- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:841.17-843.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证了若运动改变为运动,将导致同时进行相反运动并处于相反状态的更大荒谬,并结合亚里士多德的原文字句进行阐释。他解释了从回忆到遗忘的改变并非运动本身的改变,而只是主体中先后发生的附带性改变,并考察了运动之运动的荒谬性为何与生成的否定有所不同。
ὡς γὰρ τὸ ἐκ χρώματος εἰς χρῶμα μεταβάλλον οὐκ ἐκ τοῦ τυχόντος εἰς τὸ τυχόν, ἀλλ’ ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλει, οὕτω καὶ τὸ ἐκ κινήσεως εἰς κίνησιν μεταβάλλον καὶ κινούμενον οὐκ εἰς τὴν τυχοῦσαν μεταβάλλει, ἀλλ’ εἰς τὴν ἐναντίαν· αὕτη δὲ ἦν ἡ ἐξ ἐναντίου εἰς ἐναντίον. καὶ ἐπὶ τῆς κινήσεως ἔτι μᾶλλον τοῦτο, εἴπερ τὸ κινήσει εἶναί ἐστι τὸ μεταβολῇ εἶναι1 ἐξ ἐναντίου εἰς ἐναντίον. ὥστε συμβήσεται καὶ τῶν πρόσθεν ἀτοπώτερον· οὐ μόνον γὰρ ἐπὶ πλείω ἅμα διαφέροντα κινήσεται, ἀλλὰ καὶ ἐπὶ ἐναντία, καὶ οὐ μόνον ἐν πλείοσιν ἅμα διαφέρουσιν ἔσται, ἀλλὰ καὶ ἐν ἐναντίοις. ἡ μὲν γὰρ ἐν κινήσει ἐστὶ τῇ κατὰ τὸ ὑγιάζεσθαι, ἐκ νόσου ἂν εἰς ὑγείαν μεταβάλλοι· ἡ δὲ ἐκ τῆς κινήσεως ταύτης μεταβάλλει εἰς ἄλλην2 τὴν ἐναντίαν αὐτῇ (οὐ γὰρ εἰς τὴν τυχοῦσαν), ἅμα ἂν εἰς ὑγείαν μεταβάλλον ἐν τῷ ὑγιάζεσθαι κατὰ τὴν αὐτὴν ταύτην μεταβολὴν καὶ εἰς τὸ ἐναντίον τῇ ὑγείᾳ τὴν νόσον μεταβάλλοι, εἰ κινεῖται καθ’ αὑτὸ ἡ κίνησις. ἐπειδὴ δὲ τὸ κινούμενον ἐπί τι κἂν γένοιτο ἐν ἐκείνῳ ἐφ’ ὃ κινεῖται, ὅταν παύσηται τῆς κινήσεως, ἅμα ἔσται ἐν τοῖς ἐφ’ ἃ ἅμα ἐκινεῖτο κατὰ ἀμφοτέρας τὰς κινήσεις· ἦν δὲ ταῦτα νόσος τε καὶ ὑγίεια. ἅμα ἄρα ἐν ὑγείᾳ τε καὶ νόσῳ ἔσται καὶ ὅλως ἐν τοῖς ἐναντίοις τὸ ἐκ κινήσεως εἰς κίνησιν κινούμενον. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης τὸ μὲν ἐπὶ πλείω διαφέροντα κινεῖσθαι καὶ τὸ ἐν πλείοσι διαφέρουσιν εἶναι ἐσήμανεν διὰ τοῦ ἅμα οὖν μεταβάλλει ἐξ ὑγείας εἰς νόσον καὶ ἐξ αὐτῆς ταύτης τῆς μεταβολῆς εἰς ἄλλην. δῆλον δὴ ὅτι ὅταν νοσήσῃ μεταβεβληκὸς ἔσται εἰς ὁποιανοῦν. τὸ δὲ ἐπὶ τὰ ἐναντία ἅμα κινεῖσθαι καὶ ἐν τοῖς ἐναντίοις ἅμα εἶναι ἐσήμανεν διὰ τοῦ καὶ ἔτι εἰς μὴ τὴν τυχοῦσαν ἀεί, κἀκείνην ἔκ τινος εἴς τι ἕτερον· ὥστε καὶ ἡ ἀντικειμένη ἔσται ὑγίανσις. Τί οὖν οὐ μεταβάλλει τι ἐκ τοῦ ἀναμιμνήσκεσθαι εἰς τὸ ἐπιλανθάνεσθαι, καὶ ἐκ τοῦ νοσάζεσθαι εἰς τὸ ὑγιάζεσθαι; εἰ οὖν κινήσεις αὗται καὶ ἐναντίαι, πῶς οὐκ ἂν εἴη μεταβολῆς μεταβολὴ καὶ κινήσεως κίνησις; ταύτην δὴ λύων τὴν ἔνστασιν οὐ καθ’ αὑτό φησιν ἐκ κινήσεως εἰς κίνησιν εἶναι τὴν μεταβολήν, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ᾧ συμβέβηκεν ἀναμιμνήσκεσθαι οὗτος ἐπιλανθάνεται πάλιν· εἰ μὲν γὰρ ἀναμιμνησκόμενος ἐν τῷ ἀναμιμνήσκεσθαι ἐπελανθάνετο, ἦν ἂν οὕτως ἐκ κινήσεως εἰς κίνησιν μεταβολή. ἔδει γὰρ ἔτι μένουσαν τὴν μνήμην κινεῖσθαι εἰς λήθην· τὸ γὰρ κινούμενον ἔτι μένον ὅπερ ἐστὶ κινεῖται καὶ οὐχ οὕτως ἔχει ὡς τὸ γινόμενον. ἐπειδὴ δὲ καθόλου χρὴ τὸ κινηθὲν γενόμενον ἐφ’ ὃ ἐκινεῖτο στῆναι, εἰ μέλλοι τὴν ἐναντίαν πάλιν κίνησιν κινεῖσθαι, καὶ ὁ ἀναμιμνῃσκόμενος ὅταν ἀναμνησθῇ ἔστη, εἶτα οὕτως, εἴπερ ἄρα, ἐπιλανθάνεται. τὸ οὖν περὶ τὸν αὐτὸν ἀμφότερα γίνεσθαι παρὰ μέρος κινεῖσθαι λέγομεν ἐν τῇ συνηθείᾳ ἐκ τοῦδε εἰς τόδε. πῶς δὲ τὸ κατὰ συμβεβηκὸς ἀναμιμνῄσκεσθαι μεταβάλλει εἰς τὸ ἐπιλανθάνεσθαι, ἐδήλωσεν εἰπὼν ὅτι ᾧ ὑπάρχει παρὰ μέρος ταῦτα, τουτέστιν ὁ ἄνθρωπος ἢ ἡ ψυχή, ἐκεῖνο μεταβάλλει κατὰ ταῦτα. εἰ οὖν ἀνάγκη μὲν ἢ ὑποκείμενον εἶναι τὴν κίνησιν ἢ ἐν ὑποκειμένῳ, οὔτε δὲ ὑποκείμενόν ἐστιν οὔτε ἐν ὑποκειμένῳ οὖσα δύναται κινεῖσθαι, κατ’ οὐδένα τρόπον εἴη ἂν κινήσεως κίνησις. Ἐπιστῆσαι δὲ ἐν τούτοις ὡς οἶμαι ἄξιον, ὅτι οὐ πᾶσαν μεταβολὴν ἀποφάσκει τῆς κινήσεως, ἀλλὰ τὴν κίνησιν μόνην. τὸ γὰρ ἅμα μεταβάλλειν ἐξ ὑγείας εἰς νόσον, καὶ ἐξ αὐτῆς ταύτης τῆς μεταβολῆς εἰς ἄλλην, ὅπερ ὡς ἄτοπον ἐπήγαγε, τούτῳ ἕπεται τῷ τὴν κίνησιν κινεῖσθαι·3 τὸ γὰρ κινούμενον ὑπομένον ὅπερ ἐστὶ κινεῖται. εἰ οὖν τὸ νοσάζεσθαι κινεῖται μένον ὅπερ ἐστὶν εἰς τὸ ἀντικείμενον τὸ ὑγιάζεσθαι μεταβάλλει, ὥστε τὸ αὐτὸ ἅμα ἂν νοσάζοιτο καὶ ὑγιάζοιτο. τοῦτο δὲ τὸ ἄτοπον τῇ γενέσει οὐκ ἀκολουθεῖ· οὐ γὰρ μένον τι ὅπερ ἐστὶ γίνεται, ὥσπερ μένον ὅπερ ἐστὶ κινεῖται· οὐ γὰρ ἐξ ὄντος εἰς ὄν, ἀλλ’ ἐκ μὴ ὄντος εἰς ὂν καὶ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον. ἀλλὰ κἂν ἐκ μὴ ὄντος εἰς ὂν ἡ γένεσις, ἐὰν τὴν μεταβολὴν ταύτην μεταβάλλειν τις εἴπῃ, ἐπειδὴ καὶ τὸ μεταβάλλον ἐξ ἀντικειμένου εἰς ἀντικείμενον μεταβάλλει, ἅμα ἐκ μὴ ὄντος εἰς ὂν καὶ ἐξ ὄντος εἰς μὴ ὂν μεταβάλλει, ὥστε καθὸ γίνεται φθείρεται.
