← 辛普里丘

亚里士多德《物理学》注释

§831.6-833.2

时间中的相反对立与三个范畴被省略的原因

辛普利丘考察了关于时间中缺乏相反对立的论据,主张即使没有严格意义上的相反对立,基于对立的时间性变化与静止依然能够成立。接着他解释道,亚里士多德之所以省略“何时”、“姿态”和“具有”这三个范畴,是因为它们微弱无力、不会在实体中产生显著的状态,随后便转向探究运动究竟存在于哪些范畴之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.10#2

ὅτι δὲ οὐκ ἔστιν ἐν χρόνῳ ἐναντίωσις, οὕτως οἶμαί τις δείξειε· τὰ ἐναντία εἰς ἄλληλα πέφυκε μεταβάλλειν, ἀλλ’ οὐ τὸ ἕτερον μόνον εἰς τὸ ἕτερον· ἐν δὲ τῷ χρόνῳ ἢ τοῖς ἐν χρόνῳ τὰ δοκοῦντα ἐναντία τὸ παρεληλυθός ἐστι καὶ τὸ μέλλον καὶ τὸ νεώτερον καὶ πρεσβύτερον, ὧν τὸ μὲν παρεληλυθὸς εἰς τὸ μέλλον μεταβάλλει, τὸ δὲ μέλλον οὐκέτι εἰς τὸ παρεληλυθός,1 καὶ τὸ μὲν νεώτερον εἰς τὸ πρεσβύτερον μεταβάλλει, τὸ δὲ πρεσβύτερον εἰς τὸ νεώτερον οὐκέτι. ὥστε οὐκ ἂν εἴη ταῦτα ἐναντία, εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἄλλην ἔστιν εὑρεῖν κατὰ χρόνον ἐναντίωσιν. ἐν δὴ τούτοις ἐπιστῆσαι χρή, ὅτι κἂν μὴ ᾖ κυρίως ἐναντίωσις ἐν τῷ χρόνῳ, ἀλλὰ ἀντίθεσίς τίς ἐστιν2 καὶ ἡ μεταβολὴ ἡ ἐκ τοῦ παρεληλυθότος εἰς τὸ μέλλον ἐξ ὑποκειμένου εἰς ὑποκείμενόν ἐστι κατὰ ἀντίθεσιν, ὁμοίως καὶ ἡ ἐκ τοῦ νεωτέρου εἰς τὸ πρεσβύτερον· οὐσία γάρ ἐστιν ὑπομένουσα ἢ ζῴου ἢ φυτοῦ ἢ ὅλως σώματος ἢ ἀσωμάτου ἡ κατὰ χρόνον μεταβάλλουσα, ὥσπερ καὶ κατὰ ποιότητα καὶ ποσότητα καὶ τόπον. δῆλον δὲ ὅτι οὐκ ἀπὸ τοῦ μὴ ἔχειν χρόνον εἰς τὸ ἔχειν κινήσεται τὸ κατὰ χρόνον μεταβάλλον, ἀλλ’ ἐξ ἄλλου εἰς ἄλλον, οὕτω μέντοι ὡς καὶ ἐπὶ ποιότητος καὶ ποσότητος. ὡς γὰρ τὸ ἐκ μέλανος εἰς λευκὸν κινούμενον διὰ χρώματος μὲν κινεῖται οὐχ ὡρισμένου δέ, καὶ τὸ ἐκ παιδικοῦ μεγέθους εἰς τὸ τοῦ ἀνδρὸς αὐξόμενον διὰ μεγέθους πρόεισιν, ἀλλ’ ἀορίστου, καὶ οὐδὲν ἄτοπον τὸ μηδέπω ὂν ἐν τῷ χρώματι, ἐφ’ ὃ κινεῖται, ἐν χρώματι ὅμως εἶναι ἄλλῳ, καὶ μηδέπω ὂν ἐν μεγέθει, ἐφ’ ὃ κινεῖται, ἐν ἄλλῳ ὅμως εἶναι μεγέθει, καὶ μηδέπω ὂν ἐν τόπῳ, εἰς ὃν φέρεται, ἐν ἄλλῳ εἶναι τόπῳ τῷ δι’ οὗ φέρεται, οὕτω καὶ τὸ ἐκ χρόνου τινὸς εἰς ἄλλον χρόνον κινούμενον μηδέπω ὂν ἐν ἐκείνῳ τῷ εἰς ὃν κινεῖται, εἴη ἂν ἐν ἄλλῳ τῷ τῆς κινήσεως χρόνῳ. καὶ οὐδὲν οἶμαι τοῦτο ἄτοπον ἐπήγαγεν ὁ Ἀλέξανδρος.3 πρὸς δὲ τὸ μὴ ἠρεμεῖν ἐν χρόνῳ ῥητέον, ὅτι ὥσπερ εἶναι ἕκαστον ἐν χρόνῳ λέγεται, κατὰ σύλληψίν τινα θεωρουμένου τοῦ χρόνου οἷον ὥρας καὶ ἡμέρας καὶ μηνὸς καὶ ἐνιαυτοῦ, οὕτω καὶ ἠρεμεῖν κατὰ χρόνον καὶ κινεῖσθαι ἀπ’ ἄλλου ἐπ’ ἄλλον δυνατόν· ἡ μέντοι θέσις καὶ ἐναντίωσιν ἔχειν δοκεῖ, ὥστε καὶ τὸ ἀπ’ αὐτῆς παρώνυμον τὸ κεῖσθαι. τὸ γὰρ ἵστασθαι τῷ καθῆσθαι καὶ τὸ πρηνὲς τῷ ὑπτίῳ ἐναντία ἐστίν, καὶ ἐν τῷ ἔχειν δὲ ἔοικεν αὐτὸς ἐναντίωσιν ἀποτίθεσθαι· “καὶ γὰρ ἡ στέρησις, φησί, κείσθω ἐναντίον καὶ δηλοῦται καταφάσει τὸ γυμνόν.” τὸ δὲ γυμνὸν στέρησίς ἐστι τοῦ ἐνδεδύσθαι καὶ ἔχειν ἱμάτιον. Μήποτε οὖν τὰς τρεῖς ταύτας κατηγορίας τὸ ποτὲ καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν παραλέλοιπεν ἐνταῦθα διὰ τὴν αὐτὴν αἰτίαν,4 δι’ ἣν καὶ ἐν Κατηγορίαις τὴν διδασκαλίαν αὐτῶν παραλέλοιπεν, ἀρκεσθεὶς μόνῃ τῇ ὑπογραφῇ τοῦ σημαινομένου. αἴτιον δέ ἐστι τὸ ἀμενηνὰς ταύτας εἶναι· τῶν γὰρ κατηγοριῶν ἡ μὲν οὐσία οὐσιοῖ τὸ ὑποκείμενον καὶ τὴν ὅλην ὕπαρξιν αὐτῷ παρέχει· διὸ ἡ κατ’ αὐτὴν μεταβολὴ γένεσίς ἐστι καὶ φθορά. τῶν δὲ ἄλλων αἱ μὲν διατιθέασί πως τὴν ὑποκειμένην οὐσίαν, αἱ δὲ σχετικαί τινές εἰσι καὶ ἀμενηναί. καὶ γὰρ καὶ τὸν χρόνον ἀδρανῆ πως ἔοικεν ὁρᾶν ὁ Ἀριστοτέλης, ὃς γενέσεως μὲν αὐτὸν οὐ δοκεῖ λέγειν αἴτιον, φθορᾶς δὲ μόνον αἰτιᾶσθαι καὶ οὐδὲ ταύτης κυρίως, ἀλλ’ ὅταν οὐχ ὁρῶμεν, φησίν, ἄλλο αἴτιον. τοῦ μέντοι τόπου πολλὴν ὁρᾷ δύναμιν, εἴπερ, ὡς αὐτός φησι, γένεσίς ἐστι τοῦ πυρὸς ἡ ἐπὶ τὸ ἄνω φορά· διὸ καὶ αὐτοφυῶς ἐφίεται τῶν οἰκείων τόπων τὰ φυσικὰ σώματα. καὶ τὸ κεῖσθαι δὲ καὶ τὸ ἔχειν οὐδεμίαν δοκεῖ τοῖς σώμασιν ἐμποιεῖν ἀξίαν λόγου διάθεσιν. ταύτας μὲν οὖν διὰ τὸ ἀμενηνὸν ἴσως καὶ νῦν καὶ τότε ὁ Ἀριστοτέλης παραλέλοιπε. τὸ μέντοι πρός τι διὰ τὸ πάσης σχέσεως εἶναι περιληπτικὸν εἰκότως μνήμης ἠξίωσεν. ἀλλὰ τοῦτο μὲν οὐ πολλῆς ἄξιον ζητήσεως, δι’ ἥντινα δή ποτε αἰτίαν τὰ τρία ταῦτα παραλέλοιπεν ὁ Ἀριστοτέλης τὰς κατηγορίας ἀπαριθμούμενος, ἐκεῖνο δὲ καὶ μάλα σπουδῆς ἄξιον τὸ ζητεῖν, ἐν τίσι κατηγορίαις ἐστὶ κίνησις, καὶ πρὸ τούτου ζητεῖν εἰ τὴν κίνησιν ἀποφάσκει μόνην τινῶν κατηγοριῶν ὁ Ἀριστοτέλης ἢ καὶ τὴν μεταβολήν. ἀκολουθοῦντες οὖν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένοις ταῦτα ζητήσωμεν.

