← 辛普里丘

亚里士多德《物理学》注释

§837.19-839.18

主动与受动中无运动及不存在运动的运动

辛普里丘在注释亚里士多德225b13时,将“作用和承受中不存在运动”的主张与“不存在运动的运动”联系起来,探讨了亚历山大的解释,并展开了关于运动本身不能作为基底的第一个论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13#1

" Οὐδὲ δὴ ποιοῦντος καὶ πάσχοντος ἕως τοῦ ἐκεῖνο μεταβάλλει ὁτὲ μὲν εἰς ἐπιστήμην ὁτὲ δὲ εἰς ὑγίειαν." Ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ κατὰ τὸ ποιεῖν καὶ πάσχειν κίνησίς ἐστι, μεταλαβὼν τὸ ποιεῖν καὶ πάσχειν εἰς τὸ ποιοῦν καὶ πάσχον. εἰ γάρ ἐστι κίνησις κατὰ τὸ ποιεῖν καὶ πάσχειν, οὕτως ἐστὶν ὡς τοῦ ποιοῦντος καὶ πάσχοντος κατὰ τὸ ποιεῖν καὶ πάσχειν μεταβάλλοντος,1 ὥσπερ καὶ κατὰ ποιότητα ἔστιν ὅτι τὸ ποιὸν σῶμα κατὰ τὴν ἐν αὐτῷ ποιότητα μεταβάλλει. εἴη δὲ ἄν τοῦ μὲν ποιοῦντος κατὰ τὸ ποιεῖν μεταβολή, ὅταν τὸ ποιοῦν ἐκ τοῦ ποιεῖν εἰς ἄλλο τι ποιεῖν μεταβάλλῃ, τοῦ δὲ πάσχοντος, ὅταν τὸ πάσχον εἰς ἄλλο πάσχειν μεταβάλλῃ ἐξ ἄλλου. “προσέθηκε δέ, φησὶν ὁ Ἀλέξανδρος, οὐδὲ παντὸς κινουμένου καὶ κινοῦντος καθολικώτερον δεικνὺς τὸ προκείμενον· ἔστι γὰρ τὸ μὲν ποιεῖν ὑπὸ τὸ κινεῖν, τὸ δὲ πάσχειν ὑπὸ τὸ κινεῖσθαι.” ἀλλ’ εἰ τοῦτο ἀληθὲς καὶ τὸ μὲν ποιεῖν καὶ πάσχειν ὑπὸ τὸ κινεῖν καὶ κινεῖσθαι, τὸ δὲ κινεῖν καὶ κινεῖσθαι ὑπὸ τὸ μεταβάλλειν καὶ μεταβάλλεσθαι, παντὸς οἶμαι ζητεῖν,2 διὰ τί ἐν ταῖς δέκα κατηγορίαις τὸ ποιεῖν καὶ τὸ πάσχειν ἔταξεν ὡς καθολικώτερα, ἀλλ’ οὐ τὸ κινεῖν καὶ κινεῖσθαι ἢ μᾶλλον τὸ μεταβάλλειν καὶ μεταβάλλεσθαι. μήποτε οὖν καθολικώτερα τούτων ἐστὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν· καὶ γὰρ τὸ ἠρεμίζειν καὶ τὸ ἐν αὑτῷ συνέχειν ποιεῖν τί ἐστιν, οὐ μέντοι κινεῖν οὐδὲ μεταβάλλειν. εἰ δὲ τοῦτο ἀληθές, τὸ ποιεῖν καὶ πάσχειν οὐχ ὡς εἰς καθολικώτερα ἀνήγαγε τὸ κινεῖν καὶ κινεῖσθαι, ἀλλὰ μετήγαγεν αὐτὰ πρὸς τὴν ὑπόθεσιν· ὁ γὰρ λέγων εἶναι κίνησιν ἐν τῷ ποιοῦντι καὶ πάσχοντι οὕτω λέγει ὡς τοῦ μὲν κινοῦντος τοῦ δὲ κινουμένου. κἂν συγχωρήσῃ οὖν τις τοῦτο, ἐκ περιουσίας δείκνυσιν, ὅτι οὐδὲ παντὸς κινουμένου καὶ κινοῦντός ἐστι κίνησις, τουτέστιν ὅτι οὐ κινεῖται ἡ κίνησις, οὔτε ἐκείνη καθ’ ἣν τὸ κινοῦν κινεῖ οὔτε ἐκείνη καθ’ ἣν τὸ κινούμενον κινεῖται· ἐπεὶ ὅτι καὶ τὸ κινοῦν κατὰ κίνησιν κινεῖ καὶ τὸ κινούμενον κατὰ κίνησιν κινεῖται, δῆλον καὶ ὅτι