- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:829.16-831.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德依照范畴将运动区分为三种(性质、数量、位置,225b5)的论述,并引用亚历山大等人的论证解释了为何其余范畴(特别是时间、姿态与具有)被排除在外。
" Εἰ οὖν αἱ κατηγορίαι διῄρηνται ἕως τοῦ καὶ τῷ ποιεῖν ἢ πάσχειν." Διελὼν τὴν μεταβολὴν εἴς τε τὴν γένεσιν καὶ τὴν φθορὰν καὶ εἰς τὴν κίνησιν καὶ δείξας, ὅτι ἡ μὲν κατ’ οὐσίαν μεταβολὴ γένεσίς ἐστι καὶ φθορά, ἡ δὲ κατά τι τῶν συμβεβηκότων κίνησις, ἐπιδιελὼν δὲ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν εἴς τε τὴν ἁπλῶς καὶ εἰς τὴν τινά, βούλεται λοιπὸν καὶ τὴν κίνησιν διελεῖν1 τὴν διαίρεσιν αὐτῆς κατὰ τὰς κατηγορίας ποιούμενος· ἐν ὅσαις γὰρ ἂν τῶν κατηγοριῶν δειχθῇ κίνησις οὖσα, τοσαῦτα ἔσται τὰ τῆς κινήσεως εἴδη. ἐπειδὴ δὲ ἡ κίνησις μεταβολὴ ἦν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, ἐκθέμενος ἑπτὰ κατηγορίας, ἐν αἷς ἔδοξεν ἂν εἶναι κίνησις, οὐσίαν, ποιόν, ποῦ, πρός τι, ποσόν, καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν, δείξας ὅτι ἐν τοῖς τέτρασι τούτων οὐκ ἔστι κίνησις, καταλέλοιπεν ἐν τοῖς τρισὶν αὐτήν, ποιῷ, ποσῷ καὶ τῷ ποῦ· διὸ καὶ τρεῖς αἱ πᾶσαι κινήσεις κατὰ γένος· ἐν δὲ τῇ ἀπαριθμήσει τῶν κατηγοριῶν παρέλιπε τὸ ποτὲ καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν, ὡς προδήλως ἐν τούτοις μὴ οὔσης τῆς κινήσεως,2 καθά φησιν ὁ Ἀλέξανδρος, διότι μὴ ἔστιν ἐν αὐτοῖς ἐναντίωσις (οὔτε γὰρ ἐν τῷ κεῖσθαι οὔτε ἐν τῷ ἔχειν οὔτε ἐν τῷ χρόνῳ), ἡ δὲ κίνησις ἐξ ἐναντίου καὶ εἰς ἐναντίον, τὸ δέ γε κεῖσθαι καὶ τὸ ἔχειν ἠρεμίᾳ μᾶλλον ἔοικεν ἢ κινήσει. ἐπειδὴ δὲ ἐν τῷ χρόνῳ δοκεῖ τις εἶναι ἐναντίωσις τοῦ παρεληλυθότος πρὸς τὸ μέλλον καὶ τοῦ νεωτέρου πρὸς τὸ πρεσβύτερον, ὁ Ἀλέξανδρος σπουδάζει διὰ πλειόνων δεικνύναι, ὅτι οὐκ ἔστιν ἐν τῷ χρόνῳ κίνησις. “πᾶσα μὲν γὰρ κίνησις, φησί, μετὰ χρόνου καὶ ἐν χρόνῳ, οὐ μὴν εἰς χρόνον τι κινεῖται. ὡς γὰρ εἰς κίνησιν οὐδὲν κινεῖται, οὕτως οὐδὲ εἰς χρόνον· κινήσεως γάρ τις χρόνος. εἰ γάρ τις