← 辛普里丘

亚里士多德《物理学》注释

§827.18-829.15

依基底的持留与时间性区分运动与生成

辛普利丘探讨了运动与生成之间的差异,论证了运动中基底实体始终持留,而在生成中事物作为整体发生变化且无持留实体,并且运动具有时间上的延展性,而实体形相的生成则是无时间且一齐发生的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#5

εἰ δέ τις καὶ τὴν γένεσιν πάθος εἶναι βιάζοιτο, ἄλλο τοῦτο πάθους σημαινόμενον, ὅπερ οὐκ ἂν εἰς ταὐτὸν ἔρχοιτο τῇ κινήσει. Ἔτι δὲ ἄν τις καὶ ἐντεῦθεν ἴδοι τῆς κινήσεως πρὸς τὴν γένεσιν τὴν διαφοράν. τὸ κινούμενον ὄν τι πάντως οὕτω κινεῖσθαι λέγομεν· βαδίζει γὰρ ἄνθρωπος καὶ λευκαίνεται μένων ἄνθρωπος· τὸ δὲ γινόμενον ἅτε αὐτὸ ὅλον καθ’ ἑαυτὸ τὴν μεταβολὴν ἴσχον οὐχ ὑπομένει. τεκμήριον δὲ τούτου ἐναργές. κινούμενον μὲν γὰρ ἐκεῖνο λέγομεν, ὃ μετ’ ὀλίγον ἔσται κεκινημένον, καὶ κεκινημένον, ὃ πρὸ ὀλίγου κινούμενον ἦν, ὡς ὑπομένοντος κατ’ ἄμφω τοῦ αὐτοῦ·1 ἐπὶ δὲ τῆς γενέσεως οὐχ οὕτως. οὐ γὰρ ὅπερ ἐστὶ γινόμενον, τοῦτό ἐστι γεγενημένον. γινόμενον μὲν γὰρ ὕδωρ ὁ ἀήρ ἐστιν, οὐ μέντοι γεγενημένον ἐστὶν ὁ ἀὴρ ὕδωρ οὐδὲ ἔστιν ὅλως· ὅπερ γὰρ πολλάκις εἶπον, ὅλῳ ἑαυτῷ καὶ οὐ κατά τι μετέβαλεν. διὸ οὐκ ἔστιν ἐν τῇ γενέσει τὸ ὑπομένον. τί οὖν εἴποι ἄν τις ἐν τῇ εἰς ὕδωρ ἀπὸ ἀέρος μεταβολῇ; οὐχὶ μεταβαλὼν ὁ ἀὴρ τὴν θερμὴν ποιότητα εἰς τὴν ψυχρὰν μενούσης τῆς ὑγρᾶς ἐγένετο ὕδωρ, καὶ τοῦ ἀποίου σώματος ὑπομείναντος καὶ ἄλλων ἴσως πολλῶν; ἢ εἰ μὲν ἀποβαλὼν τὴν θερμὴν ποιότητα καὶ μεταλαβὼν τὴν ψυχρὰν ὁ ἀὴρ ἔμενεν ὅμως ἀὴρ ὁ αὐτὸς ποτὲ μὲν θερμὸς ποτὲ δὲ ψυχρὸς γινόμενος, ὥσπερ ἀμέλει κατὰ θέρος καὶ χειμῶνα πάσχει, οὔτε εἰς οὐσίαν ἦν ἡ μεταβολὴ οὔτε γένεσις τὸ τοιοῦτον, ἀλλὰ ἀλλοίωσις. εἰ δὲ οὐσιώδης ἦν ἡ ἀποβληθεῖσα θερμότης, οὐκέτι ἔμεινεν ὁ ἀὴρ ὁ ἀποβαλών. ὥστε οὐχ ὑπομένει οὐσία οὐδὲ εἶδος, ἀλλὰ πάλιν τὸ ἀτελὲς καὶ τὸ δυνάμει καὶ τὸ μὴ ὄν, ἀφ’ οὗ ἡ γένεσις. ἀλλ’ οὐδὲ τὸ ὑγρὸν τοῦ ἀέρος οἶμαι ὑπομένει ἐν τῇ εἰς ὕδωρ μεταβολῇ πλὴν κατὰ συγγένειαν,2 ἐπεὶ ἄλλο τῷ εἴδει τὸ τοῦ ἀέρος ὑγρὸν καὶ ἄλλο τὸ τοῦ ὕδατος. τεκμήριον δὲ τοῦ ἐν μὲν τῇ γενέσει μὴ εἶναί τινα τὴν ὑπομένουσαν οὐσίαν, ἐν δὲ τῇ κινήσει εἶναι, τὸ τὴν μὲν γένεσιν κατὰ ἀντίφασιν τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος ἐπιτελεῖσθαι, τὴν δὲ κίνησιν ἐξ ἐναντίου εἰς ἐναντίον. οἷς ἀνάγκη ὑποκεῖσθαι οὐσίαν ὑπομένουσαν τὰ ἐναντία παρὰ μέρος πεφυκυῖαν