- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:849.5-850.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对《物理学》226a6的文本,阐释了亚里士多德依据相反运动属于同一事物这一公理对生成的生成所作的归谬反驳。他进一步解释了静止属于同一事物这一公理如何适用于否定运动的运动,并最终提出了关于生成本身在存在物中本体论地位的疑难。
" Ἔτι τοῦ αὐτοῦ κίνησις ἡ ἐναντία ἕως τοῦ εἶναι γὰρ δεῖ τὸ φθειρόμενον." Καὶ δι’ ἄλλης ἐπιχειρήσεως δείκνυσιν, ὅτι οὐκ ἔστι γενέσεως γένεσις, εἰς ἄτοπον ἀπάγων τὸ τὸ γινόμενον, ὅταν γίνηται, τότε φθείρεσθαι.1 καὶ ἔστιν οὕτως ἄτοπον τὸ τὰς ἐναντίας κινήσεις ἅμα κινεῖσθαι. δείκνυσι δὲ αὐτὸ προλαβὼν ὡς ἀξίωμα τὸ τὰς ἐναντίας κινήσεις τοῦ αὐτοῦ εἶναι, οὐχ ἅμα δηλονότι ἄμφω, οὐδὲ ἄμφω πάντως κατὰ φύσιν, ἀλλ’ ὅτι τὸ κινούμενόν τινα κίνησιν κινητόν ἐστι καὶ κατὰ τὴν ἐναντίαν αὐτῇ. ὁμοίως δὲ προλαμβάνει καὶ ὅτι οὗ ἔστι κίνησίς τις, τούτου καὶ ἡ τῇ κινήσει ἐκείνῃ ἀντικειμένη ἠρέμησις. καὶ γὰρ ἐπὶ ἀλλοιώσεως καὶ αὐξήσεως καὶ φορᾶς καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς ἀληθῆ ταῦτα. εἰ οὖν ἔστι γενέσεως γένεσις, ὥστε γινόμενόν τι εἶναι τὴν γένεσιν, δῆλον ὅτι καὶ φθειρόμενον ἔσται· τοῦ γὰρ αὐτοῦ τὸ γίνεσθαι καὶ φθείρεσθαί ἐστι. πότε οὖν φθείροιτο ἂν τοῦτο τὸ γινόμενον ἡ γένεσις, εἰ γὰρ μήτε ἐν ἀρχῇ τοῦ γίνεσθαι, ὅπερ αὐτὸς εἶπεν εὐθὺς γινόμενον (οὐ γὰρ ἂν ἐγίνετο ἔτι), μήτε ὕστερον μετὰ τὸ γενέσθαι, ὅτε πάντα φθείρεται τὰ φθειρόμενα (ἡ γὰρ γένεσις ἐν τῷ γίνεσθαι οὖσα καὶ μετὰ τὸ γενέσθαι οὐκέτι οὖσα οὐκ ἂν τότε φθείροιτο· εἶναι γὰρ δεῖ τὸ φθειρόμενον, ἵνα φθείρηται, ἡ δὲ γένεσις μετὰ τὸ γενέσθαι οὐκέτι ἐστὶν ὥσπερ οὐδὲ ἡ κίνησις μετὰ τὸ κινηθῆναι τὸ κατ’ αὐτὴν κινούμενον), εἰ οὖν μήτε εὐθὺς γινομένη ἡ γένεσις φθείρεται μήτε ὕστερον μετὰ τὸ γενέσθαι, ἀνάγκη ὅταν γίνηται τότε φθείρεσθαι. ὁ μὲν γὰρ Σωκράτης, ὅταν παύσηται τοῦ γίνεσθαι καὶ γενόμενος ἤδη ᾖ, τότε φθείρεται· ἡ δὲ γένεσις, εἴπερ γίνοιτο, ὅταν γενομένη ᾖ, οὐκέτι ἐστίν, ὥστε οὐδὲ φθείρεται τότε. εἶναι γὰρ δεῖ τὸ φθειρόμενον. ὥστε ἐὰν γινόμενον ᾖ ἡ γένεσις, ὅταν γίνηται γινόμενον, τότε φθείρεται· ὅπερ ἄτοπον τὸ ἅμα τὸ αὐτὸ γίνεσθαί τε καὶ φθείρεσθαι. εἰ γὰρ γίνεται ἡ γένεσις, δῆλον ὅτι καὶ φθείρεται διὰ τὸ προληφθὲν ἀξίωμα τὸ τοῦ αὐτοῦ εἶναι τὰς ἐναντίας κινήσεις. Καὶ ὁ μὲν Ἀριστοτέλης ἐπὶ τῆς γενέσεως διὰ βραχέων τὸ ἄτοπον ἐνεδείξατο. εἰ δὲ ἡ γένεσις τινός ἐστι γένεσις, καὶ τὸ γινόμενον ὅταν γίνηται τότε φθαρήσεται οἷον ὁ Σωκράτης ἤ τι ἄλλο τῶν γινομένων, ἐφ’ ὧν ἐναργέστερον τὸ ἄτοπον τὸ τὸ αὐτὸ ἅμα γίνεσθαι καὶ φθείρεσθαι ἀναιρουμένης γενέσεως καὶ φθορᾶς. ἐμφαίνεται δέ τι καὶ ἄλλο συμπέρασμα τοῖς εἰρημένοις. εἰ γὰρ μὴ φθείρεται ἡ γένεσις μήτε εὐθὺς ἀρχομένη μήτε ὕστερον μετὰ τὸ γενέσθαι, διότι ἀρχομένη μὲν οὔπω ἐστί, γενομένη δὲ οὐκέτι ἐστί, μὴ μέντοι μηδὲ γινομένη φθείροιτο, ἵνα μὴ ἅμα τὰς ἐναντίας κινῆται κινήσεις, δῆλον ὅτι ὅλως οὐ φθείρεται. εἰ δὲ μὴ φθείρεται, οὐδὲ γίνεται διὰ τὸ προληφθὲν ἀξίωμα τὸ λέγον ὅτι τοῦ αὐτοῦ κίνησις ἡ ἐναντία. ἀλλὰ τούτῳ μὲν τῷ ἀξιώματι τῷ τοῦ αὐτοῦ κίνησιν εἶναι τὴν ἐναντίαν καὶ διὰ τοῦτο γένεσιν καὶ φθορὰν τοῦ αὐτοῦ προσχρησάμενος ἔδειξε τὰ εἰρημένα, τὸ δὲ καὶ ἠρέμησιν τοῦ αὐτοῦ εἶναι καὶ τοῦτο προαξιωθὲν τίνα αὐτῷ χρείαν ἐν τούτοις παρέσχετο;2 λέγουσι δὴ καλῶς οἱ ἐξηγηταί, ὅτι διὰ τῆς ἠρεμίας ἐνεδείξατο καὶ ἐπὶ κινήσεως ἁρμόττειν τὸν αὐτὸν λόγον· εἰ γὰρ ἡ κίνησις κινεῖται, τὸ δὲ κινούμενόν τινα κίνησιν καὶ ἠρεμεῖν πέφυκε τὴν ἐκείνῃ τῇ κινήσει ἀντικειμένην ἠρεμίαν, δῆλον ὅτι καὶ ἡ κίνησις ἠρεμήσει κίνησις οὖσα, ὅπερ ἄτοπον. ἔτι δὲ ἀτοπώτερον τὸ ἅμα αὐτὴν κινεῖσθαι καὶ ἠρεμεῖν· εἰ γὰρ εἶναι δεῖ τὸ ἠρεμοῦν ὥσπερ καὶ τὸ φθειρόμενον, ἡ δὲ κίνησις εὐθὺς μὲν ἀρχομένη οὔπω ἐστί, παυσαμένη δὲ οὐκέτι ἐστίν, ἀλλ’ ἐν τῷ κινεῖσθαι τὸ εἶναι ἔχει, εἴπερ κινοῖτο, δῆλον ὅτι ἅμα κινήσεται καὶ ἠρεμήσει. καὶ ἐκ τοῦ ἑτέρου δὲ ἀξιώματος τοῦ λέγοντος τοῦ αὐτοῦ τὰς ἐναντίας εἶναι κινήσεις καὶ ἐπὶ τῆς κινήσεως τὸ ἄτοπον συναχθήσεται. εἰ γὰρ ἐν τῷ κινεῖσθαι μόνως ἐστὶν ἡ κίνησις ὥσπερ ἡ γένεσις ἐν τῷ γίνεσθαι καὶ οὔτε πρότερον οὔτε ὕστερον, ἐὰν κινῆται ἡ κίνησις, ἐπειδὴ εἰς τὴν ἐναντίαν κινεῖται μένουσα ὅπερ ἦν, ἅμα τὰς ἐναντίας κινήσεται. Ἐπειδὴ δὲ ἡ γένεσις ἐδείχθη μήτε γινομένη μήτε φθειρομένη, ζητεῖν οἶμαι πάλιν ἀναγκαῖον, εἰ μὴ περὶ τῆς ἁπλῶς γενέσεως, ἀλλὰ καὶ περὶ τῆς τινὸς οἷον τῆς Σωκράτους ἐδείχθη, ὅτι οὔτε ἐγένετο οὔτε ἐφθάρη, πῶς ὅλως τῶν ὄντων ἦν, εἴπερ ἀνάγκη πᾶν τὸ ὁπωσοῦν ὑποστὰν ἢ τῶν ἀεὶ ὄντων εἶναι ἢ τῶν γινομένων καὶ φθειρομένων;