εἰς χρόνον κινεῖται, ἤτοι οὐκ ἔχον χρόνον ἐπὶ τὸ ἔχειν κινεῖται ἢ ἔχον ἐπ’ ἄλλον ἐξ ἄλλου. ἀλλὰ τὸ μὲν ἐκ τοῦ μὴ ἔχειν χρόνον εἰς τὸ ἔχειν κινούμενον πρὸ τοῦ ἐν χρόνῳ εἶναι εἴη ἂν ἐν χρόνῳ· εἰ γὰρ ἵνα σχῇ χρόνον κινεῖται, πάσῃ δὲ κινήσει παρακολουθεῖ χρόνος, εἴη ἂν ἐν χρόνῳ ἤδη, καθὸ καὶ ἐν κινήσει. ἔτι γένεσις ἀλλ’ οὐ κίνησις ἡ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον. ἀλλ’ οὐδὲ ἐξ ἄλλου, φησί, χρόνου εἰς ἄλλον χρόνον κινήσεται· ἔσται γάρ τις μεταξὺ χρόνος τοῦ τε ἐξ οὗ καὶ τοῦ εἰς ὃν ὁ τῇ κινήσει παρακολουθῶν· ὥστε οὐδέπω ὂν ἐν ἄλλῳ χρόνῳ,3 εἴ γε ἐπ’ αὐτὸν κινεῖται, εἴη ἂν ἐν ἄλλῳ τῷ τῆς κινήσεως χρόνῳ. ἔτι ἡ μὲν κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον, χρόνος δὲ χρόνῳ οὐκ ἔστιν ἐναντίος. καὶ κοινῶς δέ, εἰ πᾶσα μεταβολὴ ἢ ἐξ ἐναντίου ἢ ἐξ ἀντιφάσεως, καὶ τὰ εἰς χρόνον κινούμενα οὕτω κινεῖται. ἀλλ’ ἐκ μὲν ἀντιφάσεως ἀδύνατον (ἐδείχθη γάρ, ὅτι ἐκ μὴ χρόνου εἰς χρόνον οὐχ οἷόν τε κινεῖσθαι· ἔσται γὰρ ἐν χρόνῳ πρὸ τοῦ εἶναι ἐν χρόνῳ), οὐδὲ ὡς ἐξ ἐναντίων δέ· οὐ γάρ ἐστιν ἐν χρόνῳ ἐναντίωσις. ἔτι, φησί, τὸ εἰς χρόνον κινούμενον εἰς μέτρον κινήσεως κινεῖται· ἔνθα δὲ τὸ μέτρον, καὶ τὸ μετρούμενον· ὥστε ἅμα καὶ εἰς κίνησιν κινεῖται· δείξει δὲ ὁ Ἀριστοτέλης, ὅτι κίνησις εἰς κίνησιν οὐκ ἔστιν, ὅτι μηδὲ κινήσεως κίνησίς ἐστιν. ἔτι, φησίν, ἐξ ὑποκειμένου εἰς ὑποκείμενον * * * ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. ἢ εἰ ὑποκείμενον ἦν, φησί, τὸ καταφάσει δηλούμενον, καὶ ὁ χρόνος οὕτως ὑποκείμενον.” Τινὲς δὲ καὶ τοῦτο ἐπάγουσι πρὸς τὸ μὴ εἶναι κατὰ χρόνον κίνησιν, ὅτι καθ’ ὅσα κινεῖσθαι δυνατόν, κατὰ τοσαῦτα καὶ ἠρεμεῖν· καὶ γὰρ κατὰ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸν τόπον καὶ κινεῖσθαι καὶ ἠρεμεῖν δυνατόν· εἰ οὖν κατὰ χρόνον μὴ δυνατὸν ἠρεμεῖν, διότι ἀεὶ ὁ ἐπιὼν χρόνος ἕτερος, οὐδὲ κινεῖσθαι δυνατὸν κατὰ χρόνον. ἔτι ἀλλάσσει τι χρόνον καὶ ἠρεμοῦν οὐδὲν ἔλαττον, ὡς ἐπὶ τῶν πρόσθεν ἔδειξεν αὐτός.
