← 辛普里丘

亚里士多德《物理学》注释

§833.3-834.19

实体中缺乏相反者与对运动的否定

辛普里丘注解《物理学》225b7,详细阐明了亚里士多德的论证:由于实体没有相反者,且生成与毁灭是基于矛盾对立的变化而没有持存的现实基底,因此在实体中虽有变化(生成与毁灭),却不存在运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.11

" Ἀνάγκη τρεῖς εἶναι τὰς κινήσεις ἕως τοῦ διὰ τὸ μηθὲν εἶναι οὐσίᾳ τῶν ὄντων ἐναντίον." Ἐκθέμενος τὰς ἀξιολόγους τῶν κατηγοριῶν ἐν τρισὶ τούτων εἶναί φησι κίνησιν ἐν τῷ ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποῦ, καὶ πρῶτον μὲν δείκνυσιν, ὅτι ἐν ταῖς ἄλλαις κατηγορίαις οὐκ ἔστι κίνησις οὔτε ἐν οὐσίᾳ οὔτε ἐν τῷ πρός τι οὔτε ἐν τῷ ποιεῖν καὶ πάσχειν, καὶ τότε ὅτι ἐν ταῖς τρισὶ ταύταις ταῖς εἰρημέναις ἐστὶ κίνησις. καὶ ὅτι μὲν ἐν τῇ οὐσίᾳ οὐκ ἔστι κίνησις, δείκνυσι διὰ τοῦ τὴν μὲν κίνησιν ἐξ ἐναντίου εἰς ἐναντίον εἶναι μεταβολήν, μηδὲν δὲ εἶναι τῇ οὐσίᾳ ἐναντίον. εἰ γὰρ ἦν τι ἐναντίον αὐτῇ, ἐξ ἐναντίου ἂν ἡ εἰς τὴν οὐσίαν ἐπετελεῖτο μεταβολή· ἐφ’ ὧν γάρ ἐστιν ἐναντία, ἐκ τούτων καὶ εἰς ταῦτα αἱ μεταβολαὶ γίνονται. εἰ οὖν ἡ εἰς οὐσίαν μεταβολὴ οὐκ ἐξ οὐσίας ἐναντίας, ἀλλ’ ἐκ στερήσεως γίνεται, καὶ ἡ ἐξ οὐσίας πάλιν οὐκ εἰς οὐσίαν, ἀλλ’ εἰς στέρησιν καὶ φθοράν (οὐ γάρ ἐστι τῷ ἀνθρώπῳ ἐναντίον ὡς τῷ λευκῷ), εἰ οὖν ἡ μὲν κίνησις1 ἐν τοῖς ἐναντίοις, οὐσία δὲ οὐκ ἐν ἐναντίοις, ἐν οὐσίᾳ οὐκ ἔστι κίνησις. οὐ γὰρ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον οὐδὲ ἐκ τοῦ ἐνεργείᾳ τόδε τι ὄντος καὶ ὑπομένοντος γίνεται εἰς οὐσίαν μεταβολή, ἀλλὰ κατὰ ἀντίφασιν· ἐκ γὰρ τοῦ μὴ τόδε τόδε καὶ οὐσία γίνεται, ὡς ἔδειξεν ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἐκ στερήσεως λέγων γίνεσθαι τὴν οὐσίαν, κἂν κοινότερον ἐκεῖ τὴν στέρησιν ἐναντίαν λέγῃ τῷ εἴδει. εἰ οὖν ἡ στέρησις ἀπουσία καὶ μὴ ὄν, τὸ δὲ μὴ ὂν οὐκ οὐσία οὐδὲ καταφάσει δηλοῦται, δῆλον ὅτι οὐκ ἐξ ἐναντίας οὐσίας ἡ οὐσία γίνεται. εἰ δέ τις τὸ σπέρμα, ἐξ οὗ ὁ ἄνθρωπος, οὐσίαν ὁρῶν ἐξ οὐσίας λέγει γίνεσθαι τὴν εἰς