← 辛普里丘

亚里士多德《物理学》注释

§865.7-867.5

不动者的四种含义与作为缺乏的静止

辛普里丘注解了226b10关于“不动者”的四分法(依本性完全不可能运动者、缓慢运动者、缓慢开始运动者、在适当时机/地点/方式下不运动者即严格意义的静止),并阐明了静止何以被称作运动的相反者与缺乏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.23

" Ἀκίνητον δέ ἐστι τό τε ὅλως ἀδύνατον κινηθῆναι ἕως τοῦ ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ." Διακρίνας τὴν κίνησιν ἀπὸ τῆς γενέσεως καὶ φθορᾶς καὶ αὐτὴν καθ’ αὐτὴν ἀφορισάμενος, ὅτι ἐστὶν ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον μεταβολὴ ὑπομένοντος τοῦ ὑποκειμένου καὶ μεταβάλλοντος, καὶ δείξας ἐν τίσιν μὲν τῶν τοῦ ὄντος γενῶν ἔστι κίνησις, ἐν τίσι δὲ οὐκ ἔστιν, ἀκολούθως ἂν καὶ περὶ ἠρεμίας εἶπεν,1 ἥτις ἀντίκειται τῇ κινήσει στέρησις οὖσα αὐτῆς. ὁ δὲ εἰς τὸ καθολικώτερον ἀνελθὼν περὶ ἀκινησίας λέγει, ὑφ’ ἣν καὶ ἡ ἠρεμία τάττεται. καὶ διαιρεῖ τὸ ἀκίνητον τετραχῶς, κυρίως μὲν ἀκίνητον λέγων τὸ μὴ πεφυκὸς ὅλως κινεῖσθαι. καὶ παράδειγμα τοῦ κυρίως μὴ πεφυκότος παρέθετο τὸ τὸν ψόφον ἀόρατον λέγεσθαι·2 ὅλως γὰρ οὐ πέφυκεν ὁ ψόφος ὁρᾶσθαι. ἀκίνητοι δὲ οὕτως εἰσὶν καὶ οἱ ἐν τῷ οὐρανῷ πόλοι ὡς μὴ πεφυκότες κινεῖσθαι, ἀλλ’ οὗτοί γε κἂν καθ’ αὑτὸ μὴ κινῶνται, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ ἐν κινουμένῳ εἶναι. κυριώτατα δὲ ἀκίνητοί εἰσιν αἱ πάντῃ χωρισταὶ σωμάτων οὐσίαι· αὗται γὰρ οὐδὲ κατὰ συμβεβηκὸς πεφύκασι κινεῖσθαι. λέγεται δὲ καταχρηστικώτερον ἀκίνητον τὸ κινούμενον μέν, βραδέως δὲ κινούμενον, ὡς ἐν πολλῷ χρόνῳ ὀλίγον ἐξανύειν διάστημα. ὥστε τῇ αἰσθήσει ἢ μηδὲ ὅλως δοκεῖν κινεῖσθαι ἢ βραχύτατον, ὡς οἱ ἀπλανεῖς ἀστέρες ἀκίνητοι δοκοῦσι τὴν ἐπ’ ἀνατολὰς κίνησιν διὰ τὸ κατὰ ἑκατὸν ἔτη μίαν κινεῖσθαι μοῖραν. λέγεται δὲ ἀκίνητον καὶ τὸ βραδέως ἀρχόμενον κινεῖσθαι καὶ μόλις ἄλλο ὂν τοῦ βραδύνοντος ἐν τῇ κινήσει, ὡς λέγομεν ἀοργήτους τοὺς βραδέως καὶ μόγις ἀρχομένους ὀργίζεσθαι. τέταρτον δὲ σημαινόμενον τοῦ ἀκινήτου λέγει τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δὲ τότε, ὅτε πέφυκε καὶ δύναται κινεῖσθαι, καὶ ταύτην τὴν ἀκινησίαν ἠρεμίαν καλεῖ μόνην, ἀκριβῶς αὐτὴν περιγράψας. ἠρεμία γάρ ἐστιν ἀκινησία τοῦ πεφυκότος κινεῖσθαι, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλὰ τότε ὅτε πέφυκε. καὶ γὰρ πέφυκεν ὁρᾶν τὸ σκυλάκιον, ἀλλ’ οὐκ εὐθὺς τεχθέν· διὸ οὐδὲ ἠρεμεῖν ἂν τότε λέγοιτο κατὰ τὴν ὅρασιν· οὐδὲ γὰρ τυφλὸν εἶναι ὡς ἐστερημένον ὄψεως· στέρησις γὰρ καὶ ἡ ἠρεμία τῆς κινήσεως. ἀλλὰ καὶ εἴ τι μὴ κινοῖτο ἔνθα μὴ πέφυκε κινεῖσθαι ὡς ἐν ἀέρι τὰ πεζά, οὐκ ἂν λέγοιτο ἠρεμεῖν, ὅτι μηδὲ πέφυκεν ἐκεῖ κινεῖσθαι. ἀλλὰ καὶ εἰ ὡς πέφυκε κινεῖσθαι μὴ κινεῖται, τότε λέγεται ἠρεμεῖν· τὰ μὲν γὰρ ὄρνεα κατὰ πτῆσιν ἠρεμεῖ, τὰ δὲ πεζὰ κατὰ βάδισιν καὶ ἕρψιν, τὰ δὲ ἔνυδρα κατὰ νῆξιν· οὐ μέντοι τὰ πεζὰ λέγοιτο ἂν κατὰ πτῆσιν ἠρεμεῖν οὐδὲ τὰ ἄλλα παρηλλαγμένως, ἐπεὶ μηδὲ τὴν ἀρχὴν οὕτω πέφυκε κινεῖσθαι. ζητεῖν δὲ χρὴ τὰ μὴ κινούμενα, ὅτε μὴ πέφυκε κινεῖσθαι· ὡς τὸ νεογενὲς σκυλάκιον οὐχ ὁρᾷ· τότε ὑπὸ ποῖον εἶδος ἀναχθήσεται τοῦ ἀκινήτου; οὔτε γὰρ ὑπὸ τὰ ὅλως ἀνεπίδεκτα κινήσεως οὔτε ὑπὸ τὰ ἐναργῶς κινούμενα οὔτε ὑπὸ τὰ πεφυκότα τότε κινεῖσθαι καὶ μὴ κινούμενα, ἀλλ’ ἢ ὑπὸ τὰ βραδέως ἀρχόμενα ἢ ἄλλο τι τοῦ ἀκινήτου εἶδός ἐστιν, ὃ ποτὲ μὲν πέφυκε μὴ κινεῖσθαι μόνως, ποτὲ δὲ πέφυκε κινεῖσθαι καὶ μὴ κινεῖσθαι. ἐπὶ δὲ τούτων τῶν μήπω πεφυκότων ὁ Ἀλέξανδρος οὐ τὸ ἀκίνητόν φησιν ἁρμόζειν, ἀλλὰ τὸ μὴ κινούμενον. τὸ δὲ ἐναντίον γὰρ ἡ ἠρεμία τῇ κινήσει κοινότερον εἴρηται, διότι ποτὲ καὶ τὴν στέρησιν ἐναντίον λέγει καὶ καταφάσει δηλοῦσθαι ὡς τὸ γυμνόν. διὸ καὶ ἐπήνεγκεν ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ· καὶ γὰρ ὑπαλλάσσει πολλάκις τὰ ἐναντία καὶ τὴν στέρησιν· τοιγαροῦν καὶ ἐπὶ τῶν ὁμολογουμένων ἐναντίων τὸ χεῖρον αὐτῶν στέρησιν λέγει τοῦ βελτίονος ὡς τὸ μέλαν τοῦ λευκοῦ καὶ τὸ ψυχρὸν τοῦ θερμοῦ. καὶ πάλιν τὰ κατὰ στέρησιν ἀντικείμενα ἐναντία καλεῖ, ὅταν μὴ ἀκριβολογῆται περὶ τὰ εἴδη τῆς ἀντιθέσεως, ὡς νῦν τὴν ἠρεμίαν ἐναντίαν λέγει τῇ κινήσει· εἰ μὴ ἄρα ἐναντίον εἶπεν ἀντὶ τοῦ ἀντικείμενον.3 ἀλλὰ διὰ τί ἡ μὲν ἠρεμία στέρησις τῆς κινήσεως ἐστιν, ἡ δὲ κίνησις οὐκέτι στέρησις τῆς ἠρεμίας; ἢ ὅτι προηγουμένως ἡ φύσις κινήσεώς ἐστιν αἰτία ἐνεργείας οὔσης, αἱ δὲ στερήσεις ἕξεών εἰσι καὶ ἐνεργειῶν ἀπουσίαι. καὶ ἡ ἠρεμία οὐκ ἔστι στάσις ἐνεργείᾳ· ἐνέργεια γὰρ καὶ ἡ στάσις καὶ εἶδος τῇ κινήσει σύστοιχον, ἡ δὲ ἠρεμία οὐκ ἔστιν ἐνέργεια, ἀλλ’ ἀπουσία μόνον κινήσεως. οὐ γὰρ τοιαύτη στέρησίς ἐστιν ἡ ἠρεμία, οἵα ἡ τυφλότης· ἐκεῖναι γὰρ οὐκ ἀπουσίαι μόνον εἰσὶ τῶν ἐνεργειῶν, ἀλλὰ καὶ τῶν ἕξεων καὶ τῶν οὐσιῶν παρὰ φύσιν διαθέσεις. διὸ οὐδὲ ἀνακάμπτουσιν ὡς ἡ ἠρεμία στέρησις οὖσα τοῦ δεκτικοῦ τῆς κινήσεως.

