- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:862.1-863.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在226a26处梳理存在运动的三个范畴(性质、数量、位置)中运动的名称与种属(质变、增长/缩减、位移),辛普里丘阐述了本质变化与严格质变的区别以及各项运动名称的固有性与不严格性,并引述欧德谟之见说明运动是依据其终点命名的。
" Ἡ μὲν οὖν κατὰ τὸ ποιὸν κίνησις ἀλλοίωσις ἔστω ἕως τοῦ καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον." Ἀφορίσας τὰς κατηγορίας, ἐν αἷς χρὴ τὴν καθ’ αὑτὸ κίνησιν ὑπάρχειν, τὴν τοῦ ποιοῦ καὶ τὴν τοῦ ποσοῦ καὶ τὴν τοῦ ποῦ, διδάσκει λοιπόν, τίς ἐν ἑκάστῳ τῶν γενῶν τούτων κίνησις καὶ τίνες αὐτῶν αἱ διαφοραὶ καὶ μέχρι τῶν ὀνομάτων, καὶ τέως ὅτι ἡ κατὰ τὸ ποιὸν κίνησις κοινῷ ὀνόματι ἀλλοίωσις καλεῖται. ἐπειδὴ δὲ ποιαὶ λέγονται καὶ αἱ οὐσιώδεις διαφοραὶ οἷον τὸ λογικόν, τὸ χρεμετιστικόν, ποιαὶ δὲ λέγονται καὶ αἱ παθητικαὶ καλούμεναι ποιότητες οἷον θερμότητες καὶ ξηρότητες, καθ’ ἃς πάσχειν ἢ ἀπαθὲς εἶναι λέγομεν, διορίζει καλῶς, ὅτι τὴν κατὰ ταύτας τὰς ποιότητας μεταβολὴν καὶ κίνησιν καλεῖν ἀξιοῦμεν καὶ ἀλλοίωσιν ὀνομάζομεν. ἡ γὰρ κατὰ τὰς οὐσιώδεις διαφορὰς μεταβολή, οὐ κίνησις, ἀλλὰ γένεσις καλεῖται καὶ φθορά. διὸ οὔτε ἀλλοίωσις, ἀλλὰ ἀλλότης μᾶλλον (ἄλλο γὰρ καὶ οὐκ ἀλλοῖον ἀναφαίνεται τὸ γινόμενον), οὐ κίνησις δέ, ὅτι οὐδὲν ὑποκείμενον ἐνεργείᾳ τὸ αὐτὸ μένον ἐκ λογικοῦ εἰς ἄλογον μεταβάλλει1 ἢ ὅλως ἐξ ἐναντίου εἰς ἐναντίον. ποιότητες δὲ λέγονται αἱ συστατικαὶ τῶν εἰδῶν διαφοραὶ καίτοι οὐσίαι οὖσαι, ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσιν. ἔοικε δὲ τὸ τῆς ἀλλοιώσεως ὄνομα αὐτὸς ἐπιθεῖναι τῇ κατὰ τὸ ποιὸν κινήσει, ἐπὶ δὲ τῆς κατὰ ποσότητα μεταβολῆς οὐκέτι κοινὸν ὄνομα κεῖται, ὥσπερ ἐπὶ τῆς κατὰ ποιότητα τὸ τῆς ἀλλοιώσεως. ἀλλ’ ἐκεῖ ἡ μὲν εἰς τὸ τέλειον μέγεθος κίνησις αὔξησις λέγεται, ἡ δὲ ἐκ τοῦ τελείου μεγέθους μείωσις. ἔδειξε δὲ διὰ τούτου καὶ τίς ἡ κατὰ τὸ ποσὸν ἐναντίωσις, ὅτι τὸ τέλειον μέγεθος καθ’ ἕκαστον τῶν αὔξεσθαι πεφυκότων καὶ τὸ ἀτελές. ἀλλ’ ἡ μὲν κατὰ τὸ ποιὸν μεταβολὴ τὸ κοινὸν εἶχεν ὠνομασμένον, ἡ δὲ κατὰ τὸ ποσὸν τὰ ἴδια. ἡ μέντοι κατὰ τόπον κίνησις κατ’ ἄμφω, φησίν, ἀνώνυμός ἐστιν. οὔτε γὰρ κοινὸν ὄνομα τῆς κατὰ τόπον κινήσεώς ἐστιν οὔτε ἰδίᾳ ἑκάστης. Φορὰν δὲ τὸ κοινὸν αὐτὸς καλέσας ἢ καὶ οὕτως καλούμενον εὑρών, ὅτι μὴ κυρίως καλεῖται, δείκνυσιν,2 εἴπερ μόνα ταῦτα κυρίως φέρεσθαι λέγεται τὰ ἄψυχα τά τε φύσει καὶ τὰ βίᾳ κινούμενα. τὰ μέντοι ἔμψυχα καὶ τοῦ κινεῖσθαι καὶ τοῦ στῆναι ἀρχὴν ἐν αὑτοῖς ἔχοντα τὴν ψυχήν, οὐκέτι κυρίως λέγομεν φέρεσθαι, ἀλλ’ ἐκεῖνα μόνα, ὅσα μήτε αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον μήτε ὅταν κινῆται ἐξουσίαν ἔχει τοῦ στῆναι. ἐν τούτοις ὁ Εὔδημος προστίθησιν, ὅτι πᾶσαι αἱ κινήσεις καὶ αἱ μεταβολαὶ ἀπὸ τοῦ εἰς ὃ μᾶλλον λέγονται ἢ ἀπὸ τοῦ ἐξ οὗ, αὔξησις μὲν ἡ ἐπὶ τὸ μέγα, μείωσις δὲ ἡ ἐπὶ τὸ μικρόν, καὶ ἐπὶ ἀλλοιώσεως μάθησις ὑγίανσις, καὶ ἐπὶ τῶν κατὰ τόπον, εἰς Ἀθήνας καὶ εἰς Κόρινθον μᾶλλον ἢ ἀνάπαλιν.
