← 辛普里丘

亚里士多德《物理学》注释

§850.34-852.27

个别生成的生灭与变化之变化的疑难

辛普利丘提出了个别生成(如苏格拉底的生成)是否生成与消灭的疑难,探究了变化之变化缺乏固有名称的问题,考察了运动与时间中生成、消灭和存在奇妙混合的状况,并在维护亚里士多德反驳有效性的同时引向下一个论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#2

εἰ οὖν ἡ τοῦ Σωκράτους γένεσις, καθ’ ἣν γέγονεν ὁ Σωκράτης, μὴ τῶν ἀεὶ ὄντων ἐστί, τῶν γινομένων καὶ φθειρομένων ἀνάγκη αὐτὴν εἶναι, καὶ ὅλως εἰ πρότερον μὴ οὖσα ὕστερον ἦν καὶ πάλιν οὐκ ἔστι, πῶς οὐχὶ καὶ γεγονέναι καὶ ἐφθάρθαι αὐτὴν ἐροῦμεν; μήποτε οὖν ἀνάγκη μὲν εἶναι μεταβολὴν καὶ περὶ τὴν μερικὴν γένεσιν,1 εἴπερ πρότερον μὴ [ἔστιν] οὖσα ὕστερον ἔστιν καὶ πάλιν οὐκ ἔστι, καὶ εἰ χρόνῳ μετρουμένην ἔχει τὴν ὑπόστασιν. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης κατὰ συμβεβηκὸς καὶ ταῦτα μεταβάλλειν ἐρεῖ μετ’ ὀλίγον· καθ’ αὑτὸ μὲν γὰρ μεταβάλλει τὸ ὑποκείμενον, ἡ δὲ μεταβολὴ κατὰ συμβεβηκός, ὅτι ἐν τῷ καθ’ αὑτὸ μεταβάλλοντί ἐστι. μήποτε δὲ καὶ καθ’ αὑτὸ μεταβάλλειν ἀνάγκη τὴν μεταβολὴν τὴν γινομένην καὶ φθειρομένην, ἀλλ’ ὀνομάτων ἔνδεια τὴν ἀπορίαν ποιεῖ. τὰς γὰρ τῶν πραγμάτων μεταβολὰς εἰς δύο ἢ τρία διαστησάμενοι εἴς τε κίνησιν καὶ εἰς γένεσιν καὶ φθοράν, ταῖς τῶν μεταβολῶν μεταβολαῖς κατ’ ἄλλον τρόπον γινομέναις οὐκέτι ἔχομεν οἰκεῖα προσάπτειν ὀνόματα· ὥσπερ γὰρ ἄλλο τί ἐστιν ὁ Σωκράτης καὶ ἄλλο παντελῶς κατὰ ὑποστάσεως εἶδος ἡ τοῦ Σωκράτους μεταβολή, οὕτω καὶ αἱ τούτων ἀμφοῖν μεταβολαὶ διαφέρουσιν τῇ ὅλῃ φύσει. καὶ εἴπερ ἦν ὀνόματα ἴδια ταῖς τῆς γενέσεως καὶ τῆς φθορᾶς μεταβολαῖς, οὐκ ἂν ἴσως τὰ εἰρημένα ἄτοπα ἠκολούθησεν. οὐ γὰρ ἦν γινόμενον ἡ γένεσις οὐδὲ φθειρόμενον, ἀλλὰ ἄλλως πως εἰς τὸ εἶναι καὶ μὴ εἶναι μεταβάλλουσα. τεκμαίρομαι δὲ τοῦτο καὶ ἐκ τῆς κινήσεως· τὴν γὰρ κίνησιν κινεῖσθαι μὲν ἢ ἠρεμεῖν λέγοντες ἀτόποις περιπεσούμεθα, γίνεσθαι δὲ καὶ φθείρεσθαι αὐτὴν οὐ παραιτούμεθα λέγειν. τὴν γοῦν κίνησιν ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχειν πάντες φαμέν, καὶ τάχα ταῦτα καὶ τῷ Ἀριστοτέλει δοκοῦντα μετ’ ὀλίγον φανήσεται, ὅταν μεταβολὴν μὲν εἶναι τῆς κινήσεως λέγῃ, κίνησιν δὲ αὐτὴν ὀνομάζειν οὐ συγχωρῇ· “οὐ γὰρ ἔσται, φησί, μάθησις ἡ τῆς μαθήσεως γένεσις.” Μήποτε δὲ καὶ τὸ συναχθὲν ὡς ἄτοπον, εἰ ἔστι γενέσεως γένεσις τὸ ἅμα γίνεσθαι