οὐσίαν μεταβολὴν καὶ διὰ τοῦτο καὶ κίνησιν εἶναι ἐν τῇ οὐσίᾳ νομίζει, οὐκ ἐννοεῖ ὅτι ἐκ σπέρματος ὁ ἄνθρωπος οὐ καθὸ οὐσία τὸ σπέρμα, ἀλλὰ καθὸ δυνάμει ἄνθρωπος, ταὐτὸν δὲ εἰπεῖν ἐκ τῆς τοῦ ἀνθρώπου στερήσεως καὶ τοῦ μὴ ὄντος. εἰ οὖν λέγει τις κίνησιν εἶναι τὴν τοιαύτην μεταβολήν, τί ἔσται τὸ κινούμενον ἐν αὐτῇ ἐνεργείᾳ ὂν καὶ ὑπομένον; οὔτε γὰρ ὁ ἄνθρωπος (οὔπω γὰρ ἔστι· γίνεται γάρ) οὔτε τὸ σπέρμα· οὐ γὰρ σῴζεται. τὸ δὲ ὑποκείμενον τῷ σπέρματι ἡ ὕλη ἐστὶ τὸ δυνάμει μὲν ὄν, ἐνεργείᾳ δὲ μὴ ὄν, ὃ οὐχ οἷόν τε κινεῖσθαι. εἰ δὲ ἡ μὲν κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ σπέρμα οὐκ ἔστιν ἐναντίον τῷ γινομένῳ, οὐκ ἂν εἴη κίνησις ἡ ἐκ σπέρματος μεταβολή. Ζητήσοι δὲ ἄν τις, πῶς οὐκ εἰσὶν ἐναντίαι οὐσίαι ἀλλήλαις τὸ πῦρ καὶ τὸ ὕδωρ, ὥστε εἶναι ἐναντίαν οὐσίαν οὐσίᾳ· εἰ δὲ τοῦτο, πῶς ἡ εἰς ἄλληλα πυρὸς καὶ ὕδατος μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον οὖσα, οὐκ ἔσται κίνησις, ὥστε καὶ ἐν οὐσίᾳ εἶναι κίνησιν. ἢ ῥητέον ὅτι ἐν ὕδατι καὶ πυρὶ ἐναντίαι ποιότητές εἰσί τινες, ψυχρὸν θερμῷ καὶ ὑγρὸν ξηρῷ, ἐν οἷς οὐκ ἔστι μόνοις τῷ πυρὶ τὸ εἶναι, ἀλλὰ καὶ ἐν κουφότητι καὶ λαμπρότητι, καθ’ ἃ τῷ πυρὶ δόξει ἡ γῆ μᾶλλον ἐναντία εἶναι· τὸ δὲ τοῦ πυρὸς εἶδος ἐν πάσαις ταῖς ποιότησίν ἐστι καὶ τῇ ὑποκειμένῃ ταῖς ποιότησιν οὐσίᾳ· ὥστε τῷ πυρὶ ἁπλῶς οὐδέν ἐστιν ἐναντίον, κἂν αἱ ποιότητες τοῦ πυρὸς καὶ τοῦ ὕδατος ἀλλήλαις εἰσὶν ἐναντίαι. κἂν συγχωρήσῃ δέ τις ἐναντία εἶναι πῦρ καὶ ὕδωρ, ἡ εἰς ἄλληλα αὐτῶν μεταβολὴ οὐκ ἂν εἴη κίνησις. τί γὰρ ἔσται τὸ κινούμενον, ὅταν ὕδωρ εἰς πῦρ μεταβάλλῃ; οὔτε γὰρ τὸ ὕδωρ (φθείρεται γάρ) οὔτε τὸ πῦρ (οὐδέπω γὰρ ἔστιν), ὃ δέ ἐστι μετὰ τὴν κίνησιν κεκινημένον, τοῦτο ἦν καὶ τὸ κινούμενον.2 ἐπιστῆσαι δὲ χρή, ὅτι ἐκ τῶν νῦν εἰρημένων τὴν κίνησιν ἀποφάσκει τῶν ἄλλων κατηγοριῶν, ἀλλ’ οὐ τὴν μεταβολήν. μεταβολὴ γάρ ἐστιν ἐν τῇ οὐσίᾳ ἡ γένεσις καὶ ἡ φθορά.