ἐν τῷ πάσχοντι καὶ κινουμένῳ ἐστὶν ἡ κίνησις, ὡς αὐτὸς ἔδειξεν. οὐ λέγει οὖν, ὅτι οὐ κινεῖται τὸ πάσχον τι ἐν ᾧ ἡ κίνησις, ἀλλ’ ὅτι οὐχ οὕτως ἔχει ταῦτα κίνησιν, ὡς τῆς ἐν αὐτοῖς κινήσεως κινουμένης, ὃ καὶ δῆλον πεποίηκε διὰ τοῦ ὅτι οὐκ ἔστι κινήσεως κίνησις. εἰ γὰρ μὴ ἔστι κινήσεως κίνησις, οὔτε ἡ τοῦ κινοῦντος κίνησις οὔτε ἡ τοῦ κινουμένου κινηθείη ἄν. ποιοῦντος οὖν καὶ πάσχοντος οὐχὶ τῶν οὐσιῶν εἶπεν (αὗται γὰρ κινοῦνται), ἀλλ’ ἀντὶ τοῦ ποιεῖν καὶ πάσχειν, αἵπερ ἦσαν αἱ κατηγορίαι, τουτέστιν ἀντὶ ποιήσεως καὶ πείσεως τὸ ποιοῦν καὶ πάσχον ἔλαβεν, διότι καὶ τὸ ποιοῦν κατὰ τὴν ποίησίν ἐστι ποιοῦν καὶ τὸ πάσχον κατὰ τὴν πεῖσιν πάσχον. ὅτι δὲ οὐκ ἐπὶ κινήσεως μόνης τοῦτο ἀληθές, ἀλλὰ καὶ ἐπὶ τῆς ἀντικειμένης τῇ κινήσει γενέσεως καὶ ἐπὶ τῆς ἄμφω περιεχούσης μεταβολῆς, ἐδήλωσεν εἰπὼν οὐδὲ γενέσεως γένεσις οὐδὲ ὅλως μεταβολῆς μεταβολή. Δείξας οὖν ὅτι ὁ λέγων κίνησιν εἶναι ἐν τῷ ποιεῖν καὶ πάσχειν κινήσεως λέγει κίνησιν εἶναι, εἴπερ τὸ ποιοῦν κατὰ τὴν ποίησιν κινεῖ καὶ τὸ πάσχον κατὰ τὴν πεῖσιν, ἡ δὲ ποίησις καὶ ἡ πεῖσις κινήσεις τινές εἰσι, δείκνυσι λοιπὸν διὰ δύο ἐπιχειρημάτων ὅτι οὐκ ἔστι κινήσεως κίνησις. ὥστε οὐδὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν ἔσται κίνησις. τῶν δὲ δύο ἐπιχειρημάτων τὸ μὲν πρῶτον ἐκ διαιρέσεως ἀναγκαίας εἰλημμένον τοιοῦτόν ἐστιν· εἰ ἔστι κινήσεως κίνησις, ἢ ὑποκείμενόν τί ἐστιν ἡ κίνησις ὡς αὐτὴ κινουμένη κατά τι εἶδος κινήσεως, ὡς λέγομεν ἀνθρώπου κίνησιν εἶναι μεταβάλλοντος ἢ κατὰ ποιὸν ἢ κατὰ ποσὸν ἢ κατὰ τόπον· εἰ δὲ τοῦτο, ἔσται ἡ κίνησις θερμαινόμενον ἢ αὐξόμενον ἤ τινα ἄλλην μεταβολὴν μεταβάλλον, ἵνα ᾖ κινήσεως κίνησις. ἀλλὰ μὴν ὑποκείμενον οὐκ ἔστιν ἡ κίνησις· οὔτε γὰρ θερμαίνεσθαι ἢ ψύχεσθαι λέγεται· οὐσίας γὰρ ταῦτα ἴδια· ἡ δὲ κίνησις οὐκ ἔστιν οὐσία ἐν τῷ κινουμένῳ τὸ εἶναι ἔχουσα ὡς ἐν ὑποκειμένῳ καὶ οὐσίᾳ. εἰ οὖν οὕτω μὴ ἔστι κινήσεως κίνησις, λείπεται, εἰ ἔστιν ὅλως, οὕτως εἶναι, ὡς ἐν ὑποκειμένῳ οὔσης τῆς κινήσεως τὸ ὑποκείμενον μεταβάλλειν3 ἐκ κινήσεως ἑτέρας εἰς ἑτέραν κίνησιν, ὡς λέγομεν ἐκ τοῦ λευκαίνεσθαι μεταβάλλειν εἰς τὸ μελαίνεσθαι, ὅτι ὑποκείμενόν τι τούτοις οἷον ὁ ἄνθρωπος ἐκ τοῦ ἑτέρου αὐτῶν εἰς τὸ ἕτερον μεταβάλλει.

