- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:834.20-836.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了亚里士多德在关系范畴中否定自身运动、认为其仅为附带变化的论述,在引用亚历山大的阐释后,提出了关于亚里士多德是否亦否定变化以及关联本身是否自身被运动的两个疑难并加以审视。
" Οὐδὲ δὴ πρός τι· ἐνδέχεται γὰρ ἕως τοῦ ὥστε κατὰ συμβεβηκὸς ἡ κίνησις αὐτῶν." Ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ ἐν τῷ πρός τί ἐστι κίνησις καθ’ αὑτό· οὐ γὰρ κατὰ τὴν οἰκείαν μεταβολὴν τὰ πρός τι ἀεὶ μεταπίπτει, ἀλλὰ καὶ μηδὲν αὐτὰ κινούμενα ἄλλων κινουμένων ἄλλοτε ἄλλως ἔχει, ὥστε οὐ διὰ κινήσεως οἰκείας ἡ κατὰ τὸ πρός τι μεταβολή. τὰ δὲ κινούμενα καθ’ αὑτὰ αὐτὰ δεῖ μεταβάλλειν, ὥσπερ τὰ ἀλλοιούμενα καὶ αὐξανόμενα καὶ φερόμενα. τὸ δὲ πρότερον δεξιὸν ἀριστερὸν γίνεται ἄλλου κινηθέντος, καὶ τὸ αὐτὸ μηδὲν μεταβάλλον μεῖζον καὶ ἔλαττον καὶ διπλάσιον καὶ ἥμισυ, ὡς καὶ ὁ αὐτὸς λόγος ποτὲ μὲν ἀληθὴς ποτὲ δὲ ψευδὴς τοῦ πράγματος μεταπίπτοντος. εἰ οὖν μεταβάλλει τι κατὰ τὸ πρός τι μὴ κινηθέν, οὐκ ἔστιν ἡ κατὰ τὸ πρός τι μεταβολὴ κίνησις, πλὴν εἰ κατὰ συμβεβηκός. ἐκεῖνο γὰρ καθ’ αὑτὸ μεταβάλλει, ᾧ τοῦτο συμβεβήκει δεξιὸν εἶναι, καὶ οὕτως τοῦτο γίνεται ἐκ δεξιοῦ ἀριστερόν. καὶ αὐτὰ δὲ τὰ καθ’ αὑτὰ κινούμενα καὶ διὰ τῆς οἰκείας κινήσεως τὴν κατὰ τὸ πρός τι σχέσιν ἀμείβοντα ἢ κατὰ τόπον κινούμενα τοῦτο ποιεῖ, ὡς ὁ ἐκ δεξιοῦ ἀριστερὸς γινόμενος, ἢ κατὰ ποιότητα, ὡς ὁ ἐξ ἀνομοίου ὅμοιος, ἢ κατὰ ποσότητα, ὡς τὸ ἴσον ἐξ ἀνίσου γινόμενον. ὥστε ἡ τῆς σχέσεως ἀλλαγὴ κατὰ τὴν κατά τι ἐκείνων κίνησιν γίνεται.’ ταῦτα μὲν ὁ Ἀλέξανδρος καλῶς περὶ τῶν πρός τι τὰ τοῦ Ἀριστοτέλους σαφηνίζων ἔγραψεν. Ἐφιστάνοι δὲ ἄν τις ἴσως πρῶτον μέν, εἰ τὴν κίνησιν ἀποφάσκει μόνον τοῦ πρός τι ὁ Ἀριστοτέλης ἢ καὶ τὴν μεταβολήν, ὡς δοκεῖ λέγων· ἐνδέχεται γὰρ θατέρου μεταβάλλοντος ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον,1 εἰ μὴ ἄρα τις λέγοι, ὅτι τῷ τῆς μεταβολῆς ὀνόματι ἀντὶ τῆς κινήσεως ἐχρήσατο νῦν. δηλοῖ δὲ ἐφεξῆς μεταλαβὼν τὴν μεταβολὴν εἰς τὴν κίνησιν ἐν τῷ ὥστε κατὰ συμβεβηκὸς ἡ κίνησις αὑτῶν. ἄλλου γὰρ καθ’ αὑτὸ κινουμένου ἢ κατὰ τόπον ἢ κατὰ ποιότητα ἢ ποσότητα δοκεῖ τι αὐτὸ μεταβάλλειν. ἡ δὲ κατὰ ταῦτα μεταβολὴ κίνησις. Δεύτερον μήποτε ἡ τοῦ πρός τι κατηγορία2 ὑποκείμενον μηδὲν ἔχουσα ἴδιον ἀλλὰ σχέσις οὖσα μόνη ἐν οὐσίᾳ καὶ ποιότητι καὶ ποσότητι καὶ ταῖς ἄλλαις κατηγορίαις καὶ ἐν ἀμφοτέροις ὑφεστῶσα τοῖς τὴν σχέσιν πρὸς ἄλληλα ἔχουσι, τοῦ ἑτέρου κινουμένου