καὶ φθείρεσθαι τὴν γένεσιν, εἴπερ ἐν τῷ γίνεσθαι φθείρεται καὶ οὔτε ἐν ἀρχῇ οὔτε ἐν τέλει, ἐπὶ τῶν τοιούτων τῶν ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἐχόντων οὐκ ἔστιν ἄτοπον. καὶ γὰρ ἡ ἡμέρα καὶ ὁ ἀγὼν καίτοι φθειρόμενα οὔτε ἐν ἀρχῇ φθείρεται, ὅτι μήπω τότε ἐστίν, εἶναι δὲ χρὴ τὸ φθειρόμενον, οὔτε ἐν τέλει, ὅτι τότε οὐκέτι ἐστίν, ἀλλὰ τῷ γίνεσθαι καὶ τὸ φθείρεσθαι συνακολουθεῖ. οὕτω δὲ καὶ ἡ κίνησις ὥσπερ καὶ ὁ χρόνος, κἂν τῷ λόγῳ διαφέρῃ ἐπ’ αὐτῶν τὸ γίνεσθαί τε καὶ φθείρεσθαι, ἀλλ’ ὅπερ ἂν λάβῃς μέρος γινόμενον ὄψει· εἰ γὰρ πρότερον γινόμενον μέρος τι τῆς κινήσεως ἢ τοῦ χρόνου ὕστερον φθείρεται ὥσπερ ἡ οἰκία, ἀνάγκη εἶναι μεταξὺ χρόνον, ἐν ᾧ οὔτε γίνεται οὔτε φθείρεται, ἀλλ’ ἔστι καὶ ἕστηκε κατὰ τὸ εἶναι· καίτοι ἐπὶ τῆς κινήσεως καὶ τοῦ χρόνου καὶ πάντων τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων οὐκ ἔστι στάσιν λαβεῖν. ἀλλ’ ἔοικε θαυμασίως πως ἐν τοῖς τοιούτοις ὁμοῦ τὰ τρία μεμῖχθαι, γένεσις καὶ φθορὰ καὶ τὸ εἶναι. καὶ γὰρ καὶ τοῦτο ἐν παντὶ μέρει τῶν τοιούτων φαντάζεται, καθ’ ὃ καὶ εἶναι δοκεῖ, κατὰ τὸ ἐπιβάλλον αὐτῷ τοῦ ὄντος μέτρον, ὥσπερ καὶ γίνεσθαι καὶ φθείρεσθαι κατὰ τὴν μῖξιν ταύτην τῆς γενέσεως καὶ φθορᾶς. καὶ οὐχὶ κατ’ ἐκείνας τὰς διεστηκυίας ἀλλήλων καὶ τῇ φύσει, ὡς ἐναντίας καὶ συνυπάρχειν μὴ δυναμένας, καὶ τῷ χρόνῳ, ὡς τὴν μὲν προτέραν εἶναι, τὴν δὲ ὑστέραν. τὸ δὲ μικτὸν τοῦτό ἐστι τὸ παρὰ τῷ Πλάτωνι γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. εἰκὼν γὰρ τοῦ ὄντως ὄντος ἐστὶ τὸ ἐν αὐτῷ μετὰ τῆς γενέσεως καὶ φθορᾶς ἐμφαινόμενον. τάχα δὲ κἂν ᾖ ἐν τοῖς οὖσιν ἡ μικτὴ φύσις αὕτη, καθ’ ἣν τὸ γινόμενον ἅμα καὶ φθείρεται, οὐδὲν ἧττον ἄτοπον ἔσται τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ἐπηγμένον, εἰ γίνοιτο ἡ γένεσις καὶ ἡ κίνησις κινοῖτο. εἰς γὰρ τὸ ἐναντίον οὔσης τῆς μεταβολῆς αὐτὸ τὸ γίνεσθαι καὶ φθείρεσθαι ἔσται καὶ τὸ κινεῖσθαι ἠρεμεῖν.2 ἀλλ’ ὅτι μὲν καὶ ὁ Ἀριστοτέλης συγχωρεῖ καὶ τὴν μεταβολὴν κατὰ συμβεβηκὸς μεταβάλλειν αὐτοῦ λέγοντος ἀκουσόμεθα, εἰ δὲ καὶ καθ’ αὑτὸ κατ’ ἄλλον τινὰ τρόπον, ἐπὶ πλέον ζητείσθω. τὸ δὲ ἑξῆς ἐπιχείρημα προσφυέστερον οἶμαι τῶν προκειμένων δεικτικὸν ὑπάρχον τοιοῦτόν ἐστιν.