“不动者,既指完全不可能被运动者,直至,因此它应当是能接受者的缺乏。” 在将运动与生成和消灭区分开,并将它自身规定为在底层主体持存并变化的同时从相反者向相反者的变化,并指出了在存在的诸属中运动存在于哪些之中而又不存在于哪些之中之后,他顺理成章地也会谈论静止,静止作为运动的缺乏与运动相对立。然而他上升到更普遍者而论及不动性,静止也被归置于其下。他将“不动者”区分为四种:本义上的不动者,是指依本性完全不可能被运动者。作为本义上依本性不可能者的例子,他举出了声音被称为不可见的;因为声音依本性完全不可能被看见。天极也是依这种方式不动的,因为它们依本性不可能被运动,不过这些极点纵然就其自身而言不运动,但通过存在于运动者之中也是偶性地[运动]的。然而最严格意义上的不动者是完全与物体分离的实体;因为这些实体依本性甚至不适于依偶性被运动。被称为隐喻性较强的不动者,则是指虽在运动但运动缓慢者,以至于在很长时间内只跨越很少的间隔,从而对感觉而言显得完全没有运动或运动极微,就像恒星由于每百年运动一度,因而在向东的运动中显得不动一样。缓慢开始被运动且勉强运动者也被称为不动者,它与在运动中迟缓者不同,正如我们把缓慢且勉强开始发怒的人称为无怒气者一样。作为不动者的第四种含义,他指称那依本性适于被运动且能够被运动,但在它依本性适于且能够被运动的当时并不运动者;唯独这种不动性他称为“静止”,并对其作了精确的界定。因为静止是依本性适于被运动者的不动性,但非无条件如此,而是在它依本性适于的当时。确实,小狗依本性适于观看,但并非刚出生时就是如此;因此在当时它不会被说成是在视觉上处于静止;因为作为被剥夺了视力者,它也不是瞎的;因为静止也是运动的缺乏。而且,如果某物在它依本性不适于运动的地方不运动,例如陆行物在空气中,也不会被说成是静止,因为它甚至依本性就不适于在那里运动。此外,如果它不按照它依本性适于运动的方式运动,此时它便被说成是静止;因为鸟类在飞行上静止,陆行物在行走和爬行上,水生动物在游水上[静止];陆行物当然不会被说成在飞行上静止,其余者也不会相互颠倒地这样说,因为它们从根本上就不依本性适于那样运动。但必须探究那些在依本性不适于运动时不运动者,例如刚出生的小狗不看:此时它将被归入不动者的哪一种之中呢?因为它既不属于完全不接受运动者,也不属于显然在运动者,亦不属于当时依本性适于运动却不运动者;它是属于缓慢开始者,还是不动者的另一种,它有时依本性仅仅适于不运动,有时依本性既适于运动又适于不运动?关于这些尚未依本性适于运动者,亚历山大说适用的不是“不动的”,而是“不运动的”。 至于“因为静止与运动相反”,则是更宽泛地说的,因为他有时也把缺乏称为相反者,并认为它是通过肯定表达来表示的,如“赤裸的”。因此他也补充说:“因此它应当是能接受者的缺乏”;因为他确实经常把相反者与缺乏互换;因此即使在公认的相反者中,他也把其中较劣者称为较优者的缺乏,如黑是白的[缺乏],冷是热的[缺乏]。此外,当他对对立的诸种未作严格区分时,他又把依缺乏相对立者称为相反者,正如现在他把静止称为运动的相反者一样;除非他确实是用“相反者”代替了“相对立者”。但是,为什么静止是运动的缺乏,而运动却不再是静止的缺乏呢?难道是因为依首要意义本性乃是作为现实活动的运动的原因,而缺乏则是特态与现实活动的缺失?而且静止并不是现实活动中的停止;因为停止也是一种现实活动,是与运动对应的种,但静止不是现实活动,而仅仅是运动的缺失。因为静止并不是像盲目那样的缺乏;因为那些〔缺乏〕不仅是现实活动的缺失,也是特态的缺失,是实体的反常态倾向。因此它们也不会像静止那样回复,静止则是运动的能接受者的缺乏。

语法注3 条
  1. 5.23ἀκολούθως ἂν καὶ περὶ ἠρεμίας εἶπεν

    ἂν εἶπεν 表达了反事实或未实现的预期语气(“他按理也会谈论……”),将原本按逻辑顺理成章直接讨论的主题(静止)与亚里士多德实际转向更具普遍性的属(不动性)形成对比。

  2. 5.23τὸ τὸν ψόφον ἀόρατον λέγεσθαι

    带冠词的不定式短语 τὸ τὸν ψόφον ἀόρατον λέγεσθαι 作为宾格名词 παράδειγμα 的同位语。

  3. 5.23εἰ μὴ ἄρα ἐναντίον εἶπεν ἀντὶ τοῦ ἀντικείμενον

    连词短语 εἰ μὴ ἄρα(“除非确实……”)用于对前述推论提出保留并引入另一种解释,即亚里士多德可能只是用 ἐναντίον 代替了 ἀντικείμενον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:865.7-867.5