ποιεῖ πάντως καὶ τὸ ἕτερον κινεῖσθαι οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό, διότι μένουσα ἡ σχέσις ἐν ἀμφοτέροις ἡ αὐτὴ κινεῖται, ὥσπερ τῆς μιᾶς ῥάβδου θατέρου τῶν περάτων κινηθέντος συγκινεῖται καὶ θάτερον· οὕτω δὲ καὶ τοῦ πρότερον δεξιοῦ κινηθέντος κατὰ τόπον κινεῖται καὶ ἡ σχέσις. καὶ μεταβάλλει ἑκάτερον κατὰ τὴν σχέσιν τὸ μὲν πρόσθεν δεξιὸν ὂν εἰς τὸ ἀριστερόν, τὸ δὲ ἀριστερὸν εἰς τὸ δεξιόν. κἂν γὰρ ἀκίνητον κατὰ τόπον ἔμεινεν τὸ πρῶτον ἀριστερὸν ὄν, ἀλλ’ ἡ σχέσις, καθ’ ἣν ἀριστερὸν ἦν ἐκινήθη, καὶ τὴν θέσιν μετέβαλεν. ἐφιστάνειν οὖν χρὴ οὐ περὶ τοῦ ἔχοντος τὴν σχέσιν, ἀλλὰ περὶ αὐτῆς τῆς σχέσεως, εἴτε καθ’ αὑτὸ εἴτε κατὰ συμβεβηκὸς αὐτὴν χρὴ λέγειν κινεῖσθαι. ὅτι γὰρ τῆς σχέσεως καθ’ αὑτὸ κινουμένης, καὶ τὰ ἔχοντα τὴν σχέσιν τὴν κατὰ τὴν σχέσιν κίνησιν καθ’ αὑτὰ ἔχει, πρόδηλον δοκεῖ.
“在关系中当然也没有[运动];因为可能……”直至“因此它们的运动是附带的”。 接下来他表明,在关系中同样不存在自身的运动;因为关系物并不总是按照它们固有的变化而改变状态,而是在它们自身完全不动、其他事物被运动时,时而处于这种状态,时而处于那种状态,因此依照关系的变化并非通过固有的运动发生的。而自身被运动的事物必须是其自身发生变化,就像发生质变、增长以及发生位置移动的事物那样。但是,先前居右的事物因另一事物的运动而变到左边,同一事物自身完全不变化而变成较大、较小、两倍或一半,正如当事态改变时,同一言明时而为真、时而为假那样。因此,如果某个事物未被运动而依照关系发生变化,那么依照关系的变化就不是运动,除非是附带的。因为是对于其而言此物原本适好居右的那个事物自身发生了变化,并且此物以这种方式由右变成左。此外,即便那些自身被运动并由于固有的运动而改变依关系之关联的事物自身,也是要么依照位置运动而做到这一点(如从右变成左的事物),要么依照性质运动(如从不同变成相同的事物),要么依照数量运动(如从不相等变成相等的事物)。因此,关联的转变是依照这些范畴中某一个的运动而产生的。亚历山大在阐明亚里士多德的学说时,就关系物很好地写下了这些见解。 然而,人们或许首先会注意探究:亚里士多德是否仅仅否定了关系的运动,抑或也否定了它的变化,正如他说“因为可能在二者之一发生变化时,另一者完全不变化而是真的”时所表现的那样?除非有人会说,他现在是用“变化”这一名称代替了“运动”。而他在接下来的“因此它们的运动是附带的”中把“变化”转述为“运动”,便表明了这一点。因为当另一事物在位置、性质或数量上自身被运动时,某物似乎自身发生了变化;而依照这些范畴的变化正是运动。其次,关系范畴是否可能由于根本没有属于自己的特有基底,而仅仅是存在于实体、性质、数量及其他诸范畴之中的关联,并且实存于相互具有关联的双方之中,因而在其中一方被运动时,必然使另一方也运动起来,且不是附带地而是自身地运动?因为在双方中保持为同一的这种关联自身被运动了,正如同一根木棍的一端被运动时,另一端也随之一同被运动一样;以此方式,先前居右者依照位置被运动时,该关联也被运动了。双方依照这一关联而发生变化,先前居右者变为居左,而居左者变为居右。因为即使起初居左者在位置上保持不动,但它依之居左的那种关联却被运动了,并且改变了位置。因此,应当把注意力放在关联本身之上,而不是放在具有该关联的事物之上,考察应当说该关联是自身被运动还是附带地被运动。因为显而易见的是,若该关联自身被运动,则具有该关联的事物也自身具有依照该关联的运动。
- 5.12ἐνδέχεται γὰρ θατέρου μεταβάλλοντος ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον
这是由非人称动词 ἐνδέχεται 引出的不定式结构,不定式 ἀληθεύεσθαι 的宾格主语为 θάτερον μηδὲν μεταβάλλον。前面的 θατέρου μεταβάλλοντος 为独立属格(“在二者之一发生变化时”)。ἀληθεύεσθαι 在此处意为“[谓词陈述]被真实地表达/被证实为真”。
- 5.12Δεύτερον μήποτε ἡ τοῦ πρός τι κατηγορία
μήποτε 在此作副词性用法,引出委婉的设问或疑难考量(“是否可能……”、“难道不是……”),统领下文的主动词 ποιεῖ。它在此标示辛普利丘提出的第二个难题。
