- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:82.3-83.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘完成了按照“一”的其余含义(原子、点与单子、同义多名)对“存在为一”的反驳,并针对亚里士多德在反驳连续之后随即插入整体与部分的疑难这一做法,给出了波菲利和亚历山大的不同解释。
εἰ μὲν ὡς τὸ συνεχὲς ἓν τὸ ὄν, πολλὰ πάλιν ἔσται τὸ ὄν, εἰ δὲ ὡς ἡ ἄτομος, πρῶτον μὲν ἄτοπον καὶ ἀπεμφαῖνόν ἐστι τὸ μίαν λέγειν ἄτομον τὰ πάντα, εἶτα καὶ αὐτὴ συνεχὴς καὶ διαιρετὴ ἐπ’ ἄπειρον καὶ διὰ τοῦτο δυνάμει πολλά. ἔτι δὲ καὶ ποσότητα ἕξει τοῦ μεγέθους καὶ ποιότητα τοῦ σχήματος οἷον γωνίαν εὐθὺ περιφερὲς καὶ κίνησιν, καὶ οὕτως πάλιν πολλὰ ἔσται. εἰ δὲ ὡς μονὰς καὶ ὡς στιγμὴ ἓν καὶ ἀδιαίρετον τὸ ὄν, οὔτε ποιόν τι ἔσται τῶν ὄντων (τὸ γὰρ ποιὸν συνδιαιρεῖται τοῖς σώμασι καὶ μάλιστά γε τοῖς φυσικοῖς) οὔτε ποσόν· τὸ γὰρ ἀδιαίρετον πέρας ποσοῦ. ὥστε οὔτε ἄπειρον τὸ ὄν, ὥσπερ Μέλισσός φησιν, οὔτε πεπερασμένον, ὡς Παρμενίδῃ δοκεῖ. καὶ γὰρ πᾶν μὲν ἄπειρον καὶ πεπερασμένον ποσόν τι, οὐδὲν δὲ ἀδιαίρετον κατὰ πλῆθος ἢ κατὰ μέγεθος ποσόν· τὸ γὰρ πέρας ἀδιαίρετον, ἀλλ’ οὐ τὸ πεπερασμένον. κἀνταῦθα δὲ ὁ Ἀριστοτέλης τοῦτο μόνον τοῦ ἀδιαιρέτου τὸ σημαινόμενον ἠξίωσεν ἀντιλογίας, ὡς τῶν ἄλλων εὐδιαλύτων ὄντων. καὶ πρὸς τοῦτο δὲ οὐχ ὡς πρὸς σημεῖον ἀντεῖπεν, ὥσπερ οἱ ἐξηγηταί, ἀλλ’ ὡς πρὸς τοιοῦτον οἷον ἂν ὑπέθεντο καὶ οἱ περὶ Παρμενίδην, τὸ ἄποσόν τε καὶ ἄποιον. Εἰ δὲ οὕτως ἓν τὸ ὂν ὡς μέθυ καὶ οἶνος ἢ λώπιον καὶ ἱμάτιον ἢ ὅλως τὰ πολυώνυμα (τοῦτο γὰρ ἔτι ὑπολείπεται τοῦ ἑνὸς σημαινόμενον), μία πολυωνυμία γενήσεται πάντα, καὶ τὸ ποιὸν τῷ ποσῷ καὶ πάντα ἀλλήλοις τὰ αὐτὰ ἔσται, καὶ ὁ τοῦ Ἡρακλείτου λόγος ἀληθὴς ὁ λέγων ‘τὸ ἀγαθὸν καὶ τὸ κακὸν ταὐτὸν’ εἶναι. καὶ συνδραμεῖται ἡ ἀντίφασις· ταὐτὸν γὰρ ἔσται ἀγαθὸν καὶ οὐκ ἀγαθόν, εἴπερ τὸ κακὸν οὐκ ἀγαθόν. καὶ ἐπίστησον ὅτι καὶ ἐνταῦθα ἀπὸ τῆς τοῦ ἐναντίου καταφάσεως ὡς ἐπὶ μείζονα ἀντίθεσιν τὴν τῆς ἀποφάσεως μετῆλθεν. ἔσται δὲ ὁ αὐτὸς καὶ ἄνθρωπος καὶ ἵππος· ὥστε καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, καὶ ἓν καὶ οὐχ ἕν· ὥστε οὐκέτι περὶ τοῦ ἓν εἶναι τὸ ὂν