← 辛普里丘

亚里士多德《物理学》注释

§860.2-861.28

关系与施为受动中的变化及运动的否定

辛普里丘探讨了亚里士多德在施为、受动和关系等范畴中否定运动却承认变化的原因,并通过对比欧德谟与泰奥弗拉斯托斯的观点,讨论了变化的划分(生成、毁灭、运动)中是否应纳入“依据关系的变化”,以及就自身而言的运动与附带运动之间的界限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.20#2

ἐν δὲ τῷ ποιεῖν καὶ πάσχειν οὐ βούλεται εἶναι κίνησιν, διότι κίνησις ἐκεῖνα, κινήσεως δὲ κίνησις οὐκ ἔστι, κἂν γένεσις αὐτῆς ᾖ καὶ φθορά· γενέσεως δὲ γένεσις οὐκ ἔστι, κἂν μεταβολὴ ᾖ, ἀλλ’ οὐδὲ μεταβολῆς μεταβολή, κἂν ἄλλος τις ᾖ τρόπος, καθ’ ὃν ἡ μεταβολὴ ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι πρόεισι καὶ ἀπὸ τοῦ εἶναι εἰς τὸ μὴ εἶναι. Διὰ τὰς εἰρημένας οὖν ἴσως διαφορὰς ὁ Ἀριστοτέλης ἀπαγορεύει κίνησιν εἶναι ἐν ταῖς εἰρημέναις κατηγορίαις μεταβολὴν πάντως εἶναι συγχωρῶν ἐν αὐταῖς, εἴπερ μὴ εἰσὶν ἀΐδιοι· ὁ μέντοι Εὔδημος ἐν τοῖς ἑαυτοῦ Φυσικοῖς τὰ τοῦ Ἀριστοτέλους παραφράζων καὶ εἰπὼν ὅτι “ἐν τῷ πρός τι οὐκ ἔστιν κίνησις πλὴν κατὰ συμβεβηκός” καὶ τὴν αἰτίαν προσθείς “γίνεται γάρ, φησί, καὶ ἔστι τὸ δίπηχυ διπλάσιον ἀκίνητον ὂν πάντῃ πάντως γινομένου πηχυαίου”, καὶ εἰπὼν ὅτι τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων τῶν πρός τι συμβαίνει, ἐπήγαγεν “ἐν χρόνῳ δὲ πάντα κινεῖται”, τρόπον δὲ ἄλλον τοῦτο οἶμαι ἐνδεικνύμενος,1 ὅτι κίνησις μὲν τῶν ὑποκειμένων ἐστὶν καὶ κατὰ τὰς σχέσεις, ἄλλον δὲ τρόπον ἤπερ κατὰ τὰς διαθέσεις, ὥσπερ ἄλλον τρόπον κατὰ τὴν οὐσίαν, ὅτι οὐδὲ κίνησιν καλεῖν ἀξιοῦσιν οἱ ἀπὸ τοῦ Περιπάτου, ἀλλὰ γένεσιν καὶ φθορὰν2 διὰ τὸ μὴ ὑπομένειν τὸ μεταβάλλον. ὁ μέντοι Θεόφραστος ἐν τῷ πρώτῳ τῶν ἑαυτοῦ Φυσικῶν καθ’ ἕκαστον γένος τῶν κατηγοριῶν τὴν κίνησιν θεωρεῖσθαί φησι γράφων οὕτως· “περὶ δὲ κινήσεως τὸν μὲν καθόλου καὶ κοινὸν λόγον οὐ χαλεπὸν ἀποδοῦναι καὶ εἰπεῖν, ὡς ἐνέργειά τίς ἐστιν ἀτελὴς τοῦ δυνάμει ὄντος ᾗ τοιοῦτον καθ’ ἕκαστον γένος τῶν κατηγοριῶν.” ἔοικε δὲ νῦν κίνησιν κοινῶς τὴν μεταβολὴν λέγειν· καὶ γὰρ ὁ ὁρισμὸς ὁ λέγων ἐντελέχειαν τοῦ δυνάμει, ᾗ τοιοῦτόν ἐστιν, οὐ τῆς κυρίως κινήσεώς ἐστιν, ἀλλὰ καὶ γενέσεως καὶ φθορᾶς καὶ ὅλως πάσης μεταβολῆς. διὸ καὶ προελθὼν ὀλίγον ὁ Θεόφραστος “ζητεῖν δεῖ, φησί, περὶ τῶν κινήσεων, εἰ αἱ μὲν γενέσεις εἰσίν, αἱ δὲ ὥσπερ ἐνέργειαί τινες”. ἀλλ’ ὅτι μὲν μεταβολὴν ἀνάγκη πάντως εἶναι καὶ ἐν ταῖς σχετικαῖς κατηγορίαις τῶν ὑποκειμένων κατὰ τὰς σχέσεις, πρόδηλον, εἴπερ μὴ ἀΐδιοί εἰσιν αἱ τῶν οὐσιῶν κατ’ αὐτὰς σχέσεις. εἰ οὖν μεταβάλλουσι κατ’ αὐτὰς αἱ οὐσίαι, ἢ κατὰ γένεσιν καὶ φθορὰν αὐτὰς ἀνάγκη μεταβάλλειν ἢ κατὰ κίνησιν, εἴπερ αὗται διαφοραὶ μεταβολῆς ὑπὸ τοῦ Ἀριστοτέλους ἐκ διαιρέσεως παραδίδονται. ἀλλὰ γίνεσθαι τὸν ἄνθρωπον οὐκ ἂν λέγοιμεν, ὅταν δακτύλιον περιθῆται ἢ κατ’ ἄλλην μεταβάλλῃ σχέσιν· ὥστε κινεῖσθαι ἀνάγκη κατὰ τὰς τοιαύτας μεταβολάς. Κατ’ ἄλλον δὲ τρόπον κινήσεως ὁ Εὔδημος εἶπεν, καὶ οὐ κατ’ ἐκεῖνον, καθ’ ὃν αἱ κατὰ διάθεσιν μεταβολαὶ γίνονται. καὶ γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης προϊὼν τὴν ἀποβολὴν τῇ λήψει ἐναντίαν εἶναί φησι, καὶ μεταβολὰς ταύτας ἀξιοῖ καλεῖν λέγων “διὸ γένεσις φθορᾷ ἐναντία καὶ ἀποβολὴ λήψει”. αὗται δὲ μεταβολαὶ μέν, κινήσεις δὲ οὔ. εἰ δὲ βούλεταί τις μηδὲ ὅλως κίνησιν ἐν ταύταις εἶναι ταῖς κατηγορίαις, μηκέτι τὴν μεταβολὴν εἰς μόνας γένεσιν καὶ φθορὰν καὶ κίνησιν διαιρείτω, ἀλλὰ προστιθέτω τι καὶ ἄλλο εἶδος τὸ ταῖς κατὰ σχέσιν μεταβολαῖς ἐφαρμόττον, ὥστε τὴν μὲν ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴν γένεσιν εἶναι, τὴν δὲ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον φθοράν, τὴν δὲ λοιπὴν τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον διαιρεῖσθαι εἴς τε τὴν κατὰ διάθεσιν, ἣν κίνησιν ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης, καὶ εἰς τὴν κατὰ σχέσιν, ἣν κίνησιν μὲν ἀπαγορεύει καλεῖν ὡς οὐδεμίαν ἐμφαίνουσαν τοῦ ὑποκειμένου τροπήν, διὰ δὲ τὸ μὴ κεῖσθαι ὄνομα ἴδιον τῷ τοῦ γένους ὀνόματι μεταβολὴν καὶ αὐτὴν καλεῖ. καὶ τοῦτο δὲ ἀληθὲς οἶμαι λέγειν, ὡς εἰ τὰ κατὰ μέρος κινούμενα μὴ ἀξιοῖ καθ’ αὑτὸ λέγειν κινεῖσθαι, ἀλλὰ τοῖς κατὰ συμβεβηκὸς κινουμένοις αὐτὰ συντάττει, πολλῷ μᾶλλον τὰ κατὰ σχέσιν καὶ τὰ ἄλλων κινουμένων αὐτὰ μεταβάλλοντα3 οὐκ ἂν εἴποι καθ’ αὑτὸ κινεῖσθαι. περὶ δὲ τῶν καθ’ αὑτὸ κινουμένων ἦν ἡ ζήτησις, ὥστε κἂν ὁ Θεόφραστος ἐν πάσαις εἶναι λέγῃ ταῖς κατηγορίαις τὴν κίνησιν, ἀδιορίστως εἶπεν μήπω μήτε τὴν κίνησιν τῆς μεταβολῆς διορίσας μήτε τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός. ἀλλὰ ταῦτα μὲν καὶ ἐπὶ πλέον ζητείσθω, εἴπερ δόξει ζητήσεως ἄξια, διὰ τὴν ἐν αὐτοῖς τῶν ἐξηγητῶν παραδρομήν. ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον.