“运动必然有三种”直至“因为在存在物中没有任何事物与实体相反”。 他在列举了诸范畴中值得一提的那些之后,便说运动存在于其中的三者之中:在性质、数量和“何处”之中;并且他首先表明,在其余的范畴中不存在运动,既不在实体中,也不在关系中,亦不在主动和受动中;随后他又表明,运动存在于这所说的三者之中。而关于在实体中不存在运动,他通过指出运动是从相反者走向相反者的变化,而没有任何事物与实体相反,来表明这一点。因为如果有什么与它相反,走向实体的变化就会是从相反者完成的;因为在那些具有相反者的事物中,变化是从这些产生并走向这些的。因此,如果走向实体的变化不是从相反的实体产生,而是从缺失产生,而从实体出发的变化反过来也不是走向实体,而是走向缺失与毁灭(因为人并不像白那样具有相反者),因此,如果运动处于相反者之中,而实体不处于相反者之中,那么在实体中就不存在运动。因为走向实体的变化并非从基底事物走向基底事物,亦非从现实上是“某个这个”且持存的事物产生,而是依照矛盾对立产生的;因为从不是“某个这个”产生出“某个这个”亦即实体,正如他在本论著第一卷中所表明的,他在那里说实体是从缺失产生的,即使他在那里在更宽泛的意义上把缺失称为与形式相反者。因此,如果缺失乃是不在和非存在,而非存在既不是实体也不是通过肯定来表明的,那么显而易见,实体并非从相反的实体产生。如果有人看到人从之产生的种子是实体,便说走向实体的变化是从实体产生的,并因此认为在实体中也有运动,他就没有意识到,人从种子产生并非就种子是实体而言,而是就它潜在是人而言,换言之也就是从人的缺失和非存在产生。因此,如果有人说这样的变化是运动,那么在其中现实地存在着并持存着的被运动之物将会是什么呢?因为既不是人(因为他尚未存在;因为他正在生成),也不是种子(因为它没有被保存下来)。而作为种子基底的质料乃是潜在存在、但现实上不存在之物,它是不可能被运动的。此外,如果运动是从相反者走向相反者,而种子对于生成之物并非相反者,那么从种子出发的变化就不会是运动。 但有人可能会探究,火和水怎么会不是相互相反的实体,以致于有实体与实体相反呢;如果是这样,火和水向着彼此的变化既然是从相反者走向相反者,怎么会不是运动,以致于在实体中也存在运动呢?或者应当说,在水和火中存在着某些相反的性质,即冷与热相反、湿与干相反,而火的存在并不单单存在于这些之中,还存在于轻和明亮之中,依照这些[轻和明亮],土似乎倒更与火相反;然而火的形式存在于一切性质之中,也存在于诸性质的基底实体之中;因此,对于火而言,绝对没有任何事物与之相反,即使火的性质与水的性质相互相反。而且即使有人承认火与水是相反者,它们向着彼此的变化也不会是运动。因为当水变化为火时,被运动之物将会是什么呢?因为既不是水(因为它毁灭了),也不是火(因为它尚未存在);而那在运动之后“已被运动了”的事物,正是原先处于被运动状态的那个事物。然而应当指出的是,根据方才所说的话,他对其余范畴所否定的是运动,而不是变化。因为在实体中的变化乃是生成与毁灭。

语法注2 条
  1. 5.11εἰ οὖν ἡ εἰς οὐσίαν μεταβολὴ ... εἰ οὖν ἡ μὲν κίνησις

    第一个 εἰ οὖν 从句被长插入成分(οὐ γάρ ἐστι...)打断,第二个 εἰ οὖν 起恢复(resumptive)条件结构的作用,引出整段的主句归结 ἐν οὐσίᾳ οὐκ ἔστι κίνησις。

  2. 5.11ὃ δέ ἐστι μετὰ τὴν κίνησιν κεκινημένον, τοῦτο ἦν καὶ τὸ κινούμενον

    主语为关系从句 ὃ ... κεκινημένον(“在运动之后处于已被运动状态者”),主动词 ἦν 为未完成过去时,表示在之前的运动过程中持续存在的那同一主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:833.3-834.19