- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:843.17-845.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》卷五否定改变的改变与生成的生成这一论证(Bekker 225b33),辛普利丘阐明了因无穷后退并缺失第一项与最后项从而取消改变本身的归谬结构,并探讨了亚历山大所记述的异文及其解释。
" Ἔτι δὲ εἰς ἄπειρον βαδιεῖται ἕως τοῦ οὔτε τὸ γίνεσθαι οὖν οὔτε τὸ κινεῖσθαι οἷόν τε οὔτε μεταβάλλειν οὐθέν." Δείξας ὅτι οὐκ ἔστι κινήσεως κίνησις, τουτέστιν ὅτι ἡ κίνησις οὐ κινεῖται, καθολικώτερον ἔτι δείκνυσι τὸ πρόβλημα, ὅτι οὐδὲ μεταβολῆς μεταβολή ἐστιν ὅλως. καὶ ἵνα δείξῃ ὅτι τὴν μεταβολὴν νῦν οὐκ ἀντὶ τῆς κινήσεως εἶπεν, ἀλλ’ ἐπὶ τῆς κυρίως μεταβολῆς τὸ ὄνομα τέθεικε τῆς κοινῆς, ὑφ’ ἣν καὶ ἡ κίνησίς ἐστι καὶ ἡ γένεσις καὶ ἡ φθορά, ἐπήγαγεν τὸ καὶ γενέσεως γένεσις. δείκνυσι δὲ αὐτὸ διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς συλλογιζόμενος οὕτως· εἰ ἔστι κινήσεως κίνησις ἢ γενέσεως γένεσις ἢ ὅλως μεταβολῆς μεταβολή, οὔτε κίνησίς ἐστιν οὔτε γένεσις οὔτε ὅλως μεταβολή· τούτων δὲ μὴ ὄντων, οὔτε τὸ γίνεσθαι, οὔτε τὸ κινεῖσθαι, οὔτε τὸ μεταβάλλειν ὅλως τι δυνατὸν εἶναι· εἰ δὲ μὴ ταῦτα, οὔτε τὰ κινούμενα οὔτε τὰ μεταβάλλοντα ἔσται. καὶ ὅτι μὲν ταῦτα ἄτοπα καὶ ἀδύνατά ἐστι καὶ διὰ τοῦτο καὶ ἐκεῖνα, οἷς ταῦτα ἕπεται, εἴπερ ἕπεται, τουτέστι τὸ εἶναι κινήσεως κίνησιν καὶ γενέσεως γένεσιν καὶ μεταβολῆς μεταβολήν, πρόδηλον. τὸ δὲ συνημμένον διὰ δύο μέσων ὅρων δείκνυσιν·1 εἰ γάρ ἐστι γενέσεως γένεσις ἢ μεταβολῆς μεταβολή, εἰς ἄπειρον ἀνάγκη προϊέναι· εἰ δὲ τοῦτο, οὔτε τὸ πρῶτον ἔσται οὔτε τὸ ἔσχατον· ὥστε οὐκ ἔσται οὔτε γένεσις οὔτε μεταβολή. ὅτι δὲ ἀνάγκη εἰς ἄπειρον εἶναι τὴν πρόοδον, εἰ ἔστι μεταβολῆς μεταβολή, δείκνυσιν ἐκ τοῦ, εἴπερ ὅλως ἐστὶ μεταβολῆς μεταβολή, μὴ μόνον ταύτης εἶναι τῆς προβεβλημένης, ἀλλὰ καὶ ἐκείνης, ἀφ’ ἧς ἡ εἰς ταύτην γέγονε, καὶ πάλιν ἐκείνης ἄλλην, καὶ ἀεὶ τῆς λαμβανομένης μεταβολῆς προϋπάρχουσάν τινα ἄλλην μεταβολὴν ἀνάγκη λαμβάνεσθαι, εἰ δὲ τοῦτο, εἰς ἄπειρον ἀεὶ προϊέναι ἄλλην ἀεὶ πρὸ ἄλλης λαμβάνοντα, εἰ δὲ τοῦτο, καὶ τὸ ἐφεξῆς ἀκολουθήσει· πρώτης γὰρ μὴ οὔσης μεταβολῆς οὐδ’ ἂν ἡ μετ’ αὐτὴν εἴη οὐδὲ ἡ ταύτης ἐφεξῆς οὐδὲ ἄλλη τις ὅλως ἕως τῆς ἐσχάτης· ὥστε εἰ ἔστι μεταβολῆς μεταβολή, οὐκ ἔσται μεταβολή. αὐτὸς δὲ ἐπὶ τῆς γενέσεως τὸν λόγον