇》中,当论述是关于有意义的言词时,由于“共在”有多重含义,他将其区分为诸意义,说有些事物是在时间上共在,有些是通过相互取消且任何一方都不是另一方存在的原因,还有一些是通过由同一属相对区分开而共在。但在这里他未提及这些之中的任何一种,而是现在阐述哪些事物被说成在处所上共在;因为对于自然物体而言,“共在”最主要依处所而存在。而且他认为也应当探究这些之中的每一者依本性适于存在于何种事物之中,这一点将通过每一者是什么而得以阐明。他自己也将指出,“共在”、“分离”、“接触”、“相连”、“连续”和“居间”是在具有位置的事物中被考察的,而“相继”则在不具有位置的事物中(如在数中)也被考察。
- 5.24στερήσεως ἀκινησία
此处文本传抄有误并在底本中带剑号,但在句法上它充当主动词 εἴρηκε 的宾语从句:ὅτι [ἐστι] στερήσεως ἀκινησία(“[静止是]缺乏之不动性”)。虽然它也可被视为 στερήσει(“依缺乏”)或 στέρησις(“缺乏”)的讹误,但在此仍可直接理解为呼应前文将静止规定为缺乏的名词短语骨架。
- 5.25Τῶν πρώτων πέντε βιβλίων τῆς Φυσικῆς ἀκροάσεως σκοπὸν ἐχόντων ... τὸ πέμπτον τοῦτο βιβλίον τὸν περὶ τῆς μεταβολῆς λόγον ἐτελεώσατο
句首的属格短语(Τῶν πρώτων πέντε βιβλίων ... σκοπὸν ἐχόντων ...)构成了属格独立结构,为主句的主语(τὸ πέμπτον τοῦτο βιβλίον)和主动词(ἐτελεώσατο)提供了背景性情境(“在前五卷旨在……的情况下,这第五卷完结了……”)。
- 5.25ὅτι δὲ ὡς τῷ φυσικῷ χρησίμων ὄντων μνήμην αὐτῶν ποιεῖται νῦν, δῆλον εὐθὺς ἀπὸ τοῦ ἅμα
句子的骨架是由 ὅτι 引导的主语从句:ὅτι ... μνήμην αὐτῶν ποιεῖται νῦν [ἐστι] δῆλον ...(“他现在提及它们……是从……显而易见的”)。在此从句内部,带有 ὡς 的独立属格分词结构(ὡς τῷ φυσικῷ χρησίμων ὄντων)充当状语修饰 μνήμην ποιεῖται(提及),表示其行为的理由或视角(“作为对自然哲学家有用的事物”)。
