- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:83.24-85.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德关于部分与整体是同一还是相异的插叙疑难(185b5),结合亚历山大和欧德谟的注释,分析了无论设定同一还是相异都会产生疑难的论证结构,以及亚历山大对此疑难的化解与字句解释。
τὸ δὲ ἴσως οὐ πρὸς τὸν λόγον, καίτοι πρὸς λόγον ὄντων τῶν εἰρημένων, λέγεσθαί φησι,1 διότι ἱκανὰ ἦν καὶ τὰ προλελεγμένα τοὺς οὕτως τὸ ἓν λέγοντας ὡς συνεχὲς διελέγξαι. ἴσως δὲ καὶ ὅτι ἡ ἐφ’ ἑκάτερα ἀπορία τοῦ λόγου ἐξωτερική τις ἦν, ὡς καὶ Εὔδημός φησι, διαλεκτικὴ μᾶλλον οὖσα. Παραθήσομαι δὲ μετ’ ὀλίγον καὶ τὴν τοῦ Εὐδήμου λέξιν ἐναργῶς τὸν σκοπὸν τοῦ λόγου δηλοῦσαν· νῦν δὲ τὰ τοῦ Ἀλεξάνδρου προκείσθω. λέγει δὲ ὅτι “ἔστω μὲν ἐπὶ τοῦ ταὐτοῦ συνηθέστερον τὸ δεδειγμένον· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἐστὶ ταὐτά”. διὸ καὶ ὁ Εὔδημος οὕτως ἐχρήσατο τῇ ἀποδείξει καὶ οἱ τοῦ Ἀριστοτέλους ἐξηγηταὶ τὸ ταὐτὸν ἀντὶ τοῦ ἑνὸς λαβόντες. ὁ μέντοι Ἀριστοτέλης ἀκριβέστερον ὡς οἶμαι ποιῶν τὸ ἓν ἐφύλαξε· πολλῷ γὰρ μᾶλλον τὰ τῷ αὐτῷ ἓν καὶ ἀλλήλοις ἕν ἐστιν ἤπερ τὰ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά ἐστι. διὸ καὶ ἓν ἑκάτερον ὡς ἀδιαίρετον εἶπεν· τὸ γὰρ ἓν τοῦ ταὐτοῦ μᾶλλον ἑνίζει ἐκεῖνα οἷς ἂν παραγίνηται. ἔτι τε πολλὰ τὸ ἕν, εἴ γε ἕκαστον αὐτοῦ τῶν μερῶν τῷ ὅλῳ ταὐτὸν καὶ τό τε ὅλον ἐκ πολλῶν ὅλων ἔσται συγκείμενον καὶ ἑαυτοῦ μέρος ἔσται. τὸ γὰρ μέρος ὅλου μέρος· εἰ οὖν ἓν τὸ μέρος καὶ τὸ ὅλον, ἑαυτοῦ μέρος ἔσται τὸ ὅλον καὶ τὸ μέρος δὲ ἐπεὶ ταὐτὸν τῷ ὅλῳ, ἐκ πολλῶν ὅλων καὶ αὐτὸ ἔσται, καὶ τὸ ὅλον τοῦ μέρους μέρος ἔσται. καὶ ὅτι μὲν οὐ ταὐτὸν τὸ μέρος τῷ ὅλῳ, ἐκ τούτων δέδεικται· ὅτι δὲ κἂν ἕτερον ὑποτεθῇ, καὶ οὕτως ἄπορος ὁ λόγος, ἐφεξῆς δεικτέον, ἵνα ᾖ δῆλον διὰ τί προσέθηκεν ὁ Ἀριστοτέλης τὸ ἔχει δὲ ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου,2 ἴσως οὐ πρὸς τὸν λόγον ἀλλ’ αὐτὴν καθ’ αὑτήν. εἰ γὰρ ἕτερον ὑποτεθῇ τὸ μέρος τοῦ ὅλου, δῆλον ὡς ἕκαστον τῶν μερῶν ἕτερον τοῦ ὅλου ἔσται· ὥστε καὶ πάντα· τὰ δὲ πάντα μέρη τὸ ὅλον· ὥστε τὸ ὅλον αὐτὸ αὑτοῦ ἕτερον ἔσται. ἔτι τὰ ἕτερα δοκεῖ χωρίζεσθαι ἀλλήλων· τὸ δὲ ὅλον ἀχώριστον τῶν μερῶν. Ἀρξάμενος δὲ ὁ Ἀριστοτέλης τῆς ἀπορίας ἀπὸ τῶν συνεχῶν μερῶν ὁμοίαν φησὶν αὐτὴν καὶ ἐπὶ τῶν διωρισμένων· ταῦτα γάρ ἐστι τὰ μὴ συνεχῆ. καὶ γὰρ ἡ πλίνθος ἤτοι ἡ αὐτή ἐστι τῇ οἰκίᾳ ἢ ἑτέρα. καὶ εἰ μὲν ἡ αὐτή, ἔσται ἡ πλίνθος οἰκία καὶ ἡ οἰκία πλίνθος· εἰ δὲ ἑτέρα, οὕτως δὲ καὶ τὰ πάντα μέρη ἐξ ὧν ἡ οἰκία εἴη ἂν ἄλλα τῆς οἰκίας. ἀλλὰ μὴν τὰ πάντα μέρη ἡ οἰκία δοκεῖ· αὐτὴ ἄρα ἑαυτῆς ἄλλη ἔσται ἡ οἰκία. ἐπεὶ δὲ πρόχειρον ἐννοεῖν ὅτι οὐχ ἁπλῶς τὰ μέρη τὸ ὅλον ἐστὶν ἀλλὰ μετὰ τῆς τάξεως καὶ τῆς συνθέσεως, φιλοτίμως ὁ Ἀλέξανδρος καὶ οὕτως τὴν ἀπορίαν ἐρωτᾷ. “εἰ ἕτερον ὁ θεμέλιος ὁ οὕτω πως ἔχων καὶ τεταγμένος τῆς οἰκίας, ἀλλὰ καὶ ὁ ἐπὶ τῷ θεμελίῳ τοῖχος ἕτερος τῆς ὅλης οἰκίας, ἀλλὰ καὶ ἡ ὀροφὴ ἡ οὕτως ἐπικειμένη τοῖς τοίχοις ἑτέρα τῆς ὅλης οἰκίας ἐστί, καὶ ἕκαστον ἄρα τῶν μερῶν μετὰ τῆς οἰκείας τάξεως ἕτερόν ἐστι τῆς οἰκίας, ὥστε καὶ πάντα τὰ μέρη μετὰ τῆς οἰκείας τάξεως ἕτερα τῆς οἰκίας ἐστίν. ἀλλὰ μὴν ἡ οἰκία πάντα ἐστὶ τὰ μέρη μετὰ τῆς τοιᾶσδε αὐτῶν τάξεως. καὶ ἡ ὅλη ἄρα οἰκία ἑτέρα ἑαυτῆς ἔσται. μήποτε δὲ οὐ μάτην τοῦτο προσέθηκεν ὁ Ἀριστοτέλης καὶ ἐπὶ τῶν διωρισμένων μερῶν τὴν τοιαύτην εἶναι ἀπορίαν. εἰ γὰρ καὶ ἐφ’ ὧν ὁμολογουμένως ἄλλα τὰ μέρη ἐστὶ παρὰ τὸ ὅλον καὶ πλῆθος ὁρᾶται ἡ αὐτὴ ἀπορία ἁρμόζει, οὐ χρὴ οὐδὲ ἐπὶ τῶν συνεχῶν μερῶν διὰ τὴν ἀπορίαν τὸ πλῆθος ἀναιρεῖν. ἡ μὲν οὖν ἀπορία οὕτως ἐφ’ ἑκάτερα πρόεισιν· ἡ δὲ λύσις, ὅτι οὐχ ὑγιές ἐστι τὸ εἰ ἕκαστον κατ’ ἰδίαν λαμβανόμενον τῶν μερῶν ἄλλο ἐστὶ τοῦ ὅλου, ἤδη καὶ πάντα ἅμα ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου. τὰ γὰρ πάντα ἑκάστου τῶν ἐν αὐτῷ ἕτερα, ὥσπερ καὶ τὸ ὅλον.” “δύναται δέ, φησίν ὁ Ἀλέξανδρος, τοῦ καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν οὕτως ἀκούειν τις ὡς ἐπ’ ἐκείνων εἰρημένου τῶν τοῦ συνεχοῦς μορίων τῶν μὴ συνεχισμένων πρὸς ἄλληλα οἷον χειρὸς καὶ ποδός, εἰ ταὐτὰ καὶ ταῦτα ἀλλήλοις ἢ οὔ.
