- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:847.12-849.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明了原因走向无限(人之前有人)与现实的无限之间的区别,并消解了先前的疑难,解释道亚里士多德“若无第一者则无接续者”的论断仅特指始终处于生成而未曾获得实在存在的“生成的生成”之假定,而非否定具体个体的无限时间延续。
διὸ οὐδὲν κωλύει καὶ ἐπ’ ἄπειρον πατέρα πρὸ πατρὸς καὶ ἄνθρωπον πρὸ ἀνθρώπου, οὕτω δὲ καὶ γένεσιν πρὸ γενέσεως φαίη ἄν τις, τιθέντων ἡμῶν εἶναι ὅμως πατέρα καὶ γένεσιν,1 κἂν μὴ ἔστι πρῶτος πατὴρ καὶ πρώτη γένεσις· τοῦ γὰρ ἀεὶ ληφθέντος τὸ ἐχόμενον οὐκ ἐπιλείπει. καὶ γὰρ ἐφ’ ὧν μὲν ἄπειρα κατ’ ἐνέργειαν ὑποτίθεταί τις προηγεῖσθαι τοῦ λαμβανομένου οἷον τοῦδε τοῦ πατρὸς ἀπείρους κατ’ ἐνέργειαν πατέρας, τουτέστιν ἅμα πάντας ὑφεστῶτας, ἀληθὲς ὅτι ἀδύνατον τοῦτον γενέσθαι τὸν πατέρα· τὸ γὰρ τοιοῦτον ἄπειρον ἀδιεξίτητόν ἐστιν. ἐπὶ δὲ τῶν ἐπ’ ἄπειρον, ἐφ’ ὧν μὴ πάντα τὰ ἄπειρα ἅμα ὑφέστηκεν, ἀλλὰ τὸ λαμβανόμενον ἀεὶ πεπερασμένον ἐστὶν ἐν πέρατι τῶν προυπαρξάντων ὑποστάν, ἀεὶ δὲ ἕτερον καὶ ἕτερον καὶ διὰ τοῦτο ἐπ’ ἄπειρον, ἐπὶ τούτων οὐκ ἀναιρεῖται τὸ προτεθὲν οὐδὲ ἡ πρόοδος, κἂν ἐπ’ ἄπειρον τὰ αἴτια αὐτοῦ πρόεισιν ἄλλο πρὸ ἄλλου λαμβανόμενον· πεπέρανται γὰρ ἐν τῷ προκειμένῳ οἷον ἐν τῷ Σωκράτει τὰ πρὸ αὐτοῦ πατρικὰ αἴτια ἢ ἀνθρώπινα. διὰ τοῦτο οὖν κἂν ἐπ’ ἄπειρον ἄλλος πρὸ ἄλλου ἄνθρωπος ἢ ἄλλος πρὸ ἄλλου πατὴρ καὶ μὴ ἔστι τὸν πρῶτον λαβεῖν, οὐκ ἀναιρεῖται ὅμως ὁ Σωκράτης ὡς πατὴρ ἢ ὡς ἄνθρωπος, ὅτι ἐπερατώθη εἰς αὐτὸν τὰ αἴτια. ὅπου μέντοι ἀπείρων κατ’ ἐνέργειαν, τουτέστιν ἅμα πάντων ὑφεστώτων τῶν προηγουμένων αἰτίων ὁ Ἀριστοτέλης ἀναιρεῖ τὴν τοῦ ἐκείνοις ἕπεσθαι λεγομένου ὑπόστασιν, ὀρθῶς ὁ λόγος ἔχει. Ἀλλὰ τὸ μὲν μὴ εἶναι γένεσιν γενέσεως καὶ κίνησιν κινήσεως καὶ ὅλως μεταβολὴν μεταβολῆς καὶ διὰ τῶν προτέρων ἐπιχειρημάτων δειχθὲν καὶ διὰ τῶν ἐφεξῆς δειχθησόμενον τῷ Ἀριστοτέλει μενέτω, πρὸς δὲ τὸν διὰ τοῦ ἐπ’ ἄπειρον λόγον ἡ ζήτησίς μοι νῦν γέγονεν, εἰ ἀληθῶς ἔλαβεν τὸ μὴ ὄντος ἐν τῷ ἐπ’ ἄπειρον τοῦ πρώτου μηδὲ τὸ ἐχόμενον εἶναι, ᾧ ἠκολούθησεν τὸ εἰ ἔστι γενέσεως γένεσις μὴ εἶναι γένεσιν· εἰ γὰρ ἔστι γενέσεως γένεσις, ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι. εἰ δὲ τοῦτο, οὐκ ἔστι τὸ πρῶτον, ὥστε