ὑποδέχεσθαι ἢ τὰ μεταξὺ ἢ τὴν ἀντικειμένην τῷ συμβεβηκότι στέρησιν, οἷον ἀμουσίαν ἢ νόσον καὶ τὸ γυμνόν, ἅ τινα διὰ τὸ οὐσίᾳ συνυπάρχειν ὑπομενούσῃ καὶ καταφατικῶς λέγεται καὶ εἰδοποιεῖταί πως· ἡ δέ γε τῆς οὐσίας στέρησις ὄντως μὴ ὄν ἐστι. Καὶ ἄλλως δὲ οἰκείως ταῖς Ἀριστοτέλους ὑποθέσεσι τῇδε ἄν τις οἶμαι τῆς γενέσεως καὶ τῆς κινήσεως ἴδοι τὴν διαφοράν. πᾶσαν μὲν γὰρ μεταβολὴν τὸ ἄλλο μετ’ ἄλλο πάντως ἔχειν φησίν, ἀλλὰ τινὰ μὲν ἀθρόαν καὶ ἄχρονον θεασάμενος καὶ οὐκ ἐν παρατάσει τὸ εἶναι ἔχουσαν, γένεσιν μὲν ἂν καλέσοι ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, καὶ φθορὰν ὅτι ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, κίνησιν δὲ οὔ, ὅτι ἐν παρατάσει καὶ ἐν χρόνῳ πᾶσα κίνησις. τὸ δὲ εἶδος παραγίνεσθαι καὶ ἀπογίνεσθαί φησιν ἀχρόνως, κἂν δοκῇ τις χρόνος ἐν τῇ γενέσει δαπανᾶσθαι, μὴ τῆς γενέσεως εἶναι τοῦτο μέτρον,3 ἀλλὰ τῆς κινήσεως τῶν ἐν τῇ γενέσει κινουμένων εἰδῶν καὶ ἀλλοιουμένων, ὧν τῇ πολυειδεῖ τροπῇ καὶ ἀλλοιώσει ἀθρόως ἐπιγίνεται τὸ εἶδος. διὸ ἡ μὲν κίνησις ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, καὶ ἔστι γένεσις κινήσεως, ὅτι τὸ ἀεὶ ὂν τῆς κατὰ τὴν κίνησιν παρατάσεως γέγονε· γενέσεως δὲ γένεσις οὐκ ἔστιν, ὡς αὐτὸς δείκνυσιν, οὐδὲ κινήσεως κίνησις. καίτοι εἰ εἶχε παράτασιν καὶ ἡ γένεσις ὥσπερ ἡ κίνησις, καὶ ἀεὶ ἄλλοτε ἄλλο αὐτῆς εἰς τὸ ὂν παρῆν, ἐν τῷ γίνεσθαι ἂν εἶχε τὸ εἶναι καὶ ἦν ἂν γενέσεως γένεσις. ἀλλ’ εἰ τὸ κοινὸν ὄνομα τῆς μεταβολῆς ἐξηγούμενος “μετ’ ἄλλο γάρ τι, φησίν, καὶ τὸ μὲν πρότερον δηλοῖ, τὸ δὲ ὕστερον,” πῶς οὐ δόξει πᾶσα μεταβολὴ τὸ πρότερον καὶ ὕστερον ἔχουσα καὶ χρόνου παράτασιν ἔχειν, ὥστε καὶ ἡ γένεσις; ἢ ἔστιν μὲν ἐν προτέρῳ χρόνῳ τὸ ἐξ οὗ ἡ γένεσις οἷον τὸ σπέρμα, καὶ ἔστιν ἐν ὑστέρῳ χρόνῳ τὸ εἰς ὃ οἷον ὁ ἄνθρωπος, καὶ ἔστι καὶ τὸ μεταξὺ χρόνος, ἀλλ’ οὐ τοῦ εἴδους ὁ χρόνος οὗτος (οὔπω γάρ ἐστιν, εἴπερ ἀχρόνως παραγίνεται), ἀλλὰ τῶν πρὸ τοῦ εἴδους καὶ τῶν ὑποκειμένων τῷ εἴδει, οἷς ἐπανθεῖ. καὶ τούτων δὲ ἕκαστον, εἰ ὡς γινόμενον θεωρήσαις οἷον σάρκα καὶ ὀστοῦν καὶ νεῦρον, καὶ τούτων ἀθρόαν ἐρεῖς τὴν γένεσιν· εἰ δὲ μὴ ὡς εἶδός τι ἄλλο λαμβάνοντα, ἀλλ’ ὡς κατὰ τὰς παθητικὰς ποιότητας θερμαινόμενα, ἀλλοίωσις ἔσται τοῦτο καὶ οὐ γένεσις.