他说,“也许与论证无关”,尽管所说之话与论证相关,之所以这样说,是因为先前所说的话对于反驳那些把一说成是连续之物的人也已经足够了。也许还因为,论述两方面的疑难正如欧德谟所说的那样,是某种外在的、更多是辩证性的论难。稍后我也会引述欧德谟明确揭示论述意图的原文;但现在且先把亚历山大的说法摆在前面。他说:“就同一者而言,姑且让被证明的事项更显通俗:因为与同一事物同一者,彼此也是同一的。”因此欧德谟也是这样使用这一证明的,亚里士多德的注释家们也用“同一”代替了“一”。然而亚里士多德在我看来做得更为严谨,保留了“一”;因为与同一事物为一者,比起与同一事物同一者彼此同一来,要远远更是彼此为一。因此他也说“各自作为不可分之物为一”;因为“一”比起“同一”来,更能使它所加诸的事物合而为一。再者,如果它的各个部分果真与整体同一,这一就会是多数,而整体将由许多整体复合而成,并且将是它自身的一部分。因为部分是整体的部分;因此,如果部分与整体是一,整体将是它自身的一部分,而部分既然与整体同一,它自身也将由许多整体构成,整体也将是部分的一部分。而部分与整体并非同一,从这些就已证明了;但即使假定它是不同的,按此方式论述也是陷入困境的,这一点紧接着必须被证明,以便清楚亚里士多德为何添加了“但它关于部分与整体包含着疑难,也许并非针对论证,而是就其自身而言”。因为如果假定部分与整体相异,显然部分的每一项都将与整体相异;因此所有部分也将相异;但所有部分就是整体;因此整体将与自身相异。此外,相异之物似乎彼此分离;但整体与部分不可分离。亚里士多德从连续的部分开始提出疑难,他说在分立的部分上也是相似的;因为这些乃是不连续的部分。因为砖块要么与房屋是同一的,要么是相异的。如果同一,砖块将是房屋,房屋也将是砖块;但如果是相异的,这样由之构成房屋的所有部分就都将不同于房屋。然而,房屋似乎就是所有的部分;因此房屋本身将不同于自身。由于人们很容易想到,部分并非简单地就是整体,而是带有秩序与组合的,亚历山大便热心地也以这种方式提出疑难:“如果具有某种状态和秩序的地基不同于房屋,而且地基上的墙壁也不同于整座房屋,并且如此置于墙壁之上的屋顶也不同于整座房屋,那么带有各自秩序的各个部分就都不同于房屋,因此带有各自秩序的所有部分也都不同于房屋。然而房屋就是带有这种秩序的全部部分。整座房屋因此将不同于自身。也许亚里士多德并不是毫无意义地添加说这种疑难在分立的部分上也存在。因为如果在那些公认部分不同于整体且显见多数的事物上同样的疑难也适用,那么在连续的部分上也不应当由于疑难而否定多数。因此疑难按此方式走向两面;而解决之道则在于:如果每一项单独被把握的部分不同于整体,所有部分一同被把握时就立刻变得不同于整体,这种推论是不健全的。因为所有的部分,正如整体一样,不同于其中的每一项。”亚历山大说:“也有可能某人如此理解关于不连续部分的说法,即认为它是针对连续之物中彼此不连续的那些部分说的,例如手和脚,看它们彼此也是否同一。”
- 1.14τὸ δὲ ἴσως οὐ πρὸς τὸν λόγον, καίτοι πρὸς λόγον ὄντων τῶν εἰρημένων, λέγεσθαί φησι
句首引语 τὸ ἴσως οὐ πρὸς τὸν λόγον 作不定词 λέγεσθαι 的主语(引文作为主题)。主句动词 φησί 的主语指代亚历山大。καίτοι πρὸς λόγον ὄντων τῶν εἰρημένων 是表示让步的属格独立结构(“尽管所说的事项与论证相关”)。
- 1.14ὅτι οὐχ ὑγιές ἐστι τὸ εἰ ἕκαστον κατ’ ἰδίαν λαμβανόμενον τῶν μερῶν ἄλλο ἐστὶ τοῦ ὅλου, ἤδη καὶ πάντα ἅμα ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου
在 ὅτι 引导的从句中,中性定冠词 τὸ 将整个条件判断结构(“εἰ ἕκαστον... ἄλλο ἐστὶ ... ἕτερα γίνεσθαι”)名词化,充当 οὐχ ὑγιές ἐστι(“是不健全的/不能成立的”)的主语。其归结部分使用宾格不定词(ἕτερα γίνεσθαι),顺应了名词化的结构。