γενήσεται ὁ λόγος καὶ ἡ ζήτησις, ἀλλὰ περὶ τοῦ μηδέν, εἴπερ ὁμοίως ἐφ’ ἑκάστου ἀληθὴς ἥ τε ἀπόφασις αὐτοῦ καὶ ἡ κατάφασις, ἢ ὡς ὁ Πορφύριος συνάγει, εἴπερ τὸ ὂν οὐκ ἔστι. καὶ γὰρ ὥσπερ τὸ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος συναληθεύει, οὕτως καὶ τὸ ὂν καὶ οὐκ ὄν. τοῦτο δὲ οἶμαι συνήγετο, εἴ τι τῶν πάντων ἓν ἦν τὸ ὂν ὥσπερ ἄνθρωπος· τὰ γὰρ ἄλλα πάντα ἦν οὐκ ὄντα. ἁπλῶς δ’ οὖν οὐδὲ οὕτως ἓν τὸ ὄν. εἰ τοίνυν κατὰ μηδὲν τῶν τοῦ ἑνὸς σημαινομένων ἓν εἶναι δύναται τὸ ὄν, ὅλως οὐ χρὴ λέγειν ἓν τὸ ὄν, ἀλλὰ πλείω τὰ ὄντα, καθάπερ τὰ φαινόμενα μαρτυρεῖ. οὕτως μὲν οὖν τὸ ἑξῆς ἂν εἴη τῆς διαιρέσεως καὶ τῶν πρὸς τὰ τμήματα τῆς διαιρέσεως ἀπαντήσεων. Αὐτὸς δὲ πρὸς τὸ πρῶτον τμῆμα τῆς διαιρέσεως τὸ οὕτως ἓν τὸ ὂν ὡς συνεχὲς λέγον ἀπαντήσας πρὸ τοῦ τὰ λοιπὰ διαλῦσαι ἀπορίαν τινὰ παρεμβαλὼν περὶ τοῦ ὅλου καὶ τοῦ μέρους, εἰ ταὐτὸν ἢ ἕτερόν ἐστι, μᾶλλον δὲ εἰ ἓν ἄμφω, ἀσαφέστερον τὸν λόγον πεποίηκε. τὴν δὲ ἀπορίαν ταύτην Πορφύριος προβεβλῆσθαί φησιν ὡς τινων ἐνστησομένων αὐτῷ τρεῖς εἰπόντι τρόπους τῆς τοῦ ἑνὸς ὑποστάσεως καὶ μὴ προσθέντι τὸν τέταρτον,1 ὅν τινες εἰσῆγον νομίζοντες τὸ μέρος τὸ μὴ συνεχὲς ἄλλῳ μέρει καὶ τὸ ὅλον ἓν εἶναι, οἷον τὴν χεῖρα τοῦ Σωκράτους καὶ τὸν Σωκράτη ἓν εἶναι, ὅπερ οὐδενὶ τῶν εἰρημένων πρότερον τοῦ ἑνὸς τρόπων τὸ αὐτό ἐστιν. ἐλέγχει οὖν τούτους πρῶτον ὡς ἀτόπως οἰομένους καὶ οὕτως ἐπὶ τὸν ἔλεγχον μεταβαίνει τοῦ ὡς ἀδιαιρέτου ἑνός. ὁ δὲ τούτων ἔλεγχος, ὅτι ‘εἰ ἡ χεὶρ τοῦ Σωκράτους ἡ δεξιὰ καὶ ὁ Σωκράτης ἓν καὶ ἡ ἀριστερὰ πάλιν καὶ ὁ Σωκράτης ἕν, καὶ ἡ ἀριστερὰ καὶ ἡ δεξιὰ ἓν ἔσονται· τοῦτο γάρ ἐστι τὸ εἰ καὶ τῷ ὅλῳ ἓν ἑκάτερον ὡς ἀδιαίρετον, ὅτι καὶ αὐτὰ αὑτοῖς’.2 ὁ δὲ Ἀλέξανδρος λῦσαι τὴν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου ἀπορίαν φησὶν αὐτὸν τὴν λέγουσαν τὸ μέρος τῷ ὅλῳ ταὐτὸν εἶναι, ἵνα δείξας μὴ ὂν ταὐτὸν βεβαιότερον ἔχῃ, ὅτι οὐ μόνον διαιρεθέντα τὰ μέρη ἀπὸ τοῦ ὅλου πλείω γίνεται, ἀλλὰ καὶ ἐν τῇ συνεχείᾳ λαμβανόμενα, εἴ γε καὶ ἀλλήλων καὶ τοῦ ὅλου ἕτερά ἐστι.