οὐδὲ τὸ ἐχόμενόν φησιν. ὥστε οὐδὲ ἡ προτεθεῖσα γένεσις. ἀλλ’ ἐγυμνάσατο μὲν μετρίως ὁ λόγος οὗτος ἢ λαθὼν ἢ οὐ νοήσας,2 ὅτι τὸ ὑπὸ Ἀριστοτέλους εἰρημένον τὸ ἐπὶ δὲ τῶν ἀπείρων οὐκ ἔστι πρῶτον, ὥστε οὐδὲ τὸ ἐχόμενον, οὐκ ἐπὶ πάντων εἴρηται τῶν ἐπ’ ἄπειρον, ἀλλ’ ἐπὶ τῶν νῦν ὑποτεθέντων ἐπ’ ἄπειρον ἰέναι τῆς τε γενέσεως καὶ τῆς μεταβολῆς. εἰ γὰρ ἡ ἁπλῆ, φησί, γένεσις, ἥτις οὐχὶ γενέσεως γένεσίς ἐστιν ἀλλὰ ἄλλου τινὸς οἷον ἀνθρώπου, εἰ οὖν αὕτη ἐγίνετό ποτε, ὡς λέγουσιν οἱ γενέσεως γένεσιν τιθέντες, γινόμενον ἐγίνετο. ἐπειδὴ γὰρ ἡ γένεσις ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει,3 ἐὰν γίνηται ἡ γένεσις, γινόμενόν τι γίνεται καὶ οὔπω ἐστὶ γινόμενον· τὸ γὰρ γινόμενον οὔπω ἐστὶν ὃ γίνεται, καὶ δῆλον ὅτι καὶ ἡ τούτου γένεσις ἐγίνετο καὶ οὔπω ἦν. τὸ μὲν γὰρ γίνεσθαι ἤδη ἔχει, τὸ δὲ εἶναι ὅπερ γίνεται, τουτέστι γινόμενον, οὔπω ἔχει. καὶ εἰ ἐπ’ ἄπειρον τοῦτο, ἐπὶ δὲ τῶν ἀπείρων πάντων μὲν κοινῶς οὐκ ἔστι τὸ πρῶτον λαβεῖν (ἄλλο γὰρ πρὸ ἄλλου ἀεί), ἐπὶ δὲ τούτων καὶ ἰδικῶς, ὅτι οὐδὲν τῶν λαμβανομένων ἐστὶν ὃ λέγεται (οὐ γὰρ ἔστι γένεσις, ἀλλὰ γίνεται, εἰ ἔστι γενέσεως γένεσις), εἰ οὖν μὴ ἔστι τις γένεσις ὅλως ἀφ’ ἧς ἄρξασθαι δυνατόν, οὐδὲ τὸ ἐχόμενον ἔσται, τουτέστιν οὐδὲ ἐφεξῆς ἄλλη γένεσις ἔσται, ὅτι μὴ ἔστι πρὸ αὐτῆς γένεσις, καθ’ ἣν γενήσεται. καὶ γὰρ καὶ ἡ πρὸ αὐτῆς ἐγίνετο γένεσις, καὶ τοῦτο ἤδη εἶχεν τὸ γίνεσθαι γινόμενον, ἐπειδὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ἡ γένεσις, οὐ μέντοι εἶναί πω τοῦτο ὅπερ ἐγίνετο, τουτέστι γένεσις. οὐδὲ αἱ ἐφεξῆς οὖν γενέσεις εἰσίν, εἴπερ γίνεσθαι μὲν ὑπόκεινται, γένεσις δὲ αὐτῶν οὐ προϋπάρχει κατὰ τοὺς λέγοντας γενέσεως εἶναι γένεσιν. διὸ καὶ τοῦτο ἐπήγαγεν τὸ ἄτοπον τὸ μήτε τὸ γίνεσθαι εἶναι μήτε τὸ κινεῖσθαι μήτε τὸ μεταβάλλειν, ἃ ἕπεται τοῖς ἐπ’ ἄπειρον γένεσιν γενέσεως καὶ μεταβολὴν μεταβολῆς ὑποτιθεμένοις. ἄνθρωπον δὲ πρὸ ἀνθρώπου τιθεὶς ἐπ’ ἄπειρόν τις οὐ περιπίπτει τούτῳ τῷ ἀτόπῳ. κἂν γὰρ πρῶτος ἄνθρωπος μὴ ᾖ, ἀλλὰ πᾶς ὁ λαμβανόμενος ἄνθρωπος ἤδη ἐστίν, ὡς δύνασθαι ποιεῖν ἄνθρωπον καὶ οὐχὶ γινόμενος ἄνθρωπος, ὥσπερ ἡ γένεσις γινομένη ἦν ἔτι καὶ οὐκ οὖσα.
