- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:863.8-864.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《物理学》第5卷第2章(226b1),阐明同一种内依据程度的更大与更小(增强与减弱)的变化亦属于质变,其根据在于向中间物或从中间物的变化在某种意义上构成了相反关系。
" Ἡ δὲ ἐν τῷ αὐτῷ εἴδει μεταβολὴ ἕως τοῦ ἐκ τούτων δῆλον." Εἰπὼν ὅτι ἡ μὲν κατὰ τὸ ποιὸν κίνησις κοινὸν ὄνομα ἔχει τὴν ἀλλοίωσιν, ἡ δὲ κατὰ τὸ ποσὸν κοινὸν μὲν οὐκ ἔχει, ἴδια δὲ τὴν αὔξησιν καὶ τὴν μείωσιν, ἡ δὲ κατὰ τόπον οὔτε κοινὸν οὔτε ἴδιον, ἐπειδὴ τὰ κατὰ ποιότητα μεταβάλλοντα ποτὲ μὲν ἐξ ἄλλου εἴδους εἰς ἄλλο μεταβάλλει ὡς ἐκ τοῦ μέλανος εἰς τὸ λευκόν, ποτὲ δὲ ἐν τῷ αὐτῷ εἴδει μένοντα ἐπὶ τὸ μᾶλλον αὐτοῦ καὶ ἧττον τὴν μεταβολὴν ποιεῖται, ἐφιστάνει καλῶς, ὅτι ἡ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν τῷ αὐτῷ εἴδει μεταβολὴ ἀλλοίωσίς ἐστι καὶ οὐ χρὴ ζητεῖν ἕτερον ἐπ’ αὐτῆς ὄνομα. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δείκνυσιν ἐκ τοῦ πᾶσαν κίνησιν δεδεῖχθαι ἐξ ἐναντίου εἰς ἐναντίον γινομένην ἢ ἁπλῶς ἢ πῇ. ἔστι δὲ ἡ πῇ ἐκ τοῦ μεταξὺ γινομένη κατὰ τὴν ἐν τῷ αὐτῷ εἴδει ἐπίτασιν. ἐδείχθη δὲ καὶ ἡ ἀπὸ τοῦ μεταξὺ ἢ εἰς τὸ μεταξὺ μεταβολὴ ἀπὸ ἐναντίου καὶ εἰς ἐναντίον οὖσα. εἰ οὖν τὸ λευκὸν ἧττον γινόμενον λευκὸν εἰς τὸ μεταξὺ μεταβάλλει ὡς εἰς τὸ ἐναντίον ἑαυτοῦ, δῆλον ὅτι ὡς εἰς μέλαν μεταβάλλει· τὸ γὰρ ἧττον λευκὸν μίξει τοῦ μέλανος γίνεται τοιοῦτον. διὸ καὶ ἐπὶ τὸ ἧττον ἰοῦσα ἡ κίνησις εἰς τοὐναντίον λεχθήσεται μεταβάλλειν, ἐπὶ δὲ τὸ μᾶλλον, ὅταν μᾶλλον λευκὸν γίνηται, ὡς ἐκ τοῦ ἐναντίου ἑαυτῷ λευκῷ ὄντι μεταβάλλειν τοῦ ἧττον λευκοῦ,1 καθόσον μέλαν ἦν τὸ μεταξύ. εἰ οὖν τὸ εἰς τὸ ἧττον καὶ τὸ μᾶλλον ὡς εἰς τὸ μεταξὺ καὶ ἐκ τοῦ μεταξὺ κινεῖσθαί ἐστι, τὸ δὲ μεταξύ πῃ ἐναντίον, καὶ ἡ εἰς τὸ ἧττον καὶ εἰς τὸ μᾶλλον κίνησις ὡς εἰς ἐναντίον καὶ ἐξ ἐναντίου πῃ οὖσα ὁμοίως ἀλλοίωσις καλεῖται, ὥσπερ καὶ ἡ εἰς τὸ ἁπλῶς ἐναντίον αὐτὸ τὸ μέλαν καὶ ἡ ἐκ τοῦ μέλανος· διαφέρει γὰρ οὐδὲν πρὸς τὸ ἀλλοίωσιν λέγεσθαι τὸ πῇ μεταβάλλειν καὶ ἁπλῶς,2 τουτέστιν εἰς τὰ μεταξὺ καὶ ἐκ τούτων ἢ εἰς τὰ ἄκρα καὶ ἐξ ἐκείνων. εἰπὼν δὲ ὅτι οὐδὲν διαφέρει τὸ πῇ μεταβάλλειν ἢ ἁπλῶς προσέθηκεν ἀσφαλῶς, ὅτι ἐπὶ τῆς πῇ μεταβολῆς πῇ δεήσει τὰ ἐναντία ὑπάρχειν. τὸ γὰρ μεταξύ, ἐξ οὗ καὶ εἰς ὃ ἡ πῇ μεταβολή, οὐχ ἁπλῶς ἐναντίον ἐστὶ πρὸς ἑκάτερον τῶν ἄκρων, ἀλλὰ πῇ ἐναντίον καὶ πῇ οὐκ ἐναντίον· διὸ οὐχ ἁπλῶς ἐναντίον.