如果存在作为连续之物是一,存在就将再次是多;但如果作为原子,首先,说万物是一个原子是荒谬且不当的,其次原子本身也是连续的且可无限分割,并因此在潜能上为多。再者,它也将具有大小的量和形状的质,例如角、直线、曲线,以及运动,这样它就将再次是多。另一方面,如果存在作为单子和点是一且不可分的,它就既不会是存在者中的某种性质(因为性质是随着物体、尤其是自然物体一同被分割的),也不会是量;因为不可分之物是量的界限。因此存在既不是如梅里索所说的无限,也不是如巴门尼德所认为的有限。因为一切无限者和有限者都是某种量,但在复多上或在大小上不可分的任何东西都不是量;因为界限是不可分的,但被界定者却不是不可分的。在此处亚里士多德也认为不可分之物的唯有这一含义值得反驳,理由是其他含义容易解决。而且针对这一点,他并不是如诸位注释家那样将其作为针对点来反驳,而是作为针对巴门尼德等人也会设定的那种无量且无质之物来反驳。另一方面,如果存在是在蜜酒与葡萄酒、或短袍与外衣、或通体而言多名同义的意义上为一(因为这乃是“一”的诸含义中尚遗留的一项),万物就将变成单一的多名同义状态,性质与量、以及一切事物彼此都将是同一的,而赫拉克利特所说的“善与恶是同一的”这一说法就将是真的。并且矛盾对立将同时发生;因为如果恶是非善,那么善与非善就将是同一的。还要注意,他在此处也是从对立面的肯定转向了作为更大对立的否定的对立。而且同一事物将既是人又是马;以至于既是人又是非人,既是一又是非一;以至于论述和探讨将不再是关于存在是一,而是关于无,如果果真在每个事物上其否定和肯定同样都是真的,或者正如波菲利所推论的,如果果真存在并不存在。因为正如“人”与“非人”同时为真那样,“存在”与“非存在”也是如此。我认为,如果存在像人那样是一切事物中的某一个单一事物,就会推导出这一点;因为其他一切事物就都是非存在了。无论如何,简而言之,即使这样存在也不是一。因此,如果按照“一”的任何含义存在都不能是一,就完全不应当说存在是一,而应当说存在者是多数,正如诸现象所证明的那样。按此方式,划分的次序以及对划分各部分的应对本该如此进行。 但他本人在应对了划分的第一部分即称存在作为连续之物是一之后,在化解其余部分之前,插进了一个关于整体与部分的疑难,即它们是同一的还是相异的,或者更确切地说是两者是否为一,从而使得论述变得较为晦涩。波菲利说,提出这个疑难是因为有人会向他发难,指责他只说了“一”得以成立的三种方式,而没有加上某些人引入的第四种方式——这些人认为不与另一部分连续的部分与整体是一,例如苏格拉底的手与苏格拉底是一,而这与先前所说的“一”的任何方式都不是同一的。因此他首先反驳这些人持有的荒谬看法,然后才转向反驳作为不可分之物的一。对这些人的反驳是:“如果苏格拉底的右手与苏格拉底是一,左手与苏格拉底又是一,那么左手与右手也将是一;因为这就是‘如果两者各自作为不可分之物与整体为一,则它们彼此之间也[为一]’的含义。”另一方面,亚历山大说,他化解关于部分与整体的疑难——即称部分与整体是同一的疑难——是为了在证明了它们不是同一的之后,能够更加确凿地把握到:诸部分不仅在脱离整体被分割开时变成多数,而且即使在连续性中被把握时也是多数,如果它们果真既彼此相异又与整体相异的话。
- 1.14ὡς τινων ἐνστησομένων αὐτῷ τρεῖς εἰπόντι τρόπους τῆς τοῦ ἑνὸς ὑποστάσεως καὶ μὴ προσθέντι τὸν τέταρτον
由 ὡς 引导的属格未来分词 τινων ἐνστησομένων 构成表示主观理由的属格独立结构(“理由是有人会向他提出异议”)。与格分词 εἰπόντι 与 μὴ προσθέντι 修饰异议的对象 αὐτῷ(亚里士多德),意为“向指明了三种方式而未加上第四种方式的他”。
- 1.14τοῦτο γάρ ἐστι τὸ εἰ καὶ τῷ ὅλῳ ἓν ἑκάτερον ὡς ἀδιαίρετον, ὅτι καὶ αὐτὰ αὑτοῖς
定冠词 τό 将随后的整个条件句与结论从句(εἰ ... ὅτι ...)名词化并作谓语。在结论从句 ὅτι καὶ αὐτὰ αὑτοῖς 中,承前省略了谓语 ἓν ἔσται(或 ἓν εἶναι),应补充理解为“它们彼此之间也[为一]”。
