← 辛普里丘

亚里士多德《物理学》注释

§839.18-841.17

关于基底在运动间转变之运动的运动的考察

辛普里丘考察了“运动的运动”的第二种方式(即基底从一种运动转变为另一种运动),指出虽然附带地可以如此,但依其自身则会导致同时进行多种相异运动以及同时达到多个终态等诸多荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13#2

ἀλλ’ οὐδὲ οὕτω, φησίν, οἷόν τε λέγειν κινήσεως εἶναι κίνησιν, ὡς ἄλλου τινὸς ὑποκειμένου κἀκ κινήσεώς τινος εἰς κίνησιν ἑτέραν μεταβάλλοντος,1 ἐξ ἑτέρου εἴδους δηλονότι εἰς ἕτερον, πλὴν εἰ μὴ κατὰ συμβεβηκός τις λέγοι. πῶς δὲ κατὰ συμβεβηκὸς δυνατὸν ἐκ κινήσεως εἰς κίνησιν μεταβάλλειν, αὐτὸς ἐρεῖ· ὅταν γὰρ λέγηταί τις ἐκ λήθης εἰς ἀνάμνησιν μεταβάλλειν, ἐκ κινήσεως μὲν εἰς κίνησιν ἡ μεταβολὴ δοκεῖ. κινήσεις γάρ τινες ἥ τε ἀνάμνησις καὶ ἡ λήθη, ἀλλὰ κατὰ συμβεβηκὸς τῆς κινήσεως ἡ κίνησις δοκεῖ, διότι ᾧ συμβέβηκε τὸ ἐπιλανθάνεσθαι οὗτος εἰς τὸ μνημονεύειν μεταβάλλει. ὁμοίως δὲ καὶ ἐκ τοῦ νοσάζεσθαι εἰς τὸ ὑγιάζεσθαι μεταβάλλων· ἐκ νόσου γὰρ εἰς ὑγείαν οὕτως εἶπεν ὡς ἐκ κινήσεως εἰς κίνησιν. τὸ δὲ εἰς ἕτερον εἶδος καλῶς πρόσκειται, καὶ τὴν αἰτίαν αὐτὸς ἐπήγαγεν. εἰπὼν αὕτη γὰρ ἡ κίνησις ἐξ ἄλλου εἴδους εἰς ἄλλο ἐστὶ μεταβολή. καὶ οὐ μόνη ἡ κίνησις ἀλλὰ καὶ ἡ γένεσις καὶ ἡ φθορὰ ὡσαύτως ἔχει· ἐξ ἄλλου γὰρ εἴδους εἰς ἄλλο καὶ ἐπὶ τούτων ἡ μεταβολή· πᾶσα γὰρ μεταβολὴ ἐξ ἀντικειμένου εἰς ἀντικείμενον, πλὴν ὅτι ἡ μὲν γένεσις καὶ ἡ φθορὰ εἰς τὰ ἀντικείμενα οὕτως ὡς κατὰ ἀντίφασιν, ἡ δὲ κίνησις εἰς τὰ ἀντικείμενα τὰ ὡς ἐναντία. τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ αἱ μέν, τουτέστιν ἡ γένεσις καὶ ἡ φθορά, εἰς ἀντικείμενα ὡδί, τουτέστι κατὰ ἀντίφασιν, ἡ δὲ ὡδί, τουτέστιν εἰς τὰ ἐναντία, ἡ κίνησις. Ἔδειξε δὲ καὶ διὰ τοῦ παραδείγματος, ὅτι πᾶσα μεταβολὴ ἐξ ἄλλου εἴδους εἰς ἄλλο γίνεται, εἰπών· οἷον ἄνθρωπος ἐκ νόσου εἰς ὑγείαν. ὡς γὰρ ἐπὶ τούτου διαφέροντά ἐστι τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ, οὕτω καὶ εἰ ἐκ κινήσεώς τι εἰς κίνησιν κινοῖτο, διαφέρουσα ἔσται ἡ ἐξ ἧς τῆς εἰς ἥν. ἡ γὰρ ἐκ τῆς βραδυτέρας κινήσεως εἰς τὴν θάττω μεταβολὴ τάχα μὲν καὶ αὐτὴ ἐξ ἀντικειμένου εἴδους εἰς ἀντικείμενόν ἐστι, τάχα δὲ οὐκ ἐκ κινήσεως εἰς κίνησίν ἐστι· μία γὰρ ἡ εἰς τὸ αὐτό· γίνεται δὲ ἡ ἐπίτασις ἐκ τοῦ μεταξὺ καὶ ὡς ἐκστάσεώς τε καὶ ἠρεμίας· ἡ γὰρ βραδεῖα κίνησις μίξει ἠρεμίας καὶ ἔχει