- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:845.16-847.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了亚里士多德关于无限倒退中因无第一者故后继者亦不存在从而取消改变的推论,并引述了阿斯帕西奥斯的异文解釈。随后他提出质疑,指出若这一逻辑成立,亦将否定亚里士多德本人在别处所确立的时间与自然生成的潜在相续无限。
ἐπὶ δὲ τῶν ἀπείρων, φησί, οὐκ ἔστι πρῶτον. παντὸς γὰρ τοῦ λαμβανομένου ἔστι τι πρότερον λαβεῖν. εἰ δὲ μὴ πρῶτον, φησίν, οὐδὲ τὸ ἐχόμενον· οὐδὲ τὸ μετ’ ἐκεῖνο ἄρα· ὥστε οὐδὲ τὸ ἔσχατον τοῦτο ἀφ’ οὗ ὁ λόγος ὡρμήθη.1 ὁ δὲ Ἀσπάσιος “ἐὰν γράφηται, φησίν, οἷον εἰ ἡ ἁπλῆ γένεσις ἐγίνετό ποτε, καὶ τὸ γινόμενον ἐγίνετο, ὥστε οὔπω ἦν γινόμενον ἁπλῶς, ἀλλὰ γινόμενον ἤδη, ἔσται μόνον, φησί, δεικνύμενον διὰ ταύτης τῆς λέξεως ὃ προέθετο, ὅτι ἐπ’ ἄπειρον προήξει ἡ γένεσις· εἰ γὰρ ἡ γένεσις γίνεται (ἁπλῶς δὲ γινόμενόν ἐστιν τὸ εἰς οὐσίαν ἐρχόμενον), εἰ οὖν τὸ γινόμενον γινόμενόν ἐστιν, οὔπω ἦν ἁπλῶς γινόμενον· οὐ γὰρ ἔρχεται εἰς οὐσίαν, ἀλλ’ εἰς τὸ ἁπλῶς γινόμενον· πάλιν δὲ ἐκεῖνο, ἐξ οὗ γινόμενον ἐγίνετο, δεῖ γινόμενον εἶναι καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ τῷ ἐπὶ τῆς κινήσεως δέ, φησί, λόγῳ συμφωνοτέρα ἔσται αὕτη ἡ γραφή· ἐπὶ γὰρ τῆς κινήσεως ἡ ἀπειρία μόνον δείκνυται κατὰ τὸν αὐτὸν τρόπον, εἰ ἔστι κινήσεως κίνησις.” ταῦτα μὲν οὖν ἐν τούτοις τὰ τοῦ Ἀριστοτέλους καὶ τῶν τοῦ Ἀριστοτέλους ἐξηγητῶν. Ἐφιστάνειν δὲ ἄξιον, ὡς οἶμαι, πῶς ἐπὶ τῶν ἀπείρων, εἰ μὴ ἔστι τὸ πρῶτον οὐδὲ τὸ ἐχόμενόν ἐστιν, ὡς εἶπεν ὁ Ἀριστοτέλης. καὶ διὰ τοῦτο εἰ ἐπ’ ἄπειρόν ἐστι γένεσις πρὸ γενέσεως καὶ μεταβολὴ πρὸ μεταβολῆς, οὐκ ἔστι γένεσις οὐδὲ μεταβολή. οὗτος γὰρ ὁ λόγος ἀναιρεῖν δοκεῖ τὴν ἐπ’ ἄπειρον πρόοδον τῶν γινομένων καὶ φθειρομένων, ἣν φαίνεται μάλιστα βεβαιῶν ὁ Ἀριστοτέλης. καὶ γὰρ ὅτι ἔστι δείκνυσι καὶ τὰς αἰτίας αὐτῆς ἀνευρίσκει πάσας ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς τήν τε ὑλικὴν καὶ ποιητικὴν καὶ τελικήν. καὶ αὐτός ἐστιν ὁ λέγων ἐν τῷ δευτέρῳ τῆς πραγματείας ἐκείνης ὅτι “τῷ λειπομένῳ τρόπῳ συνεπλήρωσε τὸ ὅλον ὁ θεὸς ἐνδελεχῆ ποιήσας τὴν γένεσιν,” τοῦ ἐνδελεχοῦς τὸ ἐπ’ ἄπειρον δηλοῦντος. καὶ ἐν τῷ τρίτῳ δὲ ταύτης τῆς πραγματείας ἀναιρῶν τὸ κατ’ ἐνέργειαν ἄπειρον, καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ τὸ ἐπ’ ἄπειρον εἶναι συγχωρεῖ, ὅπερ ἐν τούτοις ἀναιρεῖν δοκεῖ. εἰ δὲ ὅπερ ἐπὶ τῆς γενέσεως αὐτὸς ἐρωτᾷ, ἐπί τινος ἐρωτήσω τῶν ἀτόμων,2 οἷον εἰ τοῦδε τοῦ πατρὸς ἢ τοῦ ἀνθρώπου ἀνάγκη πατέρα εἶναι καὶ ἐκείνου πατέρα καὶ τοῦτο εἰς ἄπειρον, καὶ ἐπειδὴ τῶν ἀπείρων οὐκ ἔστι πρῶτον, εἰ δὲ μὴ πρῶτον, ὥς φησιν, οὐδὲ τὸ ἐχόμενον ἔσται, οὐδὲ οὗτος ὁ πατὴρ ἢ ὁ ἄνθρωπος οὐδὲ ὅλως ἔσται πατὴρ ἢ ἄνθρωπος κατὰ ταύτην τὴν ἐρώτησιν, εἴπερ πρὸ παντὸς πατρὸς ἀνάγκη πατέρα εἶναι καὶ πρὸ παντὸς ἀνθρώπου ἄνθρωπον. “ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος,” ὡς αὐτός φησιν. εἰ οὖν οὕτω καὶ γενέσεως γένεσις προηγεῖται, καὶ διὰ τοῦτο τὴν γένεσιν ἀνεῖλεν, ὅτι ἀνάγκη ἐπ’ ἄπειρον προϊέναι, ἐπὶ δὲ τῶν ἀπείρων, ὡς φησιν, οὐκ ἔστι πρῶτον, ὥστε οὐδὲ τὸ ἐχόμενον, τῷ αὐτῷ λόγῳ ἀναιρεθήσεται πᾶσα ἡ ἐπ’ ἄπειρον πρόοδος. καίτοι, ὅπερ εἶπον, αὐτὸς τὰ ἄλλα τοῦ ἀπείρου σημαινόμενα τὰ κατ’ ἐνέργειαν ἀνελών, ὅσα ὁμοῦ τὸ ἄπειρον εἶναί φησιν εἴτε ἀριθμῷ εἴτε μεγέθει, μόνον τοῦ ἀπείρου σημαινόμενον τὸ ἐπ’ ἄπειρον καταλέλοιπε λέγων οὕτως· “ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ αἰεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι,3 καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον, ὡς ἡ ἡμέρα καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία γέγονεν, ἀλλ’ ἀεὶ ἐν γενέσει ἢ φθορᾷ πεπερασμένον, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον.” εἶναι δὲ τοῦτο τὸ ἐπ’ ἄπειρον ἔν τε τῷ χρόνῳ φησὶ καὶ ἐπὶ τῶν ἀνθρώπων. δῆλον δὲ ὅτι καὶ πάντων τῶν ἐν γενέσει, καὶ ἐπὶ τῆς τῶν μεγεθῶν διαιρέσεως. ἐν πᾶσι δὲ τοῖς τοιούτοις οὐκ ἔστι τὸ πρῶτον. χρόνος γὰρ ἀεὶ πρὸ χρόνου καὶ ἄνθρωπος πρὸ ἀνθρώπου. διὰ τί οὖν μὴ καὶ γένεσις οὕτω, κἂν ἄλλη πρὸ ἄλλης ἀεὶ καὶ μὴ ἔστι πρώτη, ἔστιν ὅμως κατὰ τὸ ἐπ’ ἄπειρον. μήποτε γὰρ τὸ μὲν ἐπ’ ἄπειρον ἰέναι ἀναγκαίως ἐπῆκται τῷ λόγῳ4 καὶ τὸ μὴ εἶναι πρῶτον ἐπὶ τῶν οὕτως ἀπείρων· παντὸς γὰρ τοῦ ληφθέντος ἔστι τι πρότερον λαβεῖν. τὸ δὲ ‘εἰ μὴ ἔστι τὸ πρῶτον οὐδὲ τὸ ἐχόμενόν ἐστιν’ οὐκ οἶδα ὅπως ἀληθὲς δοκεῖ. ἐπὶ γὰρ τῆς ἐπ’ ἄπειρον προόδου πρῶτον μὲν οὐκ ἔστιν οὐδὲ ἔσχατον· παντὸς δὲ τοῦ ληφθέντος ἔστι τι ἐχόμενον καὶ ἄνωθεν καὶ κάτωθεν.
