- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:853.1-854.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据亚里士多德的论证指出,如果变化与运动发生变化,就必须存在独立的载体(质料)与终点(“向之”),但这两者都无法找到,从而陷入荒谬。他还探讨了亚历山大和特米斯蒂乌斯关于异文(“运动不是运动”)的见解。
" Ἔτι δεῖ ὕλην ὑπεῖναι καὶ τῷ γινομένῳ ἕως τοῦ δεῖ γὰρ εἶναι τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν ἢ γένεσιν." Καὶ τοῦτο κοινὸν ἐπὶ πάσης μεταβολῆς ἐστι τὸ ἐπιχείρημα. εἰ γὰρ γενέσεως γένεσίς ἐστιν καὶ ὅλως μεταβολῆς μεταβολή, ἐπειδὴ πᾶν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται καὶ ὕλης τινός, ἥτις τὸ εἶδος δεχομένη γίνεται τοῦτο ὃ γίνεται, γίνεσθαι δὲ λέγεται ἡ γένεσις καὶ ἡ μεταβολὴ μεταβάλλειν, ἔσται τι ὑποκείμενον ἐξ οὗ ἡ γένεσις καὶ ἡ μεταβολή, ὥσπερ καὶ τῷ πυρὶ γινομένῳ ὑπόκειταί τις ὕλη, ἐξ ἧς γίνεται, καὶ τῷ ἀνδριάντι ὁ χαλκός, καὶ τῇ ἀλλοιώσει ὑπόκειται ἢ σῶμα ἢ ψυχή, οὕτω καὶ τῷ γινομένῳ· καὶ οὐ μόνον τῷ ἁπλῶς γινομένῳ, ἀλλὰ καὶ τῇ τινὶ γενέσει καὶ κινήσει καὶ ὅλως μεταβολῇ· τούτου γὰρ χάριν παραδείγματι τῇ ἀλλοιώσει ἐχρήσατο. μηδενὸς γὰρ ὄντος ὑποκειμένου, οὐδ’ ἂν γίνοιτό τι. εἰ οὖν ἡ γένεσις γίνεται καὶ ἔστι γινόμενον ἡ γένεσις, δεῖ πάντως καὶ τούτῳ γινομένῳ ὕλην ὑπάρχειν, ἥτις τῇ μεθέξει τῆς γενέσεως γίνεται. καὶ εἰ κινεῖται ἡ κίνησις, ὁμοίως ὑποκείμενόν τι ἔσται τὸ κατὰ τὴν κίνησιν κινούμενον ἐκ τοῦδε εἰς τόδε, τουτέστιν ἐξ ἄλλου εἴδους εἰς ἄλλο, εἰς ὃ μεταβάλλον τὸ ἐν τῷ γινομένῳ καὶ κινουμένῳ ὑποκείμενον γένεσις καὶ κίνησις γίνεται, ὥσπερ ἐν τῷ λευκαινομένῳ τὸ ὑποκείμενον κατὰ τὴν λεύκανσιν μεταβάλλον εἰς λευκὸν μεταβάλλει. εἰ οὖν ὑποκείμενόν τι χρὴ εἶναι τὸ γινόμενον κίνησις ἢ γένεσις ἄλλο παρὰ τὴν κίνησιν καὶ τὴν γένεσιν, τί τοῦτό ἐστιν, ὥσπερ τὸ ἀλλοιωτὸν ἢ σῶμά ἐστιν ἢ ψυχὴ ἄλλο παρὰ τὴν ἀλλοίωσιν; εἰ δὲ ἡ κίνησις κινεῖται καὶ ἡ γένεσις γίνεται, οὐκ ἔστι τι ὡς ὕλη ὑποκείμενον, ὅπερ ἄτοπον καὶ ἀδύνατον, εἰ ἀνάγκη ὕλην ὑποκεῖσθαι τῷ κινουμένῳ καὶ γινομένῳ. τοῦτο μὲν οὖν ἓν ἄτοπον συνήγαγε συντόμως διὰ τοῦ τίς οὖν ἔσται ἡ ὑποκειμένη ὕλη, ὥσπερ τὸ ἀλλοιωτὸν