- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:836.7-837.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘提出了反驳意见,指出依关系的变化涉及双方的运动、对立以及持存的基底,因而似乎可以算作运动;随后他为亚里士多德辩护,论证关系物并非自身实存而是附带于其他事物,因此关系中的运动与生成消灭仅仅是附带的。
καὶ ἔχει μέν τινα διαφορὰν τὸ ποτὲ μὲν αὐτοῦ τινος κινουμένου ποτὲ δὲ ἑτέρου μεταβάλλεσθαι τὴν σχέσιν αὐτοῦ. ἀλλὰ πρῶτον καὶ ἀμφοῖν κινουμένων μεταβάλλεται ἡ σχέσις, ὡς ἡ τῆς ἰσότητος εἰς τὴν τοῦ διπλασίου πρὸς τὸ ἥμισυ, ὅταν τῶν τριῶν καὶ τριῶν τῶν μὲν ἀφαιρεθῇ μονάς, τοῖς δὲ προστεθῇ. καὶ ἐπὶ τούτων δὲ καὶ ἐφ’ ὧν τοῦ ἑτέρου μεταβάλλοντος ἀμείβεται ἡ σχέσις μιᾶς οὔσης τῆς ἀμφοῖν σχέσεως, καὶ ταύτης εἴτε ὑφ’ ἑνὸς εἴτε ὑπ’ ἀμφοῖν κινουμένης, πῶς οὐκ ἄμφω καθ’ αὑτὸ κινεῖται, κατὰ τὴν σχέσιν τὴν μίαν κινούμενα. καὶ εἰ μὲν πρότερον μὴ οὖσα ὅλως ἡ σχέσις ὕστερον γίνοιτο κατ’ οὐσίαν οὔσης τῆς μεταβολῆς, ὡς ὅταν παιδίου γεννηθέντος ὁ μὲν πατὴρ γίνοιτο ὁ δὲ υἱός, ἁπλῶς γένεσις σχέσεώς ἐστι, φθαρέντος δὲ τοῦ ἑτέρου ἢ ἀμφοτέρων ἁπλῶς φθορὰ τῆς σχέσεως. εἰ δὲ κατ’ ἄλλην τινὰ κατηγορίαν γίνοιτο σχέσις μὴ πρότερον οὖσα, τίς γένεσίς ἐστι καὶ πάλιν τίς φθορά.1 εἰ δὲ τὰ ὑποκείμενα μεταβάλλοι κατὰ τὴν σχέσιν ἀπ’ ἄλλης ἄλλην μεταλαμβάνοντα ὥσπερ ἀπὸ δεξιοῦ εἰς ἀριστερὸν ἢ ἀπὸ ἀνομοίου εἰς ὅμοιον ἢ ἀπὸ ἀνίσου εἰς ἴσον μεταβάλλοντα καὶ ἐξ ἐναντίου εἰς ἐναντίον μένοντος τοῦ ὑποκειμένου, κίνησις, ὡς δοκεῖ, ἡ τοιαύτη κατὰ τὴν σχέσιν καὶ τὸ πρός τί ἐστιν. ὅλως δὲ εἰ ἔστιν ἐναντίωσις ἐν τῷ πρός τι, ὡς ἐν Κατηγορίαις ἠκούσαμεν λέγοντος αὐτοῦ “ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντίον καὶ ἐπιστήμη ἀγνοίᾳ,” ἔστι δὲ καὶ οὐσία τις ὑποκειμένη τοῖς πρός τι καὶ ὑπομένουσα ἐν τῇ ἐξ ἐναντίου εἰς ἐναντίον μεταβολῇ ὥσπερ ἐπὶ τούτων τῶν παραδειγμάτων ἡ ψυχή, διὰ τί μὴ κίνησιν λέγομεν τὴν τοιαύτην μεταβολήν; καὶ γὰρ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον τὸ ἐκ δεξιοῦ εἰς ἀριστερόν· ἐκ γὰρ σώματος εἰς σῶμα· καὶ τὸ ἐξ ἐπιστήμης εἰς ἄγνοιαν· ἐκ γὰρ ψυχῆς εἰς ψυχήν· καὶ τὰ ὑποκείμενα ἐναντία ἡ ἐπιστήμων ψυχὴ τῇ ἀγνοούσῃ. ταῦτα μὲν οὖν ἴσως ἀντιδιατάττοιτό τις ἂν πρὸς τὸν λόγον. Μήποτε δὲ καὶ γίνεται μὲν τὰ πρός τι καὶ κινεῖται, ἀλλ’ οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός. ὅπερ καὶ αὐτὸς συνεχώρησεν εἰπὼν ὥστε κατὰ συμβεβηκὸς ἡ κίνησις αὐτῶν. εἰ γὰρ μὴ ἔστιν ὅλως καθ’ αὑτὸ τὰ πρός τι, ἀλλ’ ἑτέροις ἐπισυμβέβηκεν ἐν τῇ πρὸς ἄλληλα αὐτῶν σχέσει θεωρούμενα, καὶ γίνεται κατὰ συμβεβηκὸς καὶ κινεῖται κατὰ συμβεβηκός. ὁ γὰρ σχέσιν καθ’ αὑτὸ λέγων γίνεσθαι ἢ κινεῖσθαι ἔοικεν τῷ λέγοντι τὸ κατὰ συμβεβηκὸς καθ’ αὑτὸ εἶναι. ἐάσας οὖν ὁ Ἀριστοτέλης τὴν κατὰ συμβεβηκὸς κίνησιν καὶ μεταβολὴν ὡς ἀόριστον ὅτε ἔλεγεν “ἡ μὲν γὰρ κατὰ συμβεβηκὸς μεταβολὴ ἀφείσθω· ἐν ἅπασι γάρ ἐστι καὶ ἀεὶ καὶ πάντων,” τὴν δὲ καθ’ αὑτὸ ζητῶν εἰκότως εἶπεν ἐν τοῖς πρός τι μὴ ὑπάρχειν αὐτήν, κἂν γίνηται καὶ φθείρηται ἡ κατὰ τὸ πρός τι σχέσις, ἀλλ’ ὡς αὐτὸς ἐν τῷ ἑβδόμῳ βιβλίῳ διώρισεν,2 γίνονται καὶ φθείρονται αἱ τοιαῦται σχέσεις “ἀλλοιουμένων τινῶν, ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις.” τὸ δὲ τοιοῦτο κατὰ συμβεβηκός ἐστι.