然而,如果有人硬要把生成也说成是情态,那么这乃是情态的另一种含义,它绝不会与运动归为同一。此外,人们从以下几点也可以看出运动相对于生成的差异。我们之所以说被运动者在如此运动,是因为它无论如何是某种存在者;因为人虽在行走,或者虽变白,却依然作为人而持留;然而生成者由于自身作为整体承受变化,因而不持留。对此有一个明白的证据:因为我们称那在不久之后便已运动完毕者为正在被运动者,而称那不久之前正在被运动者为已运动完毕者,这是由于在两种情况下同一事物持留下来;但在生成的情形中却并非如此。因为正在生成者绝不就是那已经生成者。因为空气乃是正在生成的水,然而空气却绝非已经生成的水,甚至根本就不存在;因为正如我多次说过的,它是以自身整体而非就某一局部发生变化。因此在生成之中并不存在持留者。那么在由空气向水变化的情形中,有人会说什么呢?难道不是空气在湿的性质持留的同时,将热的性质转变为冷的性质而变成了水,且无性质的物体以及或许其他许多东西也持留下来了吗?或者说,一方面,如果空气在脱去热的性质并接纳冷的性质之后,仍然作为同一空气持留下来,时而变热时而变冷,正如在夏冬两季必然承受的那样,那么这种变化既不是走向实体,这类事情也不是生成,而是变质。但另一方面,如果被脱去的热是实体性的,那么脱去它的空气就不再持留。因此既没有实体持留,也没有形相持留,而再次是生成的起点即不完全者、潜在态和非存在持留。而且我认为,在向水变化的过程中,空气的湿气除了依亲缘性之外也不持留,因为空气的湿气在形相上是一回事,水的湿气是另一回事。在生成中不存在任何持留的实体而在运动中存在,此点的证据在于:生成是依照存在与非存在的矛盾对立而完成的,运动则是从相反者走向相反者。对于后者而言,必须有持留的实体作为基底,该实体天然能够相继接纳诸相反者,或者接纳中间者,或者接纳与偶性相对立的缺乏(例如无教养、疾病和赤身裸体),这些由于与持留的实体共存,既被肯定地言说,也在某种程度上被形相化;然而实体的缺乏乃是真正的非存在。 而且用另一种方法,我认为人们按照亚里士多德的前提所特有的方式,也可以通过如下途径看出生成与运动的差异。因为虽然他说一切变化无论如何都具有相继继起性,但在观察到某种变化是一齐发生且无时间的、不在延展之中具有其存在时,人们由于它是从非存在走向存在而会称之为生成,由于它是从存在走向非存在而称之为毁灭,但不会称之为运动,因为一切运动都在延展之中且在时间之中。并且他说形相的到来和离去是无时间的,即便在生成中似乎耗费了某种时间,这也不是生成的尺度,而是生成中被运动和变质的诸形相之运动的尺度,形相乃是一齐临及于它们多样的转化和变质之上的。因此,运动是在生成之中具有其存在,且存在着运动的生成,因为依照运动的延展之中每一时刻的存在者已经生成;但正如他自己表明的,并不存在生成的生成,也不存在运动的运动。然而,如果生成也像运动一样具有延展,且它的不同部分在不同时间相继进入存在之中,那么它就会在生成之中具有其存在,且就会有生成的生成了。但是,如果他在解释变化的共同名称时说“因为变化是随另一事物之后,一者表明在先,另一者表明在后”,那么,具有在先和在后的一切变化怎么会显得不同时具有时间的延展,从而生成也具有呢?或者说,生成所由之出发者(如种子)确实处于在先的时间中,生成所走向者(如人)确实处于在后的时间中,介于其间者也是时间,但这时间并不属于形相(因为既然形相无时间地到来,它就尚不存在),而是属于形相之前的事物和形相之下的基底事物,形相正是在这些事物上绽放。对于这些事物中的每一者,如果你作为正在生成者来考察(例如肉、骨和腱),你也会说它们的生成是一齐发生的;但如果不是作为接纳某种其他形相者,而是作为依照受动性性质而被加热者来考察,这便将是变质而非生成。

语法注3 条
  1. 5.9ὡς ὑπομένοντος κατ’ ἄμφω τοῦ αὐτοῦ

    由 ὡς 引导的属格独立结构,说明前文断言(“我们说……”)的理由或主观依据。

  2. 5.9πλὴν κατὰ συγγένειαν

    由连词 πλήν 引导的介词短语 κατὰ συγγένειαν,意为“除了依亲缘性(类上的共通性)之外”,用于限定并否定空气的湿气与水的湿气具有数目上的同一性与持留性。

  3. 5.9κἂν δοκῇ τις χρόνος ἐν τῇ γενέσει δαπανᾶσθαι, μὴ τῆς γενέσεως εἶναι τοῦτο μέτρον

    不定词短语 μὴ ... εἶναι 继续由前一分句的主动词 φησίν 所支配,承接宾格加不定词的间接引语结构,中间插入了让步从句(κἂν δοκῇ...)。否定词 μή 体现了间接引语中一般性断言的用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:827.18-829.15