ἢ σῶμα ἢ ψυχή, ἕτερον δὲ ἐκ τοῦ δεῖν μὲν εἶναί τι εἰς ὃ κινοῦνται τὰ κινούμενα ἄλλο παρ’ αὐτά·1 οἷον εἰ λευκαίνεται τὸ σῶμα, ἔστι τι τὸ λευκὸν ἄλλο παρὰ τὸ σῶμα, εἰς ὃ κινεῖται τὸ σῶμα, μηδὲν δὲ ἐπὶ τῶν προκειμένων εἶναι ἄλλο παρ’ αὐτά. εἰ γὰρ κινεῖται καὶ ἡ κίνησις γίνεται ἡ γένεσις, τίνα ἔσται παρὰ τὴν κίνησιν καὶ τὴν γένεσιν ἄλλα, εἰς ἃ κινεῖται ἡ κίνησις καὶ γίνεται ἡ γένεσις, ὥσπερ τὸ λευκὸν καὶ ἡ ἐπιστήμη ἄλλα ἐστὶ σώματος καὶ ψυχῆς, εἰς ἃ κινοῦνται τὸ σῶμα καὶ ἡ ψυχή. εἰ οὖν ἐπὶ τούτων μὴ ἔστιν ἄλλο τι τὸ εἰς ὅ, χρὴ δὲ πάντως εἶναι ἐπὶ τοῦ κινουμένου καὶ γινομένου, δῆλον ὅτι οὔτε ἡ κίνησις κινεῖται οὔτε ἡ γένεσις γίνεται. δεύτερον οὖν τοῦτο ἄτοπον ἀπὸ τοῦ δεῖν μὲν ἐπὶ τῶν κινουμένων εἶναί τι τὸ εἰς ὃ κινοῦνται καὶ εἰς ὃ γίνονται, ὥσπερ καὶ ἐξ οὗ κινοῦνται καὶ ἐξ οὗ γίνονται, εἰ δὲ λέγοι τις τὴν κίνησιν κινεῖσθαι καὶ τὴν γένεσιν γίνεσθαι, μὴ ἔχειν εἰπεῖν, εἰς ὃ κινεῖται ἡ κίνησις, καὶ εἰς ὃ γίνεται ἡ γένεσις ἄλλο τι παρ’ αὐτά, ὥσπερ οὐδὲ τὸ ἐξ οὗ εἴχομεν εἰπεῖν πρότερον. Ταῦτα μὲν οὖν, εἰ οὕτως εἴη γεγραμμένον δεῖ γὰρ εἶναί τι τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν ἢ γένεσιν. ὁ δὲ Ἀλέξανδρος καὶ ἄλλην θεὶς γραφὴν τὴν λέγουσαν ἐκ τοῦδε εἰς τόδε κίνησιν μὴ κίνησιν2 ἐξηγεῖται καὶ ταύτην οὕτως· εἰ ἡ κίνησις κινούμενόν ἐστιν, ἄλλο δέ τι τὸ κινούμενον καὶ ἄλλο τὸ καθ’ ὃ ἡ κίνησις οἷον τὸ σῶμα καὶ ἡ λεύκανσις, δῆλον ὅτι ἡ κίνησις τῆς κινήσεως ἡ ἐκ τοῦδε εἰς τόδε οὐκ ἂν εἴη κίνησις· ὥστε οὐκ ἀληθὲς ὅτι κινεῖται ἡ κίνησις. καὶ ὁ Θεμίστιος ταύτην ἔοικεν ἀποδέχεσθαι τὴν γραφήν. ἐφιστάνει δὲ καλῶς ὁ Ἀλέξανδρος, ὅτι ἡ προτέρα γραφὴ μᾶλλον οἰκεία τοῖς προκειμένοις, διότι τοῦτο τὸ συμπέρασμα τὸ τὴν κίνησιν μὴ εἶναι κίνησιν ἐφεξῆς δείκνυσιν ὁ Ἀριστοτέλης. καὶ τοῦτο δὲ ῥητέον ὅτι τὸ ἐπιχείρημα τοῦτο πεποίηται ἐκ τοῦ δεῖν μὲν ἐπὶ τῶν κινουμένων καὶ γινομένων εἶναι τὸ ἐξ οὗ καὶ τὸ εἰς ὅ. εἰ δὲ λέγει τις τὴν κίνησιν κινεῖσθαι καὶ τὴν γένεσιν γίνεσθαι, μηδέτερον ἔχειν ἐπ’ αὐτῶν ἀποδιδόναι μήτε τὸ ἐξ οὗ μήτε τὸ εἰς ὅ.