而且,当某物自身被运动时与当另一物被运动时其关联发生改变,这确有某种差别。但首先,当双方都被运动时关联也会发生改变,正如在三和三之中一方被减去一个单位、另一方被加上一个单位时,相等性的关联转变为两倍与一半的关联那样。无论在这些情形中,还是在因双方之一改变而使关联发生转变的情形中,既然双方的关联是单一的,且这一关联无论是由一方还是由双方所运动,既然依照单一的关联而被运动,双方岂能不是自身被运动?再者,如果先前完全不存在的关联在依照实体的变化发生之后才产生(例如当孩子出生时,一方成为父亲,另一方成为儿子),这便是关联的单纯生成,而当其中一方或双方消灭时,便是关联的单纯消灭。但如果依照某种其他范畴产生了先前不存在的关联,这便是某种有条件的生成,反之也是某种有条件的消灭。如果基底依照关联而改变,相继接纳不同的关联,正如从居右变成居左,或从不同变成相同,或从不相等变成相等那样发生变化,并在基底保持不变的同时从对立面变到对立面,那么依关联和关系所发生的此类[变化]似乎就是运动。总体而言,如果正如我们在《范畴篇》中听他说过的那样,“在关系物中也存在着对立,例如美德与恶德对立,知识与无知对立”,关系中确实存在对立,并且也存在着作为关系物的基底并在从对立面到对立面的变化中持存的某种实体(正如在这些例子中的灵魂那样),那么我们为何不把这样的变化称为运动呢?因为从居右到居左也是从基底到基底(因为是从身体到身体);从知识到无知也是如此(因为是从灵魂到灵魂);并且基底本身也是对立的(如具有知识的灵魂相对于处于无知的灵魂)。那么,或许有人会对上述论证提出这些反驳。 然而,关系物固然会产生且会运动,但这是否并非自身地,而是附带地发生的?这正是他自己通过说“因此它们的运动是附带的”所承认的。因为如果关系物根本不是自身存在的,而是在它们相互的关联中被考察时附带加于其他事物之上的,那么它们的产生是附带的,它们的运动也是附带的。因为声称关联是自身产生或运动的人,就如同声称附带之物是自身之物的人一样。因此,亚里士多德在说“附带的变化且置之不论;因为它是存在于一切事物之中、永远存在且属于一切事物的”时,将附带的运动和变化视为不确定的而略去,而去探究自身的运动,因而合理地断言在关系物中不存在自身的运动;即便依照关系的关联确实会产生和消灭,但正如他自己在第七卷中所规定的那样,此类关联是在“它们原初恰好实存其中的某些事物发生质变时”产生和消灭的。而这样的事情乃是附带的。
- 5.12τίς γένεσίς ἐστι καὶ πάλιν τίς φθορά
此处 τίς 被理解为不定代名词 τις 的带重音形式,表示与前文“单纯的生成”(ἁπλῶς γένεσις)相对立的“某种生成 / 有条件的生成”(κατά τι γένεσις)。虽然也可以将其理解为疑问代词而构成反问句(“这算什么生成,又算什么消灭呢?”),但结合上下文,此处是为了对照实体范畴中的无条件生成消灭与其他范畴中的相对生成消灭,故取不定代名词之解。
- 5.12κἂν γίνηται καὶ φθείρηται ἡ κατὰ τὸ πρός τι σχέσις, ἀλλ’ ὡς αὐτὸς ἐν τῷ ἑβδόμῳ βιβλίῳ διώρισεν
这是让步从句(κἂν ...)之后在主句开头引入 ἀλλά 的构式(“即使依照关系的关联确实会产生和消灭,然而正如他自己所规定的那样……”)。连接词 ἀλλά 承接让步从句,有力地引出主句的核心论点,即此类产生和消灭仅仅附带于基底事物的质变。
