- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:856.23-858.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解《物理学》第5卷第2章(226a19)关于运动之运动仅能按偶性存在的论点,批判了亚历山大将“正在康复者跑步”解释为因果关系的观点,讨论了手稿异文,并通过偶性不属于科学认识范围来论证不存在运动之运动。
" Ὅλως δὲ ἐπεὶ κινεῖται τὸ κινούμενον ἕως τοῦ τὴν δὲ κατὰ συμβεβηκὸς ἀφεῖμεν πάλαι." Δείξας ὅτι ἀδύνατον κίνησιν κινήσεως εἶναι ἢ γένεσιν γενέσεως καθ’ αὑτὸ ἢ ὅλως μεταβολὴν μεταβολῆς διὰ πλειόνων ἐπιχειρημάτων, προστίθησιν ὅτι τριχῶς τῆς κινήσεως λεγομένης, ὡς διώρισται πρότερον, ἢ καθ’ αὑτὸ ἢ κατὰ μόριον ἢ κατὰ συμβεβηκός, κατὰ συμβεβηκὸς μόνως δυνατὸν εἶναι κινήσεως κίνησιν καὶ γενέσεως γένεσιν καὶ ὅλως μεταβολὴν μεταβολῆς, ὅταν ὁ ὑγιαζόμενος, φησί, τρέχῃ ἢ μανθάνῃ, οὐχ ὡς ὁ Ἀλέξανδρος οἶμαι λέγει, διότι διὰ ταύτης τῆς κινήσεως ὑγιάζεται. ἀλλ’ οὐκ ἐκ ταύτης εἰς ἐκείνην μεταβάλλει. ὅτι γὰρ οὐχ ὡς αἴτιον τὸ τρέχειν τῆς ὑγιάνσεως παρέλαβεν, ἀλλ’ ὡς τὴν τυχοῦσαν κίνησιν, δηλοῖ πρῶτον μὲν ὅτι οὐ τὸν τρέχοντα ὑγιαζόμενον ὑπέθετο, ἀλλὰ τὸν ὑγιαζόμενον τρέχοντα· ἔπειτα ὅτι ἐπήγαγεν τὸ ἢ μανθάνῃ. οὐ γὰρ δὴ καὶ διὰ τῆς μαθήσεως ὑγιάζεται, ἀλλ’ οὐδὲ εἰ ἦν κινήσεως κίνησις, ἐκ τῆς ἑτέρας εἰς τὴν ἑτέραν ἦν ἂν μεταβολή, ἀλλ’ ὑπῆρχεν ἡ ἑτέρα τῇ ἑτέρᾳ, ὥστε κατ’ αὐτὴν κινεῖσθαι. ἀλλὰ λέγοι ἂν κινήσεως κίνησιν εἶναι κατὰ συμβεβηκός, ὅταν τῷ κινουμένῳ κίνησις οἷον ἡ ὑγίανσις τῷ ὑγιαζομένῳ ὑπάρχῃ καὶ ἄλλη κίνησις τὸ τρέχειν ἢ τὸ μανθάνειν. τότε γὰρ κατὰ συμβεβηκὸς τούτων τις τῶν κινήσεων ὑπάρχει τῷ ὑγιάζεσθαι· ὥστε κατὰ συμβεβηκὸς τὴν κατὰ τὸ ὑγιάζεσθαι κίνησιν τρέχειν ἢ μανθάνειν,1 ὅτι ᾧ συμβέβηκε τὸ ὑγιάζεσθαι οἷον τῷ Σωκράτει οὗτος τρέχει ἢ μανθάνει. Ἰστέον δὲ ὅτι τὰ μὲν τῶν βιβλίων οὕτως ἔχει τὴν γραφὴν κατὰ συμβεβηκὸς μόνως ἂν ἐνδέχοιτο μεταβάλλειν τὴν μεταβολήν, οἷον εἰ ὁ ὑγιαζόμενος τρέχοι ἢ μανθάνοι, τὰ δὲ οὕτως κατὰ συμβεβηκὸς μόνως ἂν ἐνδέχοιτο μεταβάλλειν τὴν μεταβολήν, εἰ συμβαίνει τινὶ τροχάσαντι ὑγιαίνειν, οἷον εἰ ὁ ὑγιαζόμενος τρέχοι ἢ μανθάνοι. καὶ οἶδε καὶ ταύτην τὴν γραφὴν ὁ Ἀλέξανδρος. κἂν οὕτως δὲ ᾖ γεγραμμένον, οὐχ οὕτως οἶμαι λέγεσθαι ὡς τοῦ τρέχειν αἰτίου τῆς ὑγείας γινομένου, ἀλλ’ ὡς ἀμφοῖν τῷ αὐτῷ ὑπαρχόντων.2 καὶ τοῦτο οἶμαι ἐνδεικνύμενος ὁ Ἀριστοτέλης ἐπήγαγεν τὸ ἢ μανθάνοι· οὐ γὰρ δὴ ὥσπερ τὸ τρέχειν οὕτω καὶ τὸ μανθάνειν αἴτιον ὑγείας δοκεῖ, ἀλλὰ τὸ τρέχειν ὡς κίνησίν τινα παρέλαβεν, ὥσπερ καὶ τὸ μανθάνειν. μόνως οὖν κατὰ συμβεβηκὸς δυνατὸν εἶναι κινήσεως κίνησιν, καὶ οὔτε καθ’ αὑτό, ὡς δέδεικται πρότερον, οὔτε κατὰ μέρος· ὡς γὰρ οὐκ ἂν καθ’ ὅλην ἡ ἀλλοίωσις φέροιτο, οὕτως οὐδὲ κατὰ μέρος ἂν φέροιτο. εἰ οὖν μόνον τὸ κατὰ συμβεβηκός, τὸ δὲ κατὰ συμβεβηκὸς ἐκβέβληται ὡς ἀνεπιτήδειον πρὸς ἐπιστήμην, συνάγοιτο ἂν ὅτι οὐκ ἔστι κινήσεως κίνησις. ἐξ οὗ δῆλον ὅτι οὐκ ἔστιν ἐν τῷ ποιεῖν καὶ πάσχειν κίνησις, ὅπερ προέκειτο δεῖξαι. ἐπὶ δὲ τοῦ πάσχοντος μόνου τὸν λόγον ἐποιήσατο, διότι μία οὖσα ἡ ἐνέργεια ἐκ τοῦ ποιοῦντος ἐν τῷ πάσχοντί ἐστιν.
“一般而言,既然运动着的事物运动”直至“而偶性的[运动]我们很久以前就已排除。” 在通过多个论驳说明了运动之运动、生成之生成或者一般而言变化之变化就自身而言是不可能的之后,他补充说,正如先前所规定的那样,运动有三种说法——或是就自身而言,或是就部分而言,或是依据偶性——因此,运动之运动、生成之生成以及一般而言变化之变化,只有依据偶性才是可能的,他说,即“当正在康复的人跑步或学习时”,而我认为并不像亚历山大所说的那样,是因为他通过这种运动而康复、却并不是从这一运动变化到那一运动。因为他把跑步当作任意偶遇的运动而非康复的原因,这首先表现为他假定的不是跑步的人正在康复,而是正在康复的人在跑步;其次表现为他添加了“或者学习”。因为他绝不会也通过学习而康复;而且即使存在运动之运动,它也不会是从一种运动向另一种运动的变化,而是一种运动从属于另一种运动,从而依照它而运动。相反,他会说,每当运动着的事物具有某种运动(例如康复属于正在康复的人),并且同时具有另一种运动(跑步或学习)时,依据偶性就存在运动之运动。因为在那时,这些运动中的某一种依据偶性属于康复;从而依据偶性,对应于康复的运动在跑步或在学习,因为康复作为偶性所从属的那个人(例如苏格拉底),正是这个人在跑步或在学习。 应当知道,某些抄本的文字是这样的:“只有依据偶性变化才可能发生变化,例如若正在康复的人跑步或学习”,而另一些抄本则是这样的:“只有依据偶性变化才可能发生变化,如果某个跑过步的人恰好康复,例如若正在康复的人跑步或学习”。亚历山大也知道这后一种异文。但即使是这样写的,我认为意思也不是说跑步成为健康的原因,而是说两者都从属于同一个主体。我认为亚里士多德正为了表明这一点才添加了“或者学习”;因为学习绝不会像跑步那样看起来是健康的原因,但他把跑步和学习一样都仅仅当作某种运动来采用。 因此,运动之运动唯有依据偶性才是可能的,既非如先前所证明的那样就自身而言,亦非就部分而言;因为正如质变不会就整体发生位移一样,它也不会就部分发生位移。因此,如果只有依据偶性[是可能的],而偶性作为不适于科学认识的东西早已被排除,那么就可以推论出不存在运动之运动。由此显而易见,在施为与受动中不存在运动,而这正是所要证明的论题。他之所以仅就受动者立论,是因为那唯一的现实活动源自施为者而存在于受动者之中。
- 5.19ὥστε κατὰ συμβεβηκὸς τὴν κατὰ τὸ ὑγιάζεσθαι κίνησιν τρέχειν ἢ μανθάνειν
由表示结果的 ὥστε 引导的宾格不定式结构。不定式 τρέχειν ἢ μανθάνειν 的逻辑主语是宾格短语 τὴν κατὰ τὸ ὑγιάζεσθαι κίνησιν(“对应于康复的运动”)。这表达了一个逻辑推论:由于两种运动偶然共存于同一底层主体(苏格拉底)中,因而在偶性层面上可以说一种运动在进行另一种运动(跑步或学习)。
- 5.19ὡς ἀμφοῖν τῷ αὐτῷ ὑπαρχόντων
带有表示观点或理由的 ὡς 的属格独立结构。双数属格 ἀμφοῖν(指代康复与跑步/学习这两种运动)作主语,分词 ὑπαρχόντων 作谓语。它明确了辛普里丘的解释观点,即两种运动只是偶然共同从属于同一底层主体(τῷ αὐτῷ),而不是像亚历山大所设想的那样构成因果关联。
