← 辛普里丘

亚里士多德《物理学》注释

§854.28-856.22

从学习之生成与运动的三种种看运动之运动的谬误

辛普利丘解释了亚里士多德的第五个论驳(正如学习的生成不是学习一样,生成之生成与运动之运动亦不成立),继而基于运动的三种种(质变、位移、数量变化)的假定,论证若承认运动之运动,便会导致位移受到质变或被运送的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.17

" Ἅμα δὲ πῶς καὶ ἔσται ἕως τοῦ οὐδὲ τὶς τινός." Πέμπτον οἶμαι τοῦτο ἐπιχείρημα δεικνύον, ὅτι οὔτε γενέσεως γένεσίς ἐστιν οὔτε κινήσεως κίνησις, ἀπάγει δὲ καὶ τοῦτο εἰς ἄτοπον· εἰ γάρ ἐστι κινήσεως κίνησις καὶ γενέσεως γένεσις, οὔτε ἡ τῆς κινήσεως κίνησις δύναται κίνησις εἶναι οὔτε ἡ τῆς γενέσεως γένεσις εἴη ἂν γένεσις. δείκνυσι δὲ αὐτὸ ἐξ ὁμοίου παραθέσεως. ὥσπερ γὰρ οὐκ ἔστι μάθησις ἡ τῆς μαθήσεως γένεσις (εἴη γὰρ ἂν ἡ μάθησις πρὶν γενέσθαι),1 οὕτως οὐδὲ γενέσεως γένεσις. εἰ γὰρ ἡ γένεσις γινόμενόν ἐστιν, εἴπερ ἔστι τῆς γενέσεως γένεσις, τὸ δὲ γινόμενον οὔπω ἔστιν, οὐκ ἂν εἴη γένεσις ἡ τῆς γενέσεως γινομένη γένεσις. ἔτι δὲ εἰ ἄλλο τὸ ἀλλοιούμενον καὶ ἄλλο ἡ ἀλλοίωσις αὐτοῦ καὶ ἄλλο τὸ μανθάνον καὶ ἄλλο ἡ μάθησις αὐτοῦ, οὕτω δὲ καὶ ἄλλο τὸ γινόμενον καὶ ἄλλο ἡ γένεσις αὐτοῦ, εἰ τὸ γινόμενον ἡ γένεσίς ἐστιν, ἡ τῆς γενέσεως γένεσις οὐκ ἔσται γένεσις. οὐδὲ ἡ τῆς κινήσεως κίνησις ἔσται κίνησις. διὰ τοῦτο οὖν ἀρχόμενος τοῦ ἐπιχειρήματος οὕτως εἶπεν· ἅμα δὲ πῶς καὶ ἔσται ἢ ἅμα δὲ καὶ πῶς ἔσται; ἑκατέρως γὰρ εὑρίσκεται γεγραμμένον, τὸ δὲ αὐτὸ σημαίνει. πῶς γάρ, φησίν, ἔσται κίνησις ἡ τῆς κινήσεως λεγομένη κίνησις ἢ γένεσις ἡ τῆς γενέσεως γένεσις; προστέθεικε δὲ τὸ οὐδὲ τὶς τινός, ἵνα μὴ νομίσῃ τις τῆς μὲν καθόλου γενέσεως μὴ εἶναι γένεσιν,2 ὅτι ἀνάγκη καὶ ταύτην εἶναι καθόλου, δύο δὲ καθόλου ἀδύνατον τὰ αὐτὰ εἶναι, καὶ ὅτι τῶν καθόλου οὐκ ἔστι γένεσις, ὡς αὐτὸς ἐν τῷ πρώτῳ τῶν Περὶ γενέσεως εἶπεν, τῆς δὲ τινὸς μηδὲν κωλύειν ἄλλην τινὰ γένεσιν εἶναι. καὶ τοῦτο οὖν ἀνεῖλεν. ἁπλῶς γὰρ ἄλλο καὶ τῷ γένει καὶ τῷ εἴδει τὸ γινόμενόν ἐστι καὶ ἄλλο ἡ γένεσις αὐτοῦ. ἐπιστῆσαι δὲ ἄξιον, ὅπερ πρότερον ἔλεγον, ὅτι καὶ ὁ Ἀριστοτέλης μεταβολὴν τῆς κινήσεως εἶναί φησι, γένεσιν δὲ αὐτὴν ἀλλ’ οὐ κίνησιν εἶναι βούλεται, ὅταν λέγῃ οὐ γὰρ ἔσται μάθησις ἡ τῆς μαθήσεως γένεσις· κίνησις γάρ ἐστιν ἡ μάθησις. καὶ τὴν μεταβολὴν αὐτῆς γένεσιν μὲν εἶναι βούλεται, μάθησιν δὲ οὔ. καὶ τῆς τινὸς οὖν γενέσεως ἔστι τις πάντως μεταβολή, καθ’ ἣν εἰς τὸ εἶναι καὶ τὸ μὴ εἶναι πρόεισιν. ἀλλ’ οὔτε γένεσιν οὔτε φθορὰν ταύτας ῥητέον, διὰ τὰ εἰρημένα ἄτοπα· ἀλλ’ ὥσπερ αὗται μεταβολαί εἰσιν ἄλλων τῷ γένει τινῶν οἷον ἀνθρώπου καὶ ἵππου, οὕτως καὶ τούτων ἄλλας τῷ γένει θετέον μεταβολάς· ἀνάγκη γὰρ τῷ κοινῷ ὀνόματι καλεῖν οὐκ ἔχοντα ἴδιον.