“在同一种内的变化,直至从这些来看是显然的[为止]。” 在说明了依据性质的运动具有“质变”这一共同名称,而依据数量的[运动]不具有共同[名称],却具有“增长”与“缩减”这些固有[名称],依据位置的[运动]则既无共同[名称]也无固有[名称]之后,既然依据性质发生变化的事物有时是从一个种变化到另一个种,如从黑到白,有时则保持在同一种内,朝向该种的程度之更大与更小产生变化,他就恰当地指出,在同一种内依据更大与更小的变化乃是质变,人们不应为其寻求另一个名称。而这一点之所以如此,他根据已被表明的一点来予以证明,即一切运动都是或者毫无保留地或者在某种意义上从相反者向相反者发生的。而在某种意义上的[运动],乃是依据同一种内的增强而从中间物发生的。此外也已被证明,从中间物或向中间物的变化也就是从相反者和向相反者[的变化]。因此,如果白在变得不那么白时,向中间物变化如同向它自身的相反者变化,显然它就是如同向黑变化;因为较不白者正是通过黑的混杂而成为如此的。因此,走向更小的运动也将被说成是向相反者变化,而走向更大的运动,当它变得更白时,则被说成是从那对作为白者的它自身而言是相反者的较不白物中发生变化,因为中间物曾是黑的。因此,如果向更小和更大的[运动]就如同向中间物与从中间物运动,而中间物在某种意义上是相反者,那么向更小和向更大的运动,作为在某种意义上如同向相反者与从相反者发生的[运动],就同样被称为质变,正如向毫无保留的相反者黑自身以及从黑而来的[运动]一样;因为对于被称为质变而言,在某种意义上发生变化与毫无保留地发生变化——也就是说向中间物以及从这些中间物,抑或向两极以及从那些两极——没有任何区别。在说明了在某种意义上发生变化与毫无保留地发生变化没有任何区别之后,他慎重地补充道,在某种意义上的变化中,相反者将必定在某种意义上存在。因为在某种意义上的变化“由之而来”与“向之而去”的中间物,对两极的每一方而言并不是毫无保留地相反,而是在某种意义上相反且在某种意义上不相反;因此它不是毫无保留地相反。
- 5.22ὡς ἐκ τοῦ ἐναντίου ἑαυτῷ λευκῷ ὄντι μεταβάλλειν τοῦ ἧττον λευκοῦ
由介词 ἐκ 所支配的名词短语的核心是 τοῦ ἧττον λευκοῦ,它与 ἐναντίου 之间插入了与格短语 ἑαυτῷ λευκῷ ὄντι,形成了隔置结构(hyperbaton)。与格 ἑαυτῷ λευκῷ ὄντι 依附于形容词 ἐναντίου,意为“从对作为白者的它自身而言是相反者的[较不白者]”。
- 5.22διαφέρει γὰρ οὐδὲν πρὸς τὸ ἀλλοίωσιν λέγεσθαι τὸ πῇ μεταβάλλειν καὶ ἁπλῶς
非人称动词 διαφέρει 的主语是带冠词不定式短语 τὸ πῇ μεταβάλλειν καὶ ἁπλῶς(“在某种意义上变化与毫无保留地变化”),而 πρὸς τὸ ἀλλοίωσιν λέγεσθαι 则是表示相关方面或目的的介词短语(“对于被称为质变而言”)。尽管词序发生了倒置,句子的主干结构仍是“A在B方面毫无区别”。