因为正如从颜色变为颜色的事物不是从随意的颜色变为随意的颜色,而是从相反者变为相反者,同样,从运动变为运动且被运动的事物也不是改变为随意的运动,而是改变为相反的运动;而这就是从相反者到相反者的运动。而在运动的情形下这一点更是如此,如果对运动而言存在就是作为从相反者到相反者的改变。从而将导致比先前的结论更为荒谬的后果:因为不仅它将同时朝向多个互异的目标运动,而且还将朝向相反的目标;并且不仅它将同时处于多个互异的状态之中,而且还将处于相反的状态之中。因为一方面,在它处于康复这一运动中时,它将从疾病改变为健康;但另一方面,当它从这一运动改变为与它相反的另一运动时(因为并不是改变为随意的运动),如果运动依自身被运动,它就将在康复中改变为健康的同时,依这完全相同的改变改变为健康的相反者即疾病。既然运动向某物的事物在停止运动时就会处于它所运动向的目标之中,那么它就将同时处于它依这两种运动所同时运动向的那些目标之中;而这些目标就是疾病与健康。因此,从运动运动向运动的事物将同时处于健康与疾病之中,总括而言处于相反者之中。而亚里士多德本人也是通过“因此它同时从健康改变为疾病,并且从这一改变本身改变为另一改变;显然,每当它患病时,它将已改变为无论何种运动”指明了朝向多个互异目标运动以及处于多个互异状态中。并且他通过“此外并不是始终变为随意的运动,而那一运动也是从某物走向另一某物;从而相反的运动即康复也必成立”指明了同时朝向相反者运动以及同时处于相反者之中。 那么,为何某物不能从回忆改变为遗忘,以及从患病改变为康复呢?因此,如果这些是运动并且是相反的运动,又怎能没有改变的改变和运动的运动呢?在解决这一异议时他说,从运动到运动的改变并非依自身成立,而是依附带性质成立,因为是碰巧回忆的那个人再次遗忘;因为如果一个人在回忆的过程中,正处于回忆之时发生遗忘,那样才会是从运动到运动的改变。因为仍保持存在的记忆本应运动向遗忘;因为被运动的事物是在仍保持其自身所是的状态下被运动的,而不像生成的事物那样。但是,既然一般而言,被运动的事物在到达它所运动向的目标后,如果要再次进行相反的运动就必须停顿下来,那么回忆者在回忆完成时也停顿下来,然后倘若真发生的话,才按这种方式遗忘。因此,两者依序发生于同一个人周围这件事,我们在日常习惯中称之为从这一个运动向那一个。至于依附带性质的回忆如何改变为遗忘,他通过说这些属性依序所属的事物——即人或灵魂——依照它们而改变,表明了这一点。因此,如果运动要么必然是基底,要么必然处于基底之中,而它既不是基底,处于基底之中时也不能被运动,那么就绝不可能有运动的运动。 而在这些论述中,依我看来值得注意的是,他并没有否定运动的一切改变,而只是否定了运动[作为改变]。因为“同时从健康改变为疾病,并且从这一改变本身改变为另一改变”这句他作为荒谬后果而补充的话,是随运动被运动而来的;因为被运动的事物是在保持其所是的状态下被运动的。因此,如果患病在保持其所是的状态下被运动,它就改变为对立的康复,从而同一事物将同时患病和康复。但这一荒谬后果并不伴随生成而来;因为没有任何事物在保持其所是的状态下生成,如同在保持其所是的状态下被运动那样;因为[生成]不是从存在走向存在,而是从非存在走向存在,从非基底走向基底。但是,纵使生成是从非存在走向存在,如果有人说这一改变发生改变,既然改变的事物也是从对立物改变为对立物,它就将同时从非存在改变为存在并且从存在改变为非存在,从而在它生成的同一个方面它正被毁灭。
- 5.13τὸ κινήσει εἶναί ἐστι τὸ μεταβολῇ εἶναι
表示本质的与格结构(τὸ ... εἶναι)在此同时用作主语和表语,构成定义性判断:“运动之为其所是即为从相反者到相反者的改变之为其所是”。
- 5.13ἡ μὲν γὰρ ἐν κινήσει ἐστὶ τῇ κατὰ τὸ ὑγιάζεσθαι, ἐκ νόσου ἂν εἰς ὑγείαν μεταβάλλοι· ἡ δὲ ἐκ τῆς κινήσεως ταύτης μεταβάλλει εἰς ἄλλην
鉴于后文的分词 μεταβάλλον 为中性单数并与隐含主语(τὸ ὑποκείμενον 或 τὸ κινούμενον)一致,此处 ἡ μέν... ἡ δέ 在语境中起着副词性对比限定的作用(即“在一方面……在另一方面……”,极可能是 ᾗ μέν... ᾗ δέ 的同音形变)。带有希求语气的动词 μεταβάλλοι 的主语是该中性基底,全句以此分述该主体同时承受的两个相反方向的改变。
- 5.13τούτῳ ἕπεται τῷ τὴν κίνησιν κινεῖσθαι
与格指示代词 τούτῳ 作 ἕπεται 的宾语,后续带冠词的对格不定式短语 τῷ τὴν κίνησιν κινεῖσθαι 与之构成同位语,进一步阐明其内容(“即随运动被运动而来”)。