προάγει, μᾶλλον τῇ ἀφωρισμένῃ μεταβολῇ τῆς διανοίας ἐπερειδόμενος ἤπερ τῇ κοινῇ. καὶ τὸ ἄτοπον ἐπὶ τοῦ μηδὲν γίνεσθαι φανερώτερόν ἐστιν· ἕπεται γὰρ τούτῳ τὸ μηδὲ εἶναί τι τῶν γενητῶν ἐναργῶς ἄτοπον ὑπάρχον. καὶ μέντοι καὶ ἄλλο τι ἄτοπον προσαναφαίνεται κατὰ ταύτην τὴν ἀπόδειξιν τὸ μὴ οὖσαν τὴν γένεσιν ἤδη εἶναι. Διαφόρου δὲ οὔσης ἐν τούτῳ τῷ χωρίῳ τῆς γραφῆς ὁ Ἀλέξανδρος καὶ τὴν σαφεστέραν ἔγραψεν ἔχουσαν οὕτως, οἷον εἰ ἡ ἁπλῆ γένεσις ἐγίνετό ποτε, καὶ τὸ γινόμενον ἐγίνετο, ὥστε οὔπω ἦν ἤδη.2 καὶ ἐξηγεῖται ἁπλῆν γένεσιν τὴν χωρὶς τοῦ γινομένου νοουμένην, περὶ ἧς ζητοῦμεν, εἰ γίνεται. εἰ οὖν αὕτη ἡ γένεσις ἐγίνετό ποτε, τὸ δὲ γινόμενον γίνεται τέως καὶ οὔπω ἐστίν (οὐ γὰρ οἷόν τε αὐτὸ γινόμενον μὴ γίνεσθαι), οὔπω οὖσα ἡ γένεσις ἤδη ἦν· οὐ γὰρ ἠδύνατο γενέσθαι μὴ οὔσης γενέσεως. οἶδε δὲ καὶ τοῦτο τῷ εἰρημένῳ προσκείμενον ὁ Ἀλέξανδρος ἀλλὰ γινόμενον ἦν γινόμενον ἤδη, ὅπερ τῷ εἰρημένῳ ἀτόπῳ τῷ μήπω οὖσαν τὴν γένεσιν ἤδη εἶναι τὸ ἀντίστροφον ἄτοπον ἀποδίδωσι τὸ ἤδη οὖσαν τὴν γένεσιν γινόμενον ἔτι εἶναι, τουτέστι μήπω εἶναι. καὶ ἄλλην δὲ γραφὴν προστίθησι τοιαύτην· ὥστε οὔπω ἦν γινόμενον ἁπλῶς, ἀλλά τι γινόμενον ἤδη. καὶ εἴη ἂν τὸ λεγόμενον, ὅτι ἡ ἁπλῆ γένεσις ἐγίνετο ἤδη τινὸς γενέσεως οὔσης· δι’ ἧς γὰρ ἡ ἁπλῆ γένεσις ἐγίνετο, αὕτη γένεσις οὖσα ἤδη ἦν. καὶ ἐν πολλοῖς ἀντιγράφοις αὕτη φέρεται ἡ γραφή. μήποτε δὲ οὕτως αὐτὴν ἐξηγητέον·3 εἰ γίνοιτο ἡ γένεσις, οὔπω ἦν ἁπλῶς γένεσις γινόμενον, ἀλλά τι γινόμενον ἤδη, τουτέστιν ἀλλὰ καὶ ἄλλο τι μετὰ τῆς γενέσεως πεπονθὸς τὴν γένεσιν, ὥστε τὸ ὅλον γινόμενον εἶναι, ὥσπερ ἐστὶ γινόμενον ἄνθρωπος. εἰ οὖν γίνοιτο ἡ γένεσις, οὐ γένεσις ἔσται ἁπλῶς, ἀλλ’ ἕν τι τῶν γινομένων. ταῦτα οὖν μεταξὺ τὰ ἄτοπα προσενδειξάμενος ἐφεξῆς προστίθησι, πῶς ἐπ’ ἄπειρον προελεύσεται ἡ γένεσις καὶ πῶς ἀναιρεθήσεται, εἰ ἔστι γενέσεως γένεσις. εἰ γὰρ ἡ γένεσις διὰ γενέσεως γίνεται καὶ πάλιν ἐκείνη ἡ γένεσις διὰ γενέσεως καὶ ὁμοίως πᾶσα γένεσις διὰ γενέσεως (οὐ γὰρ ἔστιν εἰπεῖν διὰ τί ἥδε μὲν γίνεται, δι’ ἧς δὲ αὕτη γίνεται γενέσεως οὐχὶ καὶ αὐτὴ γίνεται), εἰ οὖν ταῦτα οὕτως, ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι ἄλλην πρὸ ἄλλης γένεσιν γενέσεως λαμβάνοντα.