πρὸς τὴν ταχεῖαν οὕτως ὡς τὸ φαιὸν πρὸς τὸ λευκόν. κατὰ συμβεβηκὸς μὲν οὖν ὡς εἴρηται δυνατὸν κινήσεως εἶναι κίνησιν, ὅταν τὸ ὑποκείμενον εἰς ἑτέραν κίνησιν ἐξ ἑτέρας μεταβάλλῃ, καθ’ αὑτὸ δὲ ἀδύνατον. καὶ τὸ ἑπόμενον ἄτοπον ἐπήγαγεν αὐτὸς εἰπὼν ἅμα οὖν μεταβάλλει ἐξ ὑγιείας εἰς νόσον, καὶ ἐξ αὐτῆς ταύτης τῆς μεταβολῆς εἰς ἄλλην. εἰ γὰρ ἡ ἐξ ὑγείας εἰς νόσον μεταβολὴ ἢ κίνησις αὐτὴ κινεῖσθαι λέγοιτο, τὸ ἐξ ὑγείας εἰς νόσον κινούμενον ἅμα τε ταύτην κινεῖται τὴν κίνησιν καὶ ἐξ αὐτῆς ταύτης εἰς ἄλλην μεταβάλλει οἷον εἰς λεύκανσιν, εἴπερ ἡ κίνησις κινεῖται. ἅμα τε οὖν εἰς νόσον εἴη μεταβάλλον, καὶ εἰς ἐκεῖνο, ὃ τέλος ἐστὶ τῆς μεταβολῆς, εἰς ἣν μετέβαλεν ἐκ τῆς ἐξ ὑγείας εἰς νόσον μεταβεβληκὸς οἷον τὸ λευκόν. ὅταν οὖν ἐν νόσῳ ᾖ, δῆλον ὅτι ἅμα τε εἴη ἂν εἰς νόσον μεταβεβληκὸς καὶ εἰς ἄλλο τι εἰς ὃ ἦν ἡ κίνησις, εἰς ἣν ἡ προτέρα κίνησις μετέβαλεν· ἐπειδὴ δὲ οὐκ ἦν ὡρισμένον τὸ εἰς ὁποίαν, διὰ τοῦτο ὅταν νοσήσῃ, φησί, μεταβεβληκὸς ἔσται εἰς ὁποιανοῦν· ἐνδέχεται γὰρ καὶ μεταβαλεῖν τὸ μεταβάλλον καὶ ἠρεμῆσαι παυσάμενον τῆς μεταβολῆς. ὅταν μέντοι ἐκ κινήσεως εἰς κίνησιν κινεῖσθαι λέγηται, ἀνάγκη εἰς ὁποιανοῦν κίνησιν μεταβεβληκέναι καὶ οὐκέτι εἰς ἠρεμίαν. τὸ οὖν ἐκ κινήσεως εἰς κίνησιν μεταβάλλον, δῆλον ὅτι κινούμενον ἔτι τὴν κίνησιν ἐκείνην, ἐξ ἧς λέγεται μεταβάλλειν, ἔσται καὶ ἄλλην κινούμενον, εἰς ἣν λέγεται ἐκ ταύτης μεταβάλλειν· ὡς γὰρ τὸ ἐκ λευκοῦ εἰς μέλαν μεταβάλλον ἔτι πως ὂν ἐν τῷ λευκῷ ἐξ αὐτοῦ μεταβάλλει καὶ ἔχει τι αὐτοῦ, ἕως ἂν τελέως μεταβάλλῃ ἐξ αὐτοῦ, οὕτως εἰ καὶ ἐκ κινήσεως τι εἰς κίνησιν μεταβάλλει, ἔτι ὂν ἐν τῇ κινήσει ἐξ ἧς λέγεται μεταβάλλειν καὶ κινούμενον κατ’ αὐτήν, ἅμα καὶ κατ’ ἐκείνην κινήσεται εἰς ἣν μεταβάλλει. καὶ ἔτι ὅταν ᾖ εἰς τὸ ἕτερον μεταβεβληκός, ὅπερ εἶπεν αὐτὸς ὅταν νοσήσῃ, τότε καὶ εἰς ἕτερον ὁποιονοῦν ἔσται μεταβεβληκός. ὥστε πρῶτον μὲν ἄτοπον τὸ ἐπὶ πλείω ἅμα καὶ διαφέροντα κινεῖσθαι, ἔπειτα τὸ ἐν πλείοσιν ἅμα εἶναι, τρίτον δὲ εἰ ἡ κίνησις μεταβολή ἐστιν ἐξ ἐναντίου εἰς ἐναντίον καὶ μεταβάλλει τι ἐκ κινήσεως εἰς κίνησιν, δῆλον ὅτι ἐκ τῆς ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλοι ἂν εἰς τὴν ἐξ ἐναντίου εἰς ἐναντίον·2 αὗται γάρ εἰσιν ἐναντίαι κινήσεις.