另一方面,在施为与受动中他并不认为存在运动,因为那些本身就是运动,而运动之运动是不存在的,即便运动有其生成与毁灭;但生成的生成是不存在的,即便它是一种变化;而且变化的变化也是不存在的,即便变化从非存在走向存在以及从存在走向非存在有其另外的某种方式。因此,或许正是由于上述诸种差异,亚里士多德否定了在上述诸范畴中存在运动,但他完全承认在其中存在变化,假若它们不是永恒的话。然而欧德谟在自己的《物理学》中转述亚里士多德的话,在说道“在关系中除附带地之外不存在运动”并补充了原因“他说,因为当[另一物]变成一肘尺时,那原本全然不动的两肘尺之物就变成了并且是两倍”,又说道在其他关系者身上也以同样方式发生之后,接着补充道“而在时间中一切事物都在运动”,我认为他这是在以另一种方式指出:底层主体的运动固然也依据关系而存在,但其方式不同于依据态势的运动,正如依据实体的方式有所不同一样,因为逍遥学派的人由于变化之物不持续留存,甚至不认为应当将其称为运动,而称之为生成与毁灭。然而泰奥弗拉斯托斯在自己《物理学》第一卷中说,运动在范畴的每一个属中都能被观察到,他这样写道:“关于运动,给出并陈述那普遍且共同的定义并不困难,即它是潜在存在者就其潜在而言在范畴的每一个属中的某种不完全的活动。”但他在此处似乎是将变化统称为运动;因为那个说它是潜在者就其潜在而言的实现底定义,不仅属于严格意义上的运动,而且也属于生成、毁灭以及总体上的所有变化。因此泰奥弗拉斯托斯在稍后也说道:“应当探讨关于运动,是否有些是生成,而另一些如同某种活动。”但是,在关系性范畴中底层主体依据关系全然必须存在变化,这是显而易见的,假若实体依照它们的关系不是永恒的话。因此,如果实体依据它们而变化,只要这些变化的差异是亚里士多德通过区分所传授下来的,那么它们就必须或者依照生成与毁灭变化,或者依照运动变化。然而当人戴上戒指或依据另一种关系变化时,我们不会说这个人正在生成;从而依据此类变化必然是运动。但欧德谟所说的是另一种方式的运动,而不是依照态势变化发生的那种方式。因为亚里士多德本人在后面也说丧失与获得相反,并认为应当将这些称为变化,他说:“因此生成与毁灭相反,丧失与获得相反。”而这些是变化,却不是运动。但是,如果有人主张在这些范畴中完全不存在运动,那他就不要再把变化仅仅划分为生成、毁灭和运动,而应当再补充某种适合于依据关系之变化的另外的种,以致从非底层主体到底层主体的变化是生成,从底层主体到非底层主体的变化是毁灭,而剩下那从底层主体到底层主体的变化,则被划分为亚里士多德认为应当称为运动的依据态势的[变化],以及由于没有显现出底层主体的任何转变而被他禁止称为运动、却因没有确立固有名词而借用属的名词也将它称为变化的那种依据关系的[变化]。而且我认为这也是真实的说法:如果他都不认为部分运动的事物是在就自身而言运动,而是将它们归入附带运动的事物之中,那么对于依据关系的事物以及在其他事物运动时自身发生变化的事物,他就更不会说它们是就自身而言运动了。而探求原本就是关于就自身而言运动的事物;因此即便泰奥弗拉斯托斯说运动存在于所有范畴之中,他也只是未加限定地说的,尚未将运动与变化区分开,也尚未将就自身而言与附带地区分开。然而对于这些问题,如果看起来确实值得探求的话,鉴于解释家们对它们的忽略,应当进一步予以探求。但现在必须进入接下来的内容了。

