← 辛普里丘

亚里士多德《物理学》注释

§864.9-865.6

基于中间物的程度变化与注疏家观点

辛普里丘论述了基于中间物的“更大”与“更小”之变化何以是质变,考察了亚历山大、德米斯提乌与波菲利关于这一变化是仅属于性质还是扩展至其他运动的看法,并确认了运动仅限于三种的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.22#2

καὶ διὰ τὸ μεταξὺ τοῦτο πῇ μὲν ὂν ἐναντίον πῇ δὲ οὔ,1 καὶ ποτὲ μὲν πλέον ποτὲ δὲ ἔλαττον ἔχον τοῦ ἐναντίου τὸ μᾶλλον καὶ τὸ ἧττον συμβαίνει ταῖς ἐκ τούτου καὶ εἰς τοῦτο μεταβολαῖς. εἰ οὖν διὰ τὸ μεταξύ ἐστιν ἡ τοῦ μᾶλλον καὶ ἧττον φύσις, εἰκότως ἡ μὲν ἐπὶ τὸ μεταξὺ κίνησις ἧττον ἐν τῷ αὐτῷ εἴδει ποιεῖ τὸ κινούμενον, ἡ δὲ ἀπὸ τοῦ μεταξὺ μᾶλλον. Ὁ μὲν οὖν Ἀλέξανδρος καὶ ὁ Θεμίστιος τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπὶ μόνης τῆς κατὰ τὸ ποιὸν μεταβολῆς ὑπὸ τοῦ Ἀριστοτέλους εἰλῆφθαι νομίζουσιν, ἴσως ἐπειδὴ τοῦ ποιοῦ τὸ μᾶλλον καὶ τὸ ἧττον ἴδιά ἐστιν· ὁ δὲ Πορφύριος “ἐπειδή, φησίν, ἐν πάσῃ κινήσει ἔστιν τὸ μᾶλλον καὶ τὸ ἧττον (καὶ γὰρ ἐν τῇ κατὰ τόπον ἐπίτασις καὶ ἄνεσις καὶ ἐν τῇ κατὰ αὔξησιν καὶ φθίσιν καὶ ἐν τῇ κατὰ ἀλλοίωσιν), ζητεῖ τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον κίνησιν τίνος χρὴ γένους θέσθαι, καί φησιν ὅτι ἡ ἐν τῷ αὐτῷ εἴδει2 μεταβολὴ ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἀλλοίωσίς ἐστι· κατὰ ποιότητα γὰρ εἶναι, ἐν ᾧ ἂν κινήσεως γίνηται εἴδει.” ταῦτα δὲ εἰπὼν ἐπὶ τῆς κατὰ τὸ ποιὸν κινήσεως καὶ αὐτὸς τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα ἐξηγεῖται. εἰκὸς δὲ τὸν Πορφύριον εἰς ταύτην ἐλθεῖν τὴν ἔννοιαν διὰ τὸ τὸν Ἀριστοτέλην μηδαμοῦ παρενδείξασθαι, ὅτι τῆς κατὰ ποιότητα μόνης κινήσεως τὸ μᾶλλον καὶ τὸ ἧττον ζητεῖ. εἰ δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ποιότητος ἴδια δοκεῖ, χρὴ γινώσκειν ὅτι παντὸς εἴδους αἱ συστατικαὶ διαφοραὶ ποιότητές τινές εἰσι, καὶ τοῦ ποσοῦ αἱ τοῦ τελείου καὶ ἀτελοῦς διαφοραὶ καὶ τοῦ μεταξύ, καὶ τοῦ ποῦ αἱ τοῦ ἄνω καὶ κάτω καὶ τοῦ μεταξύ. κατὰ τὰς διαφορὰς οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχόμεναι καὶ αὗται ἀλλοιοῦσθαι λέγονται,3 τὰ δὲ ἐναντία καὶ τὰ μεταξὺ καὶ ἐν τῷ ποσῷ κατὰ τὸ τέλειον καὶ ἀτελὲς καὶ ἐν τῷ ποῦ κατὰ τὸ ἄνω καὶ κάτω θεωρεῖται τάχα καὶ αὐτὰ κατὰ τὴν χαρακτηριστικὴν αὐτοῖς ποιότητα ἐνυπάρχοντα. εἰπὼν δὲ ταῦτα ὁ Ἀριστοτέλης συμπεραίνεται λοιπὸν λέγων ἐκ τῶν εἰρημένων εἶναι δῆλον, ὅτι μόναι τρεῖς εἰσιν αὗται κινήσεις, ἡ κατὰ τὸ ποιὸν καὶ ἡ κατὰ τὸ ποσὸν καὶ ἡ κατὰ τόπον.