“但在无限的事物中,”他说,“不存在第一者”。因为对于所取的任何事物,都可以取某个在先者。“而如果没有第一者,”他说,“接续者也就不存在;因此在那之后者也不存在;从而论述所从出的这最终者也就不存在。”而阿斯帕西奥斯说:“如果这样读:‘例如,如果单纯的生成曾几何时在生成,那么正在生成的事物也曾在生成,从而它尚未单纯地作为正在生成的事物存在,而是已经作为正在生成的事物存在’,那么他说,通过这一文句所表明的将仅仅是他所设定的内容,即生成将走向无限。因为如果生成发生生成(而单纯地生成的事物是进入实体的事物),那么如果生成的事物是正在生成的,它就尚未单纯地是生成的事物;因为它不是进入实体,而是进入单纯地生成的事物;而反过来,它作为生成事物所从出的那一事物,也必然是生成的事物,并且这走向无限。并且他说,这种读法与关于运动的论述将更为协调;因为在运动的情形中,如果存在运动的运动,完全是以同样的方式仅表明其无限性。”以上便是亚里士多德及其注释家们在这些地方的说法。 但我认为值得注意的是,正如亚里士多德所说,在无限的事物中如果不存在第一者,接续者怎么会也不存在;从而如果先于生成的生成以及先于改变的改变是无限的,生成和改变怎么会也都不存在。因为这一论述似乎取消了生成和毁灭的事物走向无限的进程,而这一进程似乎恰恰是亚里士多德本人所极力确证的。事实上他在《论生成和毁灭》中既证明了它的存在,又找出了它的所有原因,包括质料因、动力因和目的因。而在那一著作的第二卷中,正是他本人说道:“以剩余的方式,神通过使生成成为连续不绝的而补足了整体”,其中“连续不绝”表明了走向无限。并且在当前这一著作的第三卷中,他在取消现实的无限的同时,承认了在大小和数量上存在走向无限,而这恰恰是他在此处似乎取消的。如果他本人就生成所提出的问题,我针对某个具体个体提出,例如对于这个父亲或这个人而言,如果必然存在父亲,而那一父亲又有父亲,并且这走向无限;由于在无限的事物中不存在第一者,而如果没有第一者,如他所说,接续者也不会存在,那么根据这一追问,这个父亲或这个人将不存在,甚至总括而言父亲或人将根本不存在,如果在每个父亲之前必然存在父亲,在每个人之前必然存在人的话。“因为人生人,太阳亦然,”正如他本人所说。因此,如果生成的生成也是这样在先发生,并且因为必然走向无限,而在无限的事物中如他所说没有第一者从而也没有接续者,他就取消了生成,那么依照同一论述,一切走向无限的进程都将被取消。然而,正如我所说的,他本人在取消了现实的无限的其他含义——即主张在数量或大小上整体同时存在无限的所有含义——之后,仅仅保留了无限作为“走向无限”的含义,其文如下:“因为总括而言,无限是通过始终取另一者又另一者而存在的,所取的虽然始终是有限的,却始终是一个接一个不同的,正如日子和竞技比赛那样,对它们而言存在并非作为实体而产生,而是始终在生成或毁灭之中,是有限的,却始终是一个接一个不同的。”他说这种走向无限既存在于时间中,也存在于人的情形中;显然也存在于一切处于生成之中的事物中,以及大小的分割中。而在所有这类事物中都不存在第一者;因为时间之前始终有时间,人之前始终有人。既然如此,为何生成不能也是这样,即使始终是另一者在另一者之先且没有第一者,却仍旧按照走向无限的方式存在呢?因为走向无限以及在以这种方式存在无限的事物中没有第一者,或许是被这一论述必然引申出的结论;因为对于所取的任何事物,都可以取某个在先者。但对于“如果没有第一者,接续者也就不存在”这一命题,我不知道它何以显得为真。因为在走向无限的进程中,既没有第一者也没有最终者;然而对于所取的任何事物,无论从上还是从下,都存在接续者。
- 5.14ὥστε οὐδὲ τὸ ἔσχατον τοῦτο ἀφ’ οὗ ὁ λόγος ὡρμήθη
ἔσχατον(最终者)指的是在逆向溯源方向上处于“末端”的事物,即作为论述出发点的、当前考察中的具体改变。关系从句 ἀφ’ οὗ ὁ λόγος ὡρμήθη 中介词 ἀπό 表示推理论证的起点。
- 5.14εἰ δὲ ὅπερ ἐπὶ τῆς γενέσεως αὐτὸς ἐρωτᾷ, ἐπί τινος ἐρωτήσω τῶν ἀτόμων
ὅπερ 是 ἐρωτᾷ 的宾格对象(“正如他本人就生成所提出的那样的问题”)。该句在条件从句 εἰ... ἐρωτήσω 之内进一步嵌套了假设分句(οἷον εἰ...)和原因分句(ἐπειδὴ...),构成一个向后延伸直至主句 οὐδὲ οὗτος ὁ πατὴρ ... ἔσται 的复杂长句。
- 5.14τῷ αἰεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι
带冠词不定式的与格结构,表示无限得以存在的样态或理由(“通过始终取另一者又另一者”)。被动不定式 λαμβάνεσθαι 的施事主体泛指一般人,而 ἄλλο καὶ ἄλλο 是其宾格主语。
- 5.14μήποτε γὰρ τὸ μὲν ἐπ’ ἄπειρον ἰέναι ἀναγκαίως ἐπῆκται τῷ λόγῳ
μήποτε 为副词性用法,引出委婉的推断或断言(“或许”)。ἐπῆκται 是 ἐπάγω(推导、得出结论)的完成时被动直陈式,意为“被论述必然引申出来”。