至于在时间中不存在相反对立,我想有人会这样来表明:相反的事物本性上是相互转化的,而不仅仅是单方向的一方转化为另一方;然而在时间中,或在时间之中的事物中,看似相反者乃是过去与未来,以及较年轻者与较年老者,在它们之中,过去转化为未来,但未来不再转化为过去;较年轻者转化为较年老者,但较年老者不再转化为较年轻者。因此这些不会是相反者;如果这些都不是,也就不可能在时间方面找到别的相反对立。然而在这些论点上应当指出的是,即使在严格意义上时间中并不存在相反对立,但仍存在某种对立,而且从过去走向未来的变化乃是依照对立而从基底事物走向基底事物,从较年轻者走向较年老者的变化同样也是如此;因为存在着动物的、植物的、或普遍而言物体的或非物体的持存实体,正如它依照性质、数量与位置发生变化一样,它也依照时间发生变化。显而易见的是,那依照时间发生变化者,并非从不具有时间走向具有时间而被运动,而是从一个时间走向另一个时间,然而其情况正如在性质和数量上的情形一样。因为正如从黑走向白而被运动者虽然穿过颜色而被运动,却不是确定的颜色,而从小儿的大小增长为成年人的大小者虽然穿过大小而前行,却是未确定的大小,而且那尚未处于它向其运动的颜色之中的事物仍然处于另一种颜色之中,尚未处于它向其运动的大小之中的事物仍然处于另一种大小之中,尚未处于它被运送前往的位置之中的事物仍处于另一种位置之中(即它所穿过的位置),这并无任何荒谬之处;同样,那从某一时间向着另一时间运动的事物,虽然尚未处于它向其运动的那个时间之中,却会处于另一个属于运动的时间之中。我想亚历山大所引出的这个推论并没有任何荒谬之处。至于针对在时间中不能静止的论点,则应当说,正如当时间被依照某种总括(例如小时、日、月、年)来考量时,每一个事物被说成是在时间之中,同样,依照时间而静止、以及从一个时间走向另一个时间而运动也是可能的。不过,安置看似甚至具有相反对立,因而从它同源派生出的“姿态”也是如此。因为站立与坐着相反,俯卧与仰卧相反;而在“具有”中,他自己似乎也设定了相反对立:“因为缺失,”他说,“也应当被设定为相反者,并且赤裸乃是通过肯定来表明的。”而赤裸乃是被着装和具有衣裳的缺失。那么,他在此处之所以省略了“何时”、“姿态”和“具有”这三个范畴,难道不正是出于他在《范畴篇》中同样省略了对它们的讲授、仅满足于对其含义做单纯略述的同一原因吗?原因就在于它们是微弱无力的。因为在诸范畴中,实体赋形于基底事物并赋予其整个实在;因此依照它而发生的变化乃是生成与毁灭。在其余范畴中,有的以某种方式使基底实体处于某种状态,有的则是相对的且微弱无力的。实际上,亚里士多德似乎也将时间看作某种无为之物,他看似并不称时间为生成的原因,而仅归咎于它是毁灭的原因,且甚至对此也不是严格而言的,他说,只是当我们看不到别的原因之时才如此归咎。然而他看到了位置具有巨大的力量,如果确如他自己所说,火的向上迁移就是火的生成;因此自然物体本性上就渴求其固有的位置。姿态和具有似乎也没有在物体中产生任何值得一提的状况。因此亚里士多德无论在此时还是彼时,或许都因为它们的微弱无力而省略了它们。然而对于“关系”,由于它统摄一切关联,他理所当然地认为值得予以提及。但是,亚里士多德在列举诸范畴时无论究竟出于何种原因省略了这三者,这都不值得大加探究;相反,探究运动存在于哪些范畴之中,以及在此之前探究亚里士多德究竟只是否定了某些范畴的运动,还是连同变化也一并否定了,这才是极其值得努力探究的。因此,遵照亚里士多德所言,让我们探究这些问题。