“那么,依据性质的运动且叫作质变,直至以及凡不自行在位置上运动者[为止]。” 在限定了就自身而言的运动应当存在于其中的诸范畴——性质的[范畴]、数量的[范畴]以及位置的[范畴]——之后,他在余下的部分中指明,在这些属的每一个中存在着何种运动,它们的差异是什么,直至涉及它们的名称;并且目前[指明]依据性质的运动由一个共同的名称被称为质变。然而,既然像有理性的、能嘶鸣的这类本质性差异也被称为性质,而且热与干这类我们借以说发生受动或不受动的所谓受动性性质也被称为性质,他就恰当地限定道,正是依据后一类性质的变化,我们才认为应当称为运动并命名为质变。因为依据本质性差异的变化不被称为运动,而被称作生成与毁灭。因此它甚至不是质变,而毋宁是“变异”(因为生成者呈现为另一个物,而不是具有另一种性质的物),而且它不是运动,因为没有任何底层主体在现实态中保持同一的同时从有理性变化为无理性,或总体上从相反者变化为相反者。但物种的构成性差异虽然是实体,却被称为性质,是因为它们限定了关于实体的性质。然而,“质变”这个名称似乎是他自己赋予依据性质之运动的,但在依据数量的变化上,却不再如依据性质中质变的[名称]那样确立了共同的名称。相反,在那里朝向完全大小的运动被称为增长,而离开完全大小的运动被称为缩减。通过这一点他也指明了依据数量的相反关系是什么,即在每一个天生能增长的事物中,完全的大小与不完全的大小[构成相反]。但是,依据性质的变化具有被命名的共同项,而依据数量的变化则具有各自固有的[名称]。然而他说,依据位置的运动在两方面都是无名的。因为既不存在依据位置之运动的共同名称,也不存在各自固有的名称。但他自己将那共同的[运动]称为“位移”,或者也是发现它已经被如此称呼,进而指出它并不是在严格意义上被称呼的,假若严格说来唯有这些无灵魂的事物,即按本性运动的和受强制运动的事物,才被称为“被携运”。然而,有灵魂的事物在其自身中拥有运动与静止的本原,即灵魂,我们就不再严格地说它们被携运,而仅仅对那些既不自行在位置上运动、在运动时也不具有停驻权能的事物[严格使用被携运]。在此欧德谟补充道,一切运动与变化更多是从“向何处”而非从“由何处”被述说的:增长是朝向大的[运动],缩减是朝向小的[运动];在质变中是学习、治愈;而在依据位置的事物中,是朝向雅典和朝向科林斯,而非反过来。
- 5.21διὸ οὔτε ἀλλοίωσις, ἀλλὰ ἀλλότης μᾶλλον (ἄλλο γὰρ καὶ οὐκ ἀλλοῖον ἀναφαίνεται τὸ γινόμενον), οὐ κίνησις δέ, ὅτι οὐδὲν ὑποκείμενον ἐνεργείᾳ τὸ αὐτὸ μένον ἐκ λογικοῦ εἰς ἄλογον μεταβάλλει
该句承接前文的动词 καλεῖται(“被称为”),构成 οὔτε [ἀλλοίωσις καλεῖται] ... οὐ κίνησις δέ [ἐστιν/καλεῖται] 的对照结构。括号内的从句通过 ἄλλο(实体意义上的“另一个物”)与 ἀλλοῖον(性质意义上的“另一状态的物”)的词源对比,说明了为何本质变化是“变异”(ἀλλότης)而非质变(ἀλλοίωσις)。
- 5.21Φορὰν δὲ τὸ κοινὸν αὐτὸς καλέσας ἢ καὶ οὕτως καλούμενον εὑρών, ὅτι μὴ κυρίως καλεῖται, δείκνυσιν
主句结构中 αὐτός 为主语,δείκνυσιν 为主要动词,ὅτι 从句充当宾语从句(“表明它并非严格被称呼”)。前半部分分词短语中,Φοράν 为谓语宾格,τὸ κοινὸν 为 καλέσας 与 εὑρών 的共同直接宾语(“他自己将那共同者称为位移,或者发现它已被如此称呼”)。