因此,如果苏格拉底据以生成的苏格拉底的生成并不属于永恒存在的事物,那么它必然属于生成与消灭的事物;并且大体而言,如果先前不存在的它后来存在了,并且后来又不存在了,我们怎能不说它既已生成又已消灭呢?那么或许,关于个别的生成也必然存在着变化,如果它先前不存在而后来存在,并且后来又不存在,且如果它拥有由时间度量的立足。但亚里士多德在不久之后会说,这些也是偶然地变化的;因为载体是就自身而言变化的,而变化则是偶然变化的,因为它存在于就自身而言变化的事物之中。但是,或许生成与消灭的变化就自身而言发生变化也是必然的,然而名称的匮乏造成了这一疑难。因为我们将事物的变化划分为两类或三类,即运动以及生成与消灭,对于以另一种方式产生的变化之变化,我们便不再拥有恰当的名称可以附加;因为正如苏格拉底是一回事,而苏格拉底的变化在立足的种上完全是另一回事一样,这两者的变化在整体本性上也是有区别的。并且,如果对于生成与消灭的变化原本有专门的名称,也许所说的那些荒谬就不会随之而来。因为生成本来就不会是生成着或消灭着的事物,而是以某种其他方式向着存在与非存在变化。并且我也从运动中推测出这一点;因为说运动在运动或静止,我们将陷入荒谬,但我们并不拒斥说它生成与消灭。至少我们大家都会说,运动在生成与消灭之中拥有存在,而不久之后当亚里士多德说存在运动的变化,却不赞同将其命名为运动时,这些看法大概对他而言也将显现为是合理的;因为他说:“学习的生成不会是学习。”而或许,作为荒谬而被推导出的结论——即如果存在生成的生成,生成就在生成的同时消灭,倘若它确实在生成之中消灭而既非在开端亦非在终点——在这一类于生成与消灭之中拥有存在的事物上并不是荒谬的。因为白天和竞技虽然消灭着,却既不在开端消灭(因为那时它们尚未存在,而消灭着的事物必须存在),也不在终点消灭(因为那时它们已不再存在),相反,消灭伴随着生成。运动就像时间一样也是如此,即使就定义而言在它们身上生成与消灭互不相同,但你所取的任何部分,你都会看到它是生成着的;因为如果运动或时间的某个先前生成的部分像房屋一样在后来消灭,那么在其中必然存在介于中间的一段时间,在那段时间里它既不生成也不消灭,而是存在着且在存在中保持静止;然而在运动、时间以及所有在生成之中拥有存在的事物上,是不可能找到停滞的。相反,在这些事物中,生成、消灭和存在这三者似乎以某种奇妙的方式混杂在一起。因为在这些事物的每一部分中,存在也显现出来,据此它按照分得的存在之分量也显得存在,正如按照生成与消灭的这种混合也显得生成与消灭那样。而它们并非按照那些无论在本性上(作为相反者且无法共存)还是在时间上(作为一者居先而另一者居后)都彼此分立的变化而存在。而这一混合物就是在柏拉图那里“生成并消灭,却决非真实存在”的东西。因为在它之中伴随着生成与消灭而显现出来的东西,乃是真实存在者的影像。不过或许,即使生成着的事物在生成的同时消灭这种混合的本性在存在者中确实存在,如果生成发生生成且运动在运动,由亚里士多德所引出的荒谬也丝毫不会减轻。因为既然变化是向着相反方向的变化,生成本身就将是消灭,运动本身就将是静止。但是,亚里士多德也赞同变化偶然地变化,我们将听到他自己述说;而它是否也以某种其他方式就自身而言变化,则应当进一步探究。而我认为,接下来的论证更为切合地证明了所提出的论题,它是这样的。

语法注2 条
  1. 5.15μήποτε οὖν ἀνάγκη μὲν εἶναι μεταβολὴν καὶ περὶ τὴν μερικὴν γένεσιν

    句首的 μήποτε 在此并非引导表担心的从属分句,而是作为引出委婉论断或审慎探究的惯用独立表达(“那么或许必然……”)。

  2. 5.15εἰς γὰρ τὸ ἐναντίον οὔσης τῆς μεταβολῆς αὐτὸ τὸ γίνεσθαι καὶ φθείρεσθαι ἔσται καὶ τὸ κινεῖσθαι ἠρεμεῖν.

    εἰς γὰρ τὸ ἐναντίον οὔσης τῆς μεταβολῆς 是表示原因的属格绝对结构。在主句中,αὐτὸ τὸ γίνεσθαι 为主语,φθείρεσθαι 为与 ἔσται 搭配的表语(“生成本身就将是消灭”);其后的 καὶ τὸ κινεῖσθαι ἠρεμεῖν 构成平行结构,以 τὸ κινεῖσθαι 为主语,ἠρεμεῖν 为表语,共用动词 ἔσται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:850.34-852.27