语法注4 条
  1. 5.10ὧν τὸ μὲν παρεληλυθὸς εἰς τὸ μέλλον μεταβάλλει, τὸ δὲ μέλλον οὐκέτι εἰς τὸ παρεληλυθός

    关系代词 ὧν 是部分属格,指代前文提到的两对看似相反者(“过去与未来,以及较年轻者与较年老者”),随后通过 τὸ μέν ... τὸ δέ ... 分句展开对比,以表明各自变化的单向性。

  2. 5.10ἐπιστῆσαι χρή, ὅτι κἂν μὴ ᾖ κυρίως ἐναντίωσις ἐν τῷ χρόνῳ, ἀλλὰ ἀντίθεσίς τίς ἐστιν

    非人称动词 χρή 支配不定式 ἐπιστῆσαι(“指出/注意”),进而引导 ὅτι 从句。在该从句内部,由 κἂν 引导的让步条件句(“即使严格意义上并不存在相反对立”)与连词 ἀλλά(“但仍有……”)相呼应,引出反驳的立论要点。

  3. 5.10καὶ οὐδὲν οἶμαι τοῦτο ἄτοπον ἐπήγαγεν ὁ Ἀλέξανδρος

    此处出现修辞倒装(hyperbaton):动词 ἐπήγαγεν(“引出/推论出”)的直接宾语是 οὐδὲν ἄτοπον(“毫无荒谬之处”),而 τοῦτο 指代前述推论(即“处于另一个属于运动的时间之中”)。结合前文关于颜色和大小的类比,辛普利丘认为亚历山大作为难题提出来的这一推论事实上并不构成荒谬。

  4. 5.10Μήποτε οὖν τὰς τρεῖς ταύτας κατηγορίας τὸ ποτὲ καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν παραλέλοιπεν ἐνταῦθα διὰ τὴν αὐτὴν αἰτίαν

    副词 μήποτε 与直陈式现在完成时 παραλέλοιπεν 连用,构成表达委婉断定或推测(“难道不是……吗/或许……”)的习用句式,引出辛普利丘对亚里士多德为何略去这三个范畴的解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:831.6-833.2