“同时,怎么又会有”直至“也没有某一特定者的某一特定[生成]。” 我认为这是说明既不存在生成之生成,也不存在运动之运动的第五个论驳,而这也导向荒谬;因为如果存在运动之运动和生成之生成,那么运动之运动就不能是运动,生成之生成也不会是生成。他通过对类似情况的并置来说明这一点。因为正如学习的生成不是学习一样(否则学习在生成之前就会存在),生成之生成同样不存在。因为如果存在生成之生成,而生成是生成着的事物,但生成着的事物尚不存在,那么生成之生成着的那一生成就不会是生成。此外,如果受质变者是一回事,它的质变是另一回事,学习者是一回事,它的学习是另一回事,同样,生成着的事物是一回事,它的生成也是另一回事,那么如果生成着的事物就是生成,生成之生成就不会是生成,运动之运动也不会是运动。因此,在展开论驳之初,他才这样说:“同时,怎么又会有”,或者“同时,又怎么会有?”因为这两种写法都可见到,但意思相同。因为他说:“所谓的运动之运动怎么会是运动,生成之生成怎么会是生成呢?”而他加上“也没有某一特定者的某一特定[生成]”,是为了防止有人认为:普遍生成的生成固然不存在——因为这[第二个生成]也必须是普遍的,而两个普遍者不可能相同,并且正如他自己在《论生成与消灭》第一卷中所说的那样,普遍者没有生成——但并不妨碍某一特定生成有另一特定的生成。因此他也排除了这一点;因为简单说来,生成着的事物与它的生成在属和种上都是两回事。值得注意的是,正如我先前所说,亚里士多德自己也说存在运动的变化,但他认为这变化是生成而非运动,当他说“因为学习的生成不会是学习”时便是如此;因为学习是一种运动。并且他主张它的变化是生成,但不是学习。因此,对于某一特定的生成而言,也完全存在某种变化,生成依据这种变化走向存在与非存在。但由于所说的荒谬,这些不可被称为生成也不可被称为消灭;正如这些[生成与消灭]是某些在属上不同的事物(如人与马)的变化一样,对于这些[变化自身]也必须设定在属上不同的其他变化;因为没有〔其〕固有名称的人必须用共通的名称来称呼〔它们〕。