“此外,对于生成的事物也必须有质料作为基底”直至“因为必须有这一事物从这到那的运动或生成。” 而这一论驳对于一切变化都是共通的。因为如果存在生成的生成,并且大体而言存在变化的变化,既然一切生成的事物都是从某种载体和某种质料生成的——质料通过接受形式而成为它所生成的这个东西——并且生成被说成是生成的,变化被说成是变化的,那么就会有某种载体,生成和变化由之产生,正如对于生成的火有某种质料作为基底且火由之生成,对于雕像有青铜[作为基底],对于质变有物体或灵魂作为基底一样,对于生成的事物也是如此;并且不仅对于无条件生成的事物,而且对于某种特定的生成、运动以及大体而言的变化也是如此;因为为此缘故,他使用了质变作为例证。因为若是没有任何载体,就不会有任何事物生成。因此,如果生成发生生成,并且生成是生成着的事物,那么对于这个生成着的事物而言,也完全必须存在质料,它通过分有生成而生成。并且如果运动在运动,同样地,按照运动从这到那(即从一个形式到另一个形式)运动着的事物将成为某种载体,在生成着和运动着的事物之中的载体通过变化为它而成为生成和运动,正如在被变白的事物中,载体按照变白发生变化而变化为白色一样。因此,如果生成为运动或生成的载体必须是运动和生成之外的某种其他事物,那么这东西究竟是什么呢,正如受质变者是质变之外的物体或灵魂一样?但如果运动在运动且生成在生成,就不会有任何作为质料而作为基底的事物,而如果对于运动着和生成着的事物必须有质料作为基底,这便是荒谬且不可能的。因此,一方面,他通过“那么作为基底的质料将会是什么,正如受质变者是物体或灵魂一样”简练地引出了这一个荒谬;另一方面,他从运动着的事物必须有某物作为它们运动向的目标(且有别于它们自身)——例如如果物体变白,在物体之外便有某个作为白色之物,物体向之运动——然而在所提出的事例中却没有任何有别于它们自身之物这一事实[引出了另一个荒谬]。因为如果运动在运动且生成在生成,那么在运动和生成之外还会有什么其他事物,是运动向之运动且生成向之生成的呢,正如白色和知识是有别于物体和灵魂之物,而物体和灵魂向之运动一样?因此,如果在这些事例中不存在作为“向之”的其他事物,而这对于运动着和生成着的事物而言又是绝对必须存在的,那么显然,既非运动在运动,亦非生成在生成。因此,这第二个荒谬是源于:虽然在运动着的事物上必须有它们向之运动和向之生成的某物,正如必须有它们由之运动和由之生成的某物一样,但如果有人说运动在运动且生成在生成,他就无法在它们之外说明运动向之运动以及生成向之生成的某种其他事物,正如我们先前无法说明“由之”一样。 因此,如果文本是这样写的,就会是这些结论:“因为必须有某物,即这一事物从这到那的运动或生成。”但亚历山大还提出了另一个异文,称“从这到那的运动不是运动”,他也将这个异文解释如下:如果运动是运动着的事物,而运动着的事物与据以发生运动的事物是不同的两回事(例如物体与变白),那么显而易见,运动从这到那的运动就不会是运动;从而运动在运动并不是真的。而特米斯蒂乌斯似乎也接受了这一异文。但亚历山大正确地指出,前一个异文更为切合所提出的论题,因为亚里士多德在紧接着的文句中就证明了这一结论,即运动不是运动。并且还必须说的是:这一论驳是由如下情况构成的,即在运动着和生成着的事物上必须有“由之”和“向之”,但如果有人说运动在运动且生成在生成,他就无法在它们身上指明这两者中的任何一者,无论是“由之”还是“向之”。
- 5.16ἕτερον δὲ ἐκ τοῦ δεῖν μὲν εἶναί τι εἰς ὃ κινοῦνται τὰ κινούμενα ἄλλο παρ’ αὐτά
该结构承接前面的 τοῦτο μὲν οὖν ἓν ἄτοπον συνήγαγε(他引出了这一个荒谬),表示与之相对的另一个荒谬推论。ἕτερον δέ 之后承前省略了动词 συνήγαγε,而介词 ἐκ 统摄了后面由 δεῖν μὲν εἶναι(必须存在……)与 μηδὲν δὲ εἶναι(却不存在任何……)构成的对照性不定式短语。
- 5.16ἐκ τοῦδε εἰς τόδε κίνησιν μὴ κίνησιν
此句作为异文被引出。正如辛普利丘紧接着的解释(ἡ κίνησις τῆς κινήσεως ἡ ἐκ τοῦδε εἰς τόδε οὐκ ἂν εἴη κίνησις)所示,带否定词的 μὴ κίνησιν(非运动)作 κίνησιν 的表语补足语,整体理解为概括性的宾格不定式命题结构,意即“从这到那的运动不是运动”。