语法注3 条
  1. 5.20ἐπήγαγεν “ἐν χρόνῳ δὲ πάντα κινεῖται”, τρόπον δὲ ἄλλον τοῦτο οἶμαι ἐνδεικνύμενος

    引用语“ἐν χρόνῳ δὲ πάντα κινεῖται”充当主句动词 ἐπήγαγεν 的宾语,随后的分词短语 τρόπον δὲ ἄλλον τοῦτο οἶμαι ἐνδεικνύμενος 连同注解者自己的推测(οἶμαι)说明了欧德谟说话的意图。紧随其后的 ὅτι 从句(ὅτι κίνησις μὲν...)由 ἐνδεικνύμενος 所支配,展开说明欧德谟借此暗示的具体内容。

  2. 5.20ὥσπερ ἄλλον τρόπον κατὰ τὴν οὐσίαν, ὅτι οὐδὲ κίνησιν καλεῖν ἀξιοῦσιν οἱ ἀπὸ τοῦ Περιπάτου, ἀλλὰ γένεσιν καὶ φθορὰν

    ὥσπερ ἄλλον τρόπον κατὰ τὴν οὐσίαν 是与前面的 ἄλλον δὲ τρόπον ἤπερ κατὰ τὰς διαθέσεις(不同于依据态势的方式)相并列的省略比较结构(正如依据实体[存在运动]也是另一种方式一样)。随后的 ὅτι 从句解释了为何实体上的变化是“另一种方式”,即逍遥学派甚至不称其为运动,而称之为生成与毁灭。

  3. 5.20τὰ ἄλλων κινουμένων αὐτὰ μεταβάλλοντα

    这是中性复数冠词名词化分词短语 τὰ... μεταβάλλοντα 内部嵌套的结构:包含独立属格 ἄλλων κινουμένων(当其他事物运动时)以及分词 μεταβάλλοντα 的强调主语 αὐτά(它们自身发生变化)。它与 τὰ κατὰ σχέσιν 并列,共同构成主句 οὐκ ἂν εἴποι 的宾语成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:860.2-861.28