§5.18

"Ἔτι εἰ τρία εἴδη κινήσεώς ἐστιν ἕως τοῦ τὴν φορὰν ἀλλοιοῦσθαι ἢ φέρεσθαι." Καλῶς ἐξ ὑποθέσεως εἶπεν εἰ τρία εἴδη κινήσεώς ἐστι· τοῦτο γὰρ ἀποδεῖξαι προέκειτο, ὅτι ἐν ταῖς τρισὶ μόναις κατηγορίαις ἐστὶ κίνησις, ἐν ποσῷ καὶ ποιῷ καὶ τῷ ποῦ καὶ οὔτε ἐν ταῖς ἄλλαις οὔτε ἐν τῷ ποιεῖν καὶ πάσχειν, διότι κινήσεως κίνησις οὐκ ἔστιν, εἰς ὃ καὶ τὰ προειρημένα ἐπιχειρήματα καὶ τοῦτο τὸ νῦν προκείμενον κατεβάλετο. ἐπειδὴ οὖν ἴδιόν τι γέγονε πρόβλημα τὸ μὴ εἶναι κινήσεως κίνησιν, δείκνυσιν αὐτὸ ὑποθέμενος τρία εἶναι τῆς κινήσεως εἴδη καὶ προσθείς, ὅτι ἀνάγκη πᾶν τὸ κινούμενον κατὰ τούτων τι τῶν τῆς κινήσεως εἰδῶν κινεῖσθαι. καὶ διὰ τοῦτο καὶ ἡ ὑποκειμένη τῷ λόγῳ φύσις, τουτέστιν ἡ κίνησις ἣν λέγομεν κινεῖσθαι, ἢ ἀλλοίωσίς ἐστιν ἢ φορὰ ἢ κατὰ ποσὸν μεταβολή. οὐ μόνον δὲ τὴν κίνησιν, ἣν λέγομεν κινεῖσθαι, ὑποκειμένην τῇ κινήσει, καθ’ ἣν λέγεται κινεῖσθαι, ἀνάγκη τούτων τι εἶναι, ἀλλὰ καὶ τὰ εἰς ἃ κινοῦνται· ἢ γὰρ ποιὸν ἢ ποσὸν ἢ ποῦ καὶ τούτων ἕκαστον· ἢ γὰρ εἰς λευκὸν ἢ εἰς μεῖζον ἢ ἄνω ἢ ἐπὶ τὰ τούτων συγγενῆ. τούτων δὲ οὕτως ἐχόντων κατὰ κοινοῦ λαβὼν τὸ ἀνάγκη ἐπήγαγεν,3 ὅτι ἀνάγκη τὴν φοράν, εἴπερ αὕτη τύχοι ἡ κίνησις ἣν λέγομεν κινεῖσθαι, ἢ ἀλλοιοῦσθαι, ἢ φέρεσθαι, ἢ κατὰ ποσὸν μεταβάλλειν. ὅπερ καὶ καταγέλαστον δοκεῖ τὸ τὴν φορὰν λευκαίνεσθαι ἢ θερμαίνεσθαι ἢ φέρεσθαι καὶ ἀδύνατόν ἐστιν.

“此外,如果运动有三种”直至“位移受到质变或被运送。” 他以假定的方式说“如果运动有三种”,这是恰当的;因为所要证明的正是:运动仅存在于三个范畴中,即数量、性质和“何处”,既不在其他范畴中,也不在“施为”与“受动”中,因为不存在运动之运动,先前所说的论驳以及现在提出的这一个论驳都是为了确立这一点。因此,既然不存在运动之运动已经成为一个独立的问题,他就通过假设运动有三种,并补充说凡是运动的事物都必然按照运动的这些种之一运动,来证明这一点。因此,在论证中作为底层的自然本性——即我们说它在运动的那个运动——要么是质变,要么是位移,要么是关于数量的变化。不仅我们说在运动的、作为被说成运动所依据之运动的底层的那个运动本身必然是这些中的某一种,而且它们运动向的目标也必然如此;因为这些目标中的每一项也都是性质、数量或“何处”:即或是向着白色,或是向着更大,或是向上,或是向着与这些同类的东西。在这些情况确立之后,他将“必然”作为共有项而得出:如果这〔位移〕恰好是我们说在运动的运动,那么位移必然要么受质变,要么被运送,要么按照数量发生变化;位移变白、变热或被运送,这看起来甚至可笑,而且是不可能的。

语法注3 条
  1. 5.17εἴη γὰρ ἂν ἡ μάθησις πρὶν γενέσθαι

    由 ἄν 与祈愿语气 εἴη 构成的表示荒谬或与事实相反推论的句式。若假定学习的生成本身即是学习,则生成过程本身就已经是学习,从而导致学习在生成(γενέσθαι)之前便已存在的逻辑矛盾。

  2. 5.17ἵνα μὴ νομίσῃ τις τῆς μὲν καθόλου γενέσεως μὴ εἶναι γένεσιν

    在目的从句 ἵνα μὴ νομίσῃ τις 内部,由 μέν ... δέ 形成对比并由 νομίσῃ 统辖的两个“带不定式结构”(τῆς μὲν καθόλου γενέσεως μὴ εἶναι γένεσιν 与 τῆς δὲ τινὸς μηδὲν κωλύειν ἄλλην τινὰ γένεσιν εἶναι)。属格 τῆς καθόλου γενέσεως 与 τῆς τινός 分别依附于不定式的主语 γένεσιν 和 ἄλλην τινὰ γένεσιν。

  3. 5.18κατὰ κοινοῦ λαβὼν τὸ ἀνάγκη ἐπήγαγεν

    语法与注疏术语 κατὰ κοινοῦ 意为“作为共有项[提取]”。在此指将前述的谓词 ἀνάγκη(“必然”)作为通摄后文全部选言项的共有成分,以统辖后面的带不定式结构(τὴν φορὰν ... ἢ ἀλλοιοῦσθαι, ἢ φέρεσθαι, ἢ κατὰ ποσὸν μεταβάλλειν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:854.28-856.22