但他指出,甚至按这种方式也不能说有运动的运动,即仿佛有某种其他的基底从一种运动改变为另一种运动——显然是从一种形式改变为另一种形式——除非有人依附带性质而言。而如何可能依附带性质从运动改变为运动,他自己将会说明;因为当有人被说成从遗忘改变为回忆时,这种改变看似是从运动改变为运动。因为回忆和遗忘都是某种运动,但运动的运动只是看似依附带性质成立,因为是碰巧遗忘的那个人改变为记忆。从患病改变为康复也是同样的情况;因为从疾病到健康,他是以这种方式作为从运动到运动来说的。而“变为另一种形式”这句话添加得很恰当,他自己也紧接着指出了原因,说:“因为这种运动是从一种形式变为另一种形式的改变。”不仅运动如此,生成和毁灭也是一样;因为在它们身上,改变同样是从一种形式变为另一种形式。因为一切改变都是从对立物变为对立物,只是生成和毁灭是按照矛盾的方式走向对立物,而运动则是走向作为相反者的对立物。因为这对他来说正意味着:“前者”——即生成和毁灭——“以这种方式”即依矛盾“走向对立物”,“而后者”——即运动——“以这种方式”即走向相反者。 并且他还通过例子表明,一切改变都是从一种形式变为另一种形式,他说:“例如人从疾病变为健康。”因为正如在这个例子中,起点和终点是互异的,同样,如果某物从运动被运动向运动,改变的起点运动也必将有别于终点运动。因为从较慢的运动向较快的运动的改变,或许其本身也是从对立形式变为对立形式,但或许它并不是从运动变为运动;因为朝向同一目标的运动只有一种;而加剧是产生自中间物,并且犹如产生自偏离和静止;因为慢速运动带有静止的混合,它与快速运动的关系正如灰色与白色一样。因此,正如已经说过的,当基底从一种运动改变为另一种运动时,依附带性质而言可能有运动的运动,但依其自身而言则是不可能的。他自己也接着指出了随之而来的荒谬,说:“因此它同时从健康改变为疾病,并且从这一改变本身改变为另一改变。”因为如果从健康到疾病的改变或运动被说成其自身运动,那么从健康运动向疾病的事物,在进行这种运动的同时,又从这种运动本身改变为另一运动(例如变白),如果运动确实被运动的话。因此,它就将既同时正在改变为疾病,又[正在改变为]那个事物,即已从“从健康到疾病的改变”改变出来的它所改变成的那个改变的终点,例如白色。因此,当它处于疾病之中时,显而易见的是,它既同时已改变为疾病,又已改变为先前运动所改变成的那个运动所指向的另一事物;既然没有规定究竟是哪一种,因此他说:“每当它患病时,它将已改变为无论哪一种。”因为正在改变的事物既可能完成改变,也可能停止改变而处于静止。然而,当它被说成从运动被运动向运动时,它就必然已经改变为无论何种运动,而不再是静止。因此,从运动改变为运动的事物,显然在仍以它被说成从中改变出来的那个运动而运动的同时,也将以它被说成从该运动改变成的另一运动而运动。因为正如从白改变为黑的事物,在仍以某种方式处于白色之中的同时从中改变出来,并且在完全脱离它之前保有它的一部分,同样,如果某物从运动改变为运动,在它仍处于据以改变的运动之中并依其被运动的同时,它也将依它所改变成的运动而被运动。此外,正如他自己所说的“每当它患病时”,每当它已改变为另一状态时,届时它也将已改变为无论何种其他的状态。从而,第一,同时朝向多个且相异的目标运动是荒谬的;其次,同时处于多种状态中也是荒谬的;第三,如果运动是从相反者到相反者的改变,并且某物从运动改变为运动,显而易见它就将从“从相反者到相反者的运动”改变为“从相反者到相反者的运动”;因为这些是相反的运动。

语法注2 条
  1. 5.13ὡς ἄλλου τινὸς ὑποκειμένου κἀκ κινήσεώς τινος εἰς κίνησιν ἑτέραν μεταβάλλοντος

    连词 ὡς 引导属格独立结构(ἄλλου τινὸς ὑποκειμένου ... μεταβάλλοντος),用以说明被反驳的假设方式(即设想“运动的运动”的第二种方式)。κἀκ 是 καὶ ἐκ 的合音(crasis)。

  2. 5.13ἐκ τῆς ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλοι ἂν εἰς τὴν ἐξ ἐναντίου εἰς ἐναντίον

    冠词 τῆς 与 τὴν 将介词短语 ἐξ ἐναντίου εἰς ἐναντίον 实词化,上下文承前省略了阴性名词 κίνησις(κινήσεως / κίνησιν)(即“从‘从相反者到相反者的[运动]’变为‘从相反者到相反者的[运动]’”),构成了双重嵌套的介词短语紧缩结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:839.18-841.17