“同样,也没有作用者和承受者的[运动]”,直到“那事物时而变成知识,时而变成健康”。 接着他表明,依作用和承受也没有运动,他把作用和承受替换成了作用者和承受者。因为如果存在依作用和承受的运动,它也是以作用者和承受者依作用和承受而改变的方式存在的,正如在性质方面,也是因为有性质的身体依其自身的性质而改变才存在〔运动〕一样。当作用者从一种作用改变为另一种作用时,就会有作用者依作用的改变;而当承受者从一种承受改变为另一种承受时,就会有承受者的改变。“亚历山大说:‘他补充说:甚至也不是一切被运动者和运动者的[运动],这是将所讨论的论题表明为更具普遍性的;因为作用归于运动[他物]之下,而承受归于被运动之下。’”但如果这是真的,且作用和承受归于运动和被运动之下,而运动和被运动归于改变和被改变之下,我认为任何人都会探究:为什么他在十个范畴中将作用和承受列为更普遍的,而不是运动和被运动,或者更确切地说是改变和被改变?难道作用和承受不是比这些更普遍的吗?因为使之静止和使之持存于自身之中也是某种作用,但绝不是运动,也不是改变。如果这是真的,那么他并没有像归入更普遍的东西那样把作用和承受归结为运动和被运动,而是为了适应假设而转换了它们;因为说运动存在于作用者和承受者之中的人,是将其表述为一方运动[他物]而另一方被运动的。因此,即便有人承认这一点,他也充分地表明,甚至也不是一切被运动者和运动者都有运动,也就是说,运动并不被运动,既不是运动者据以运动[他物]的那个运动被运动,也不是被运动者据以被运动的那个运动被运动;因为运动者依运动而运动[他物],被运动者依运动而被运动,并且运动存在于承受者和被运动者之中,正如他自己所表明的那样,这是显而易见的。因此他并不是说,运动存在于其中的那个承受者并不运动,而是说,它们并不以其内在的运动本身被运动的方式具有运动,这正如他通过说“不存在运动的运动”所阐明的那样。因为如果不存在运动的运动,那么运动者的运动和被运动者的运动就都不会被运动。因此,他说“作用者和承受者的”,指的并不是实体(因为实体确实运动),而是取用了作用者和承受者以代替“作用”和“承受”这些原本的范畴,即代替施动和受动,因为作用者是依施动而作为作用者的,而承受者是依受动而作为承受者的。并且这不仅对运动为真,对与运动对立的生成以及包容二者的变化同样为真,他通过说“既没有生成的生成,也完全没有变化的变化”表明了这一点。既然表明了声称作用和承受中有运动的人就是在声称有运动的运动(如果作用者依施动而运动[他物],承受者依受动而被运动,而施动和受动是某种运动),他接下来通过两个论证表明不存在运动的运动;从而在作用和承受中也不会有运动。在这两个论证中,取自必然划分的第一个论证如下:如果存在运动的运动,要么运动自身依某种运动形式而被运动从而作为某种基底(正如我们说当人依性质、依数量或依处所改变时有人类的运动;如果这样,运动就将是变热的东西、增长的东西,或是发生某种其他变化的东西,以便存在运动的运动。然而运动绝不是基底;因为它既不能被说成变热,也不能被说成变冷;因为这些是实体所特有的,而运动不是实体,它作为在基底和实体中那样在被运动者中具有其存在)。因此,如果不存在这种方式的运动的运动,那么剩下的可能就是,如果它根本存在的话,它只能以如下方式存在:即由于运动在基底之中,基底从一种运动改变为另一种运动,正如我们说从变白改变为变黑,是因为作为这些之基底的诸如人这样的某物从它们之一改变为另一个那样。

语法注3 条
  1. 5.13ὡς τοῦ ποιοῦντος καὶ πάσχοντος κατὰ τὸ ποιεῖν καὶ πάσχειν μεταβάλλοντος

    由 ὡς 引导的属格绝对结构,用以解释 οὕτως(以这种方式)的具体内容,作为条件或方式。主语是 τοῦ ποιοῦντος καὶ πάσχοντος,分词为 μεταβάλλοντος(单数,统摄复合主语)。

  2. 5.13παντὸς οἶμαι ζητεῖν

    παντός 是表示职责、属性或适宜性的表语性属格,意为“我认为探究……是任何人的责任[任何人都会去探究]”。不定式 ζητεῖν 在句中作主语。

  3. 5.13λείπεται, εἰ ἔστιν ὅλως, οὕτως εἶναι, ὡς ἐν ὑποκειμένῳ οὔσης τῆς κινήσεως τὸ ὑποκείμενον μεταβάλλειν

    非人称动词 λείπεται 的实际主语是不定式 εἶναι。接续的 ὡς 引导方式或内容说明,其后并列了属格绝对结构(ἐν ὑποκειμένῳ οὔσης τῆς κινήσεως)与带不定式的宾格结构(τὸ ὑποκείμενον μεταβάλλειν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:837.19-839.18