“此外将走向无限”直至“从而既不可能生成,也不可能运动,也不可能有任何事物改变”。 在指明了不存在运动的运动,即运动不被运动之后,他进一步更普遍地指明了这一问题,即根本不存在改变的改变。为了表明他现在说“改变”并非用来代替“运动”,而是把这一名称用于本义上的普遍改变,即运动、生成和毁灭都从属于其下的改变,他补充道“以及生成的生成”。他通过归谬法推论如下来指明这一点:如果存在运动的运动或生成的生成或总括而言改变的改变,那么既不存在运动也不存在生成,总括而言不存在改变;而当这些不存在时,既不可能生成,也不可能运动,总括而言不可能有任何事物改变;如果这些不存在,那么被运动的事物与改变的事物也都不存在。而这些结论是荒谬且不可能的,因此这些结论所随之而来的那些前提——如果确实随之而来的话——即存在运动的运动、生成的生成以及改变的改变,其荒谬与不可能也是预先显而易见的。他通过两个中项来证明这一假言命题:因为如果存在生成的生成或改变的改变,就必然走向无限;而如果是这样,就既不会有第一者也不会有最终者;从而既不存在生成也不存在改变。如果存在改变的改变就必然走向无限,他根据以下事实证明了这一点:如果根本存在改变的改变,那么它不仅属于当前所提出的这一改变,而且也属于走向这一改变所从出的那一改变,并且那一改变又有另一改变,从而必然始终在当前所取的改变之前再取某个预先存在的另一改变;如果是这样,就会在始终在另一改变之前取另一改变的过程中走向无限;如果是这样,接续的后果也必将随之而来:因为如果没有第一改变,其后的改变就不会存在,接在这一改变之后的改变也不会存在,直至最后的改变在内根本没有任何其他改变存在;从而如果存在改变的改变,改变就将不存在。 然而他本人将论述推进到生成的情形上,在思想上更多地依傍于特定的改变而非普遍的改变。而在没有任何事物生成这一命题上,荒谬性更为明显:因为随之而来的结论是任何生成的事物都不存在,这显然是荒谬的。此外,根据这一证明还额外显露出另一荒谬后果:生成尚未存在,却已经存在。 由于在这一段落中存在异文,亚历山大写下了更为清晰的读法,其文如下:“例如,如果单纯的生成曾几何时在生成,那么正在生成的事物也曾在生成,从而[生成]尚未存在,却已经存在了”。并且他将单纯的生成解释为脱离正在生成的事物而被设想的生成,关于它我们探究它是否生成。因此,如果这一生成曾几何时在生成,而正在生成的事物在此期间正在生成且尚未存在(因为生成的事物在其自身生成时不可能不在生成),那么生成尚未存在,却已经存在了;因为如果不存在生成,就不可能有任何事物生成。亚历山大也知道在上述文句之后还附有这样一句:“但正在生成的事物已经曾是正在生成的事物”,这句对于先前所说的荒谬后果——即生成尚未存在却已经存在——给出了其相反的荒谬后果,即生成已经存在,却仍是正在生成的事物,也就是说尚未存在。此外他还补充了另一种异文,如下所述:“从而它尚未单纯地作为正在生成的事物存在,而是已经作为正在生成的某种具体事物存在”。其含义将是:单纯的生成是在某种生成已经存在的情况下生成的;因为单纯的生成借以生成的那一事物,自身作为一种生成,已经存在了。在许多抄本中都载有这种异文。但这或许应该这样解释:如果生成发生生成,那么它尚未单纯地是作为正在生成的事物的生成,而是已经作为正在生成的某种具体事物存在,也就是说与生成一起还有承受了生成的某种其他事物,从而整体是一个正在生成的事物,正如人是一个正在生成的事物那样。因此,如果生成发生生成,它将不单纯是生成,而是正在生成的事物之一。在附带指明了其间的这些荒谬后果之后,他紧接着补充道:如果存在生成的生成,生成将如何走向无限,又将如何被取消。因为如果生成通过生成而生成,那一生成又通过生成而生成,同样一切生成都通过生成而生成(因为无法说明为何这一生成发生生成,而它借以生成的那一生成自身却不发生生成);因此如果这些情况如此,在另一生成之前不断取另一生成的生成,就必然走向无限。
- 5.14τὸ δὲ συνημμένον διὰ δύο μέσων ὅρων δείκνυσιν
名词化的中性单数分词 τὸ συνημμένον 是古代逻辑学中指代“假言命题(条件命题)”的标准术语。在此指前述推理中前件与后件之间的条件联结(“如果存在改变的改变,则不存在改变”),亚里士多德通过两个中项(“走向无限”与“第一项与最后项的缺失”)来证明这一联结关系。
- 5.14οἷον εἰ ἡ ἁπλῆ γένεσις ἐγίνετό ποτε, καὶ τὸ γινόμενον ἐγίνετο, ὥστε οὔπω ἦν ἤδη
亚历山大所引异文的句法结构。条件句 εἰ ... ἐγίνετο 的主句由与 εἰ 相应的 καὶ 引出(“如果单纯的生成曾几何时在生成,那么正在生成的事物也曾在生成”)。在引出结果的 ὥστε 从句中,οὔπω ἦν ἤδη 紧凑地表达了相互冲突的荒谬后果:“尚未存在,却已经存在了”。
- 5.14μήποτε δὲ οὕτως αὐτὴν ἐξηγητέον
μήποτε 与动名词形容词 ἐξηγητέον 连用,是古希腊语注疏文献中用于提出委婉、审慎的自主解释的惯用句法(“然而或许应该这样解释”)。阴性代词 αὐτήν 指代前文的“读法/异文(ἡ γραφή)”。