因此,即使不存在第一位父亲和第一场生成,如果我们仍旧设定父亲和生成存在,那么即使父亲之前有父亲、人之前有人走向无限,并且以此方式有人也可以说生成之前有生成,也完全没有任何妨碍;因为对于始终所取的事物,接续者决不会缺失。事实上,若有人假设在所取者之前先行存在着现实态中无限的事物,例如在这个父亲之前存在着现实态中无限的父亲们,即所有父亲同时存在,那么这位父亲不可能生成确实是真的;因为这样的无限是不可穷尽的。但在走向无限的事物中,在那里并非所有无限者都同时存在,而是所取者始终是有限的,是在先前存在的事物的界限中成立的,并且由于始终是一个接一个不同的而走向无限;在这些事物中,即使其原因走向无限、一个接一个地在先被取,所设定的事物以及这一进程也不会被取消;因为在眼前的事物中,例如在苏格拉底中,先于他的父系原因或人类原因已经被限定了。因此,正因如此,即使人之前有人、父亲之前有父亲走向无限,且无法取其第一者,苏格拉底作为父亲或作为人仍旧没有被取消,因为诸原因在他身上已经有了界限。然而,在先行原因属于现实的无限、即全都同时存在的地方,亚里士多德取消那被称为随之而来的事物的成立,这一论述则是正确的。 然而,不存在生成的生成、运动的运动以及总括而言改变的改变这一观点,既然已由先前的论证所表明,并且也将由随后的论证所表明,就让它作为亚里士多德的观点保持成立吧;而我目前的探究则是针对基于无限的论述而发的,即他是否真正认定:在走向无限的事物中若没有第一者也就没有接续者——由之得出的推论是,如果存在生成的生成,生成也就不存在。因为如果存在生成的生成,就必然走向无限。而他说,如果这样,就不存在第一者,从而也就不存在接续者;从而所设定的生成也就不存在。但这篇论述只是适度地进行了思辨探讨,它要么疏忽了、要么未能理解:亚里士多德所说的“在无限的事物中不存在第一者,从而接续者也就不存在”,并不是针对所有走向无限的事物而言的,而是针对方才被假定走向无限的生成和改变而言的。因为他说,如果单纯的生成——它不是生成的生成,而是某种他物的生成,例如人的生成——如果它曾几何时在生成,正如那些设定生成的生成的人所说的那样,那么它就是作为生成着的事物在生成。因为既然生成是在生成之中拥有其存在,如果生成发生生成,它就是作为某种生成着的事物而生成,并且尚未是生成着的事物;因为生成着的事物尚未是它所生成成的事物,并且显而易见,它的生成也曾是在生成着,并且尚未存在。因为生成着的状态它固然已经拥有,但作为它所生成成的那个事物本身的存在,即生成着的事物,它尚未拥有。而如果这走向无限,那么在所有无限的事物中普遍地固然不可能取第一者(因为始终是一者在另一者之先),但在这些事物中还有特殊的理由使之不能被取,因为所取的任何事物都不是它被说成的事物(因为如果存在生成的生成,它就不是生成,而是在生成)。因此,如果根本不存在任何可以作为起点的生成,接续者也就不会存在,即顺次接续的另一生成也不会存在,因为在它之前不存在它依之生成的生成。因为先于它的生成也曾是在生成着,并且由于生成是在生成之中拥有存在,它固然已经拥有这种作为生成着的事物而生成的状态,然而却尚未是它所生成成的那个事物,即生成。因此,接续的诸生成也就不存在,如果在主张存在生成的生成的人看来,它们固然被假定是在生成,但它们的生成却并不预先存在。因此他也引出了这一荒谬结论,即既不存在生成,也不存在运动,也不存在改变;这些后果是跟随着那些假定生成的生成以及改变的改变走向无限的人而来的。但是,设定人之前有人走向无限的人,并不会陷入这一荒谬。因为即使不存在第一人,所取的每个人却已经是人,从而能够产生人,而不是正在生成中的人,正如生成曾依然在生成着而尚未存在那样。
- 5.14τιθέντων ἡμῶν εἶναι ὅμως πατέρα καὶ γένεσιν
属格独立结构,与后文的让步从句 κἂν μὴ ἔστι πρῶτος πατὴρ καὶ πρώτη γένεσις 呼应,带有条件或让步意味(“如果我们仍旧设定父亲和生成存在”)。
- 5.14ἀλλ’ ἐγυμνάσατο μὲν μετρίως ὁ λόγος οὗτος ἢ λαθὼν ἢ οὐ νοήσας
虽然句法主语是阳性名词短语 ὁ λόγος οὗτος(论述),但分词 λαθὼν ἢ οὐ νοήσας 为阳性单数主格,既在语法上与 λόγος 一致(拟人化),也在意义上指代进行该辩证反驳的提出者本人(意义构式 constructio ad sensum)。
- 5.14τὸ μὲν γὰρ γίνεσθαι ἤδη ἔχει, τὸ δὲ εἶναι ὅπερ γίνεται, τουτέστι γινόμενον, οὔπω ἔχει
动词 ἔχει 的两个并列宾语短语 τὸ μὲν γίνεσθαι 与 τὸ δὲ εἶναι ὅπερ γίνεται 构成核心对比:生成的生成固然已经处于生成过程之中(γίνεσθαι),却尚未拥有作为其生成目标所达成的存在(εἶναι ὅπερ γίνεται)。