“此外,相反的运动属于同一事物……直至‘因为消灭着的事物必须存在’。” 并且,他通过另一个论证表明不存在生成的生成,方法是引向一个荒谬的结论,即生成着的事物在生成时就在那时消灭。而以此方式,同时进行相反的运动是荒谬的。他通过预先设定一条公理来证明这一点,即相反的运动属于同一事物——显而易见并非两者同时,也决非两者都顺应自然,而是进行某种运动的事物也能够按照与其相反的运动而运动。同样,他也预先假定了:存在某种运动的对象,与该运动对立的静止也属于它。因为在变质、增长、位移以及在生成与消灭中,这些确实都是真的。因此,如果存在生成的生成,从而生成是某种生成着的事物,显而易见它也将是消灭着的事物;因为生成与消灭属于同一事物。那么,生成这一生成着的事物何时会消灭呢?因为如果在生成的开端它不消灭(他自己将其称为“立刻生成的事物”,因为那时它不会仍旧在生成),而在生成之后它也不消灭(消灭着的所有事物都在那时消灭,但由于生成在生成之中拥有存在,而在生成之后不再存在,它在那时不可能消灭;因为消灭着的事物为了消灭必须存在,但在生成之后生成不再存在,正如按照运动而运动的事物运动完毕之后运动不再存在一样)——因此,如果生成既非在立刻生成时消灭,亦非在生成之后消灭,那么必然是在它生成时那时消灭。因为苏格拉底在停止生成并且已经是生成了的事物时,才在那时消灭;但生成如果生成的话,在它已经是生成了的事物时便不再存在,从而那时它也不消灭。因为消灭着的事物必须存在。因此,如果生成是生成着的事物,当它作为生成着的事物而生成时,它就在那时消灭;而同一事物同时生成并且消灭,这是荒谬的。因为如果生成发生生成,显而易见由于“相反的运动属于同一事物”这一预先设定的公理,它也会消灭。亚里士多德关于生成简明地指出了这一荒谬。而如果生成是某物的生成,那么生成着的事物在生成时也将在那时消灭,例如苏格拉底或生成着的其他任何事物,在它们身上这一荒谬更加明晰,即在生成与消灭被取消的情况下,同一事物同时生成并消灭。并且,从所说的话中还显现出另一个结论。因为如果生成既不在刚一开始时消灭,也不在生成之后消灭(由于在开始时它尚未存在,而在生成之后它已不再存在),然而为了不同时进行相反的运动,它在生成之时也不消灭,那么显而易见它根本就不消灭。而如果它不消灭,由于声称“相反的运动属于同一事物”这一预设公理,它也不生成。但是,他附加使用了“相反的运动属于同一事物,因此生成与消灭属于同一事物”这一公理,证明了所说的事项;然而同样被预先设定的“静止也属于同一事物”这一公理,在这些论述中又为他提供了什么用途呢?注释家们确实说得好:通过静止,他表明同一论证也适用于运动;因为如果运动在运动,而进行某种运动的事物自然也能够以与该运动对立的静止而静止,显而易见运动在作为运动的同时也将静止,这是荒谬的。而更荒谬的是它自身同时运动又静止;因为如果静止着的事物就像消灭着的事物一样必须存在,但运动在刚一开始时尚未存在,在停止之后已不再存在,而在运动之中才拥有存在,那么如果它运动的话,显而易见它将同时运动并静止。而从另一条声称相反的运动属于同一事物的公理出发,在运动的情况中也将推导出这一荒谬。因为如果运动仅仅存在于运动之中,正如生成仅仅存在于生成之中一样,既不在其先也不在其后,那么如果运动在运动,既然它在保持其原来所是的同时向着相反方向运动,它就将同时进行相反的运动。但是,既然生成被证明为既非生成着亦非消灭着,我认为有必要再次探究:如果不单是对单纯的生成,而且对某物的生成(例如苏格拉底的生成)也证明了它既不曾生成也不曾消灭,那么如果任何以无论何种方式成立的事物都必然要么属于永恒存在的事物,要么属于生成与消灭的事物,那么[生成]究竟如何属于存在的事物之中呢?
- 5.15εἰς ἄτοπον ἀπάγων τὸ τὸ γινόμενον, ὅταν γίνηται, τότε φθείρεσθαι
连续出现的定冠词构成了双重冠词结构:外层的 τὸ 引导整个作 ἄτοπον 同位语的“宾格加不定式”从句,内层的 τὸ 则修饰分词 γινόμενον,作为不定式 φθείρεσθαι 的逻辑主语。
- 5.15τὸ δὲ καὶ ἠρέμησιν τοῦ αὐτοῦ εἶναι καὶ τοῦτο προαξιωθὲν τίνα αὐτῷ χρείαν ἐν τούτοις παρέσχετο;
这是以带冠词不定式作主语的疑问句式:句首的 τὸ ... εἶναι(附有同位分词短语 καὶ τοῦτο προαξιωθὲν)作主句动词 παρέσχετο 的语法主语,疑问短语 τίνα χρείαν 则作其直接宾语。