“因此,如果诸范畴被区分”直至“以及在能动或受动上”。 在将变化区分为生成、毁灭与运动,并指明就实体而言的变化乃是生成与毁灭,而就某种偶性而言的变化乃是运动,进而又将生成与毁灭区分为单纯的与特定某种的之后,对于余下的运动,他希望依据诸范畴对其进行划分来对它做出区分;因为在诸范畴中,有多少个范畴被证明有运动存在,运动的种就会有这么多。由于运动是从基底事物走向基底事物且从相反者走向相反者的变化,在列举出运动似乎可能存在于其中的七个范畴(即实体、性质、位置、关系、数量,以及能动和受动),并指明在这其中的四个范畴中不存在运动之后,他将运动留在了三个范畴中,即性质、数量与位置;因此依属而言全部运动共有三种。在诸范畴的列举中,他省略了“何时”、“姿态”和“具有”,这是由于运动显而易见地不存在于这些范畴之中,正如亚历山大所言,因为在它们之中不存在相反对立(无论在姿态、具有还是时间中都不存在),而运动乃是从相反者出发并走向相反者,并且姿态和具有与其说像运动,不如说更像静止。但由于在时间中似乎存在着过去相对于未来、以及较年轻者相对于较年老者的某种相反对立,亚历山大便极力通过更多的论证来表明在时间中不存在运动:“因为一切运动,”他说,“都是伴随着时间且在时间之中的,然而没有任何事物向着时间运动。正如没有任何事物向着运动运动一样,向着时间也不发生运动;因为时间乃是运动的某种[尺度]。因为如果有什么事物向着时间运动,它要么是在不具有时间的情况下走向具有时间,要么是在具有时间的情况下从一个时间走向另一个时间。然而,那从不具有时间走向具有时间而被运动者,在进入时间之中存在之前便已在时间之中了;因为如果它是为了获得时间而被运动,而一切运动都有时间相伴随,那么仅仅由于处于运动之中,它就已经在时间之中了。此外,从非基底事物走向基底事物的变化乃是生成而非运动。但是,”他说,“它也不会从一个时间运动到另一个时间;因为在起点与终点之间将会有某种伴随着运动的时间;从而,虽然它尚未处于另一个时间之中(既然它是向着它运动),却会处于另一个属于运动的时间之中。此外,运动是从相反者走向相反者,但时间与时间并不相反。从普遍意义上说,如果一切变化要么是从相反者出发,要么是从矛盾对立出发,那么向着时间运动的事物也是如此运动。但从矛盾对立出发是不可能的(因为已经证明从非时间向着时间运动是不可能的;因为在它处于时间之中以前,它就将处于时间之中了),作为从相反者出发也不可能;因为在时间中并不存在相反对立。此外,”他说,“向着时间运动者乃是向着运动的尺度运动;而在尺度所在之处,也有被测度者;从而它同时也向着运动运动;然而亚里士多德将表明不存在向着运动的运动,因为甚至连运动的运动也不存在。此外,”他说,“从基底事物走向基底事物……[原书残缺]……但它在生成之中具有其存在。或者说,如果由肯定所表明者乃是基底事物,那么时间,”他说,“也是以这种方式作为基底事物的。”有些人为了证明不存在依照时间的运动,还提出了如下论据:在容许运动的有多少方面,在这么多方面也就容许静止;因为就性质、数量和位置而言,运动和静止都是可能的;因此,如果在时间上不可能静止(因为相继到来的时间总是不同的),那么在时间上也就不可能运动。此外,正如他自己在前面的论述中表明的,处于静止中的事物同样在改变时间。
- 5.10Διελὼν τὴν μεταβολὴν εἴς τε τὴν γένεσιν καὶ τὴν φθορὰν καὶ εἰς τὴν κίνησιν καὶ δείξας, ὅτι ἡ μὲν κατ’ οὐσίαν μεταβολὴ γένεσίς ἐστι καὶ φθορά, ἡ δὲ κατά τι τῶν συμβεβηκότων κίνησις, ἐπιδιελὼν δὲ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν εἴς τε τὴν ἁπλῶς καὶ εἰς τὴν τινά, βούλεται λοιπὸν καὶ τὴν κίνησιν διελεῖν
全句的主要动词为 βούλεται,而在其之前的分词 Διελών、δείξας 和 ἐπιδιελών 均为与主语(亚里士多德)一致的伴随分词(表示前行动作的状语用法)。通过这一连串分词,前文论证的发展步骤(变化的划分、实体变化与偶性变化的区分、生成毁灭的细分)被合乎逻辑地组织起来,为主句中对运动的划分(βούλεται ... διελεῖν)做铺垫。
- 5.10ὡς προδήλως ἐν τούτοις μὴ οὔσης τῆς κινήσεως
ὡς 后接属格独立结构(ἐν τούτοις μὴ οὔσης τῆς κινήσεως),表示亚里士多德省略这些范畴的主观理由(其假定的意图)。随后的 διότι 从句(διότι μὴ ἔστιν ἐν αὐτοῖς ἐναντίωσις)则是作为亚历山大对此理由的阐明与补充而引入的。
- 5.10ὥστε οὐδέπω ὂν ἐν ἄλλῳ χρόνῳ, εἴ γε ἐπ’ αὐτὸν κινεῖται, εἴη ἂν ἐν ἄλλῳ τῷ τῆς κινήσεως χρόνῳ
在 ὥστε 引导的结果从句中使用了带有 ἄν 的希求法(εἴη ἄν)以表示潜在的荒谬推论。条件从句 εἴ γε ἐπ’ αὐτὸν κινεῖται(“如果确实向着它运动”)与让步分词 οὐδέπω ὄν(“虽然尚未处于……之中”)相结合,导出了“虽然尚未处于目标时间之中,却已经处于伴随运动的另一时间之中”这一自相矛盾的推论。