并且,由于这一中间物在某种意义上是相反者而在某种意义上不是,且有时具有较多的相反者,有时具有较少的相反者,“更大”与“更小”便归属于从它而来以及向它而去的诸变化。因此,如果“更大”与“更小”的本性是由于中间物,那么理所当然地,朝向中间物的运动使被运动者在同一种内变得较少,而从中间物而来的[运动]则使其变得较多。 于是,亚历山大与德米斯提乌认为,亚里士多德所理解的“更大”与“更小”仅适用于依据性质的变化,或许是因为“更大”与“更小”是性质所固有的;然而波菲利则说:“既然在一切运动中都存在着更大与更小(因为在依据位置的运动中存在着加强与减弱,在依据增长与衰减的运动中,以及在依据质变的运动中也是如此),他就探究应当把依据更大与更小的运动归入哪一个属,并说明在同一种内朝向更大与更小的变化乃是质变;因为无论它发生在运动的哪一个种中,它都是依据性质的。”但在这样说了之后,他自己也是就依据性质的运动来阐释亚里士多德所说的话的。而波菲利得出这一想法也是合情合理的,这是由于亚里士多德未曾在任何地方暗示他只是探究仅属于性质的运动的更大与更小。不过,即使更大与更小似乎是性质所固有的,也应当知晓,任何种的构成性差异都是某种性质,数量中完全与不完全以及中间物的差异,还有“何处”中上与下以及中间物的差异都是如此。因此,这些[运动]由于依据这些差异接受了更大与更小,也被说成是发生质变,而相反者与中间物,在数量中依据完全与不完全,在“何处”中依据上与下受到考察,或许它们自身也是依据其特有的性质而内在存在的。在说了这些之后,亚里士多德最后得出结论,说从所说的话来看显然仅有这三种运动:依据性质的[运动]、依据数量的[运动]以及依据位置的[运动]。

语法注3 条
  1. 5.22καὶ διὰ τὸ μεταξὺ τοῦτο πῇ μὲν ὂν ἐναντίον πῇ δὲ οὔ

    这是一个由介词 διά 支配宾格名词短语 τὸ μεταξὺ τοῦτο 及其一致的表语性分词(ὂν 与 ἔχον)所构成的表原因的短语。主句的主语是 τὸ μᾶλλον καὶ τὸ ἧττον,与动词 συμβαίνει 搭配。

  2. 5.22κατὰ ποιότητα γὰρ εἶναι, ἐν ᾧ ἂν κινήσεως γίνηται εἴδει

    这是波菲利间接引语中的不定式从句,表语不定式 εἶναι 的主语根据上下文可补出“更大与更小”(或依据它们的运动)。在关系从句 ἐν ᾧ ἂν κινήσεως γίνηται εἴδει 中,先行词 εἴδει κινήσεως 被吸纳到了关系从句内部。

  3. 5.22κατὰ τὰς διαφορὰς οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχόμεναι καὶ αὗται ἀλλοιοῦσθαι λέγονται

    阴性复数指示代词 αὗται 及其一致的分词 ἐπιδεχόμεναι 指代前文所提到的其他运动(数量与位置的 αἱ κινήσεις 或 αἱ μεταβολαί)。其后的不定式 ἀλλοιοῦσθαι 具有被动态含义(“发生质变”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:864.9-865.6