← 辛普里丘

亚里士多德《物理学》注释

§825.24-827.18

生成与偶性运动的差异及非存在的不动性

辛普里丘探讨了走向实体的变化(生成)与走向偶性相反者之间的变化(运动)之间的根本差异,从持留的完全基底、现实活动性以及是否处于空间等角度解释了为何仅有后者被称为运动,并论证了为何非存在既不能运动也不能承受作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#4

κἂν κοινὸν οὖν ἀμφοτέραις ταῖς μεταβολαῖς τὸ ἐκ μὴ ὄντος εἰς ὂν καὶ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, ἀλλὰ καὶ διαφορά τις ἀξιόλογος ἐν αὐταῖς ὁρᾶται, καθόσον ἡ μὲν ὑποκειμένου τινός ἐστι τελείου καὶ ὑπομένοντος καὶ ἐκ τοῦ συμβεβηκότος αὐτῷ καὶ μὴ συμπληροῦντος αὐτοῦ τὴν οὐσίαν ἐναντίου εἰς τὸ ἐναντίον μεταβάλλοντος, ἡ δὲ οὐκ ἐκ τοῦ τοιούτου, ἀλλ’ ἐκ τοῦ δυνάμει τοῦ ἀτελοῦς ὡς πρὸς τὸ ὄν, καὶ ἐκ τοῦ οὕτω μὴ ὄντος εἰς τὸ ὄν, καὶ ἀπὸ στερήσεως εἰς εἶδος οὐ συνόντος τῇ στερήσει τοῦ ἐναντίου εἴδους τῷ εἰς ὃ ἡ μεταβολή,1 ὥσπερ ἐπὶ τῶν συμβεβηκότων· οὐδὲ γὰρ ἦν οὐσία ὑπομένουσα, ἀλλὰ στέρησις καὶ τὸ δυνάμει τῆς ὕλης καὶ αὐτὴ ἡ ὕλη· κἂν γὰρ τὸ ἄποιον σῶμα ὑπομένῃ, ἀλλὰ καὶ τοῦτο ὑλικόν ἐστι καὶ ἀνενέργητον, ἕως ἂν τῶν ποιοτήτων μετάσχῃ. καὶ τὸ δυνάμει καὶ τὸ μὴ ὂν οὕτως ἐστὶ πρὸς τὸ σύνθετον εἶδος ὡς καὶ ἡ πρώτη ὕλη· καὶ γὰρ ἐκ τούτου ὡς ἐξ ἐκείνης τὸ σύνθετον· οὐ γὰρ οὕτως ἔχει τοῦτο πρὸς τὰς οὐσιώδεις ποιότητας ὡς πρὸς τὸ λευκὸν ὁ ἄνθρωπος. καὶ ὅτι μὲν πολλή τις τῶν μεταβολῶν τούτων ὁρᾶται διαφορά, δῆλον ἐκ τῶν εἰρημένων. Διὰ τί δὲ τὴν μὲν κατὰ ἀντίφασιν γένεσιν εἶναι, τὴν δὲ ἐκ τοῦ ἐναντίου κίνησιν λέγει, ἄξιον ἐπισκέψασθαι· καὶ γὰρ καὶ ἡ κατὰ ἀντίφασιν ἔκστασις οὖσα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἢ ἀνάπαλιν κίνησις δοκεῖ, καὶ ἡ εἰς τὸ ἐναντίον, τὸ πρότερον μὲν μὴ ὄν, ὕστερον δὲ ὂν γένεσις. κατὰ τίνα οὖν σημασίαν συνδιαιρεῖ τοῖς πράγμασι τοῖς διαφέρουσι τὰ ὀνόματα; ἢ ὅτι ἡ μὲν κίνησις ἐνεργητική τις εἶναι δοκεῖ μεταβολή. κινεῖται οὖν οὐκ ἄλλο τι ἢ τὸ ἐνεργεῖν δυνάμενον, ἐνεργεῖ δὲ τὸ ἐνεργείᾳ. ἐνεργείᾳ δέ ἐστι τὸ τέλειον εἶδος· ὥστε κἂν ἔχῃ τι ἀτελὲς καὶ δυνάμει καθόσον μεταβάλλει, ἀλλὰ καθόσον ἐνεργεῖ ἐνεργείᾳ ἐστίν. ἡ μέντοι γένεσις εἰς ὂν οὖσα μεταβολὴ καὶ εἰς οὐσίαν τοῦ ἀτελοῦς πάντως καὶ τῆς μὴ οὐσίας ἐστίν· ὅπερ κατὰ τὸ δυνάμει μᾶλλον θεωρεῖται καὶ οὐ κατὰ τὸ ἐνεργείᾳ. διὰ τοῦτο οὖν ἡ μὲν ἐκ τοῦ ἐναντίου ἢ τοῦ μεταξὺ εἰς τὸ ἐναντίον, ταὐτὸν δὲ εἰπεῖν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, ὅτι τοῖς ἐναντίοις ὑπόκειται ἡ οὐσία, ἐπειδὴ οὐσίας ἐστὶ μεταβολὴ καὶ ἐνεργείᾳ ὄντος τινὸς οἷον ἀνθρώπου, κίνησίς ἐστι καὶ οὐ γένεσις· οὐ γὰρ γίνεται ὁ ἄνθρωπος ἐὰν μελανθῇ ἢ βαδίσῃ, ὅτι οὐκ ἔστι τις οὐσία ὁ μελανθεὶς ἢ ὁ βαδίσας ἄνθρωπος, ἀλλ’ οὐσία καὶ συμβεβηκός. διὰ τοῦτο ἡ τοιαύτη μεταβολὴ ὡς ἐνέργεια κίνησις λέγεται, τὸ δέ γε ἀτελὲς καὶ δυνάμει καὶ μήπω ὄν, εἰ καὶ πάσχοι τὴν εἰς τὸ ὂν μεταβολήν, ἀλλ’ οὕτω πάσχει ὡς ὂν καὶ οὐσία γινόμενον, ἀλλ’ οὐχ ὡς ἐνεργείᾳ οὐσία ὄν, ὡς ὁ ἄνθρωπος ἐκ μέλανος εἰς λευκὸν μεταβάλλει. οὐ γὰρ εἰς εἶδος οὐδὲ εἰς οὐσίαν ἡ τοιαύτη μεταβολή· διὸ οὐ γένεσις. ἀλλὰ καὶ τελείου· διὸ ἐνέργεια καὶ κίνησις. καὶ διὰ τοῦτο ὁ Ἀριστοτέλης διετείνατο, ὅτι τὸ μὴ ὂν οὐ κινεῖται (οὐ γὰρ ἐνεργεῖ· τὸ γὰρ ἐνεργοῦν ὂν εἶναι χρὴ πάντως) καὶ ὅτι συναναιρεῖται τῷ εἶναι τὸ ἐνεργεῖν, ὥστε καὶ συνεπιφέρεται·2 καὶ μέντοι ὅτι ὂν ἐκεῖνο νομίζομεν, ὡς καὶ ὁ Πλάτων μαρτυρεῖ, τὸ ποιεῖν δυνάμενον καὶ πάσχειν. τὸ δέ γε μὴ ὄν, εἴπερ εἰς τὸ ὂν πρόεισι καὶ εἰς οὐσίαν, γίνεσθαι μὲν ἂν λέγοιτο, κινεῖσθαι δὲ οὔ. σημεῖον δὲ τῆς ἀτελείας αὐτοῦ καὶ τὸ μὴ εἶναι ἐν τόπῳ παρέλαβεν ὁ Ἀριστοτέλης· τὸ μὲν γὰρ τέλειον ἤδη καὶ ἐνεργεῖν δυνάμενον φυσικὸν ἅτε καὶ ταῖς οἰκείαις ποιότησι συμπεπληρωμένον ἢ κοῦφόν ἐστιν ἢ βαρὺ καὶ πάντως ἢ ἄνω ἢ κάτω· καὶ γὰρ αὐτὸς πᾶν τὸ ἐν τόπῳ ἢ κοῦφον ἢ βαρύ φησι· τὸ δέ γε ἀτελὲς καὶ μὴ ὄν, εἴτε τὴν ὕλην λέγοις εἴτε ἄποιον σῶμα, μετὰ τοῦ δυνάμει ἢ τῆς στερήσεως ἅτε μὴ ἔχοντα κουφότητα ἢ βαρύτητα3 οὐκ ἔστιν ἐν τόπῳ. ἀλλ’ εἰ ἡ κίνησις τοῦ κινουμένου πάθος οὖσα λέγεται ὅμως ἐνέργεια, διὰ τί μὴ καὶ ἡ γένεσις τοῦ γινομένου πάθος οὖσα ῥηθείη ἂν καὶ αὐτὴ ἐνέργεια καὶ διὰ τοῦτο κίνησις; ἢ οὐδ’ ἂν λέγοιτο πάθος ὅλως ἡ γένεσις, ὅτι τὸ πάθος διάθεσίς τις εἶναι βούλεται τοῦ ὄντος κατ’ αὐτόν. λέγει γοῦν ἐν τοῖς ἑξῆς περὶ ποιοῦ γράφων· “λέγω δὲ ποιὸν οὐ τὸ ἐν τῇ οὐσίᾳ (καὶ γὰρ ἡ διαφορὰ ποιόν), ἀλλὰ τὸ παθητικόν, καθ’ ὃ λέγεται πάσχειν ἢ ἀπαθὲς εἶναι.” ὥσπερ γὰρ κινεῖσθαι ἀδύνατόν ἐστι τὸ μὴ ὄν, οὕτω καὶ πάσχειν.

因此,即便从非存在到存在以及从潜在到现实是两种变化所共有的,但在它们之间也可以观察到某种显著的差异,因为一种变化是属于某种完全且持留的基底,并且是从属于该基底且并不构成其实体的相反者转变到相反者,而另一种变化则不是出自这类基质,而是出自相对于存在而言不完全的潜在存在者,是从这种意义上的非存在走向存在,并且是从缺乏走向形相,其间并不像在偶性情形中那样,伴随缺乏存在着与变化终点相反的形相。因为这里并不存在持留的实体,而是存在着缺乏、质料的潜在性以及质料本身;因为即便无性质的物体持留下来,但在分有各种性质之前,它本身也是质料性的且无现实活动的。而潜在存在者与非存在对于复合形相的关系,正如同原初质料对它的关系一样;因为复合者由前者生成,正如同由后者生成一样;因为此物对于实体性诸性质的关系,并不像人对于白的关系那样。从上述内容可以清楚看出,在这些变化之间观察到了巨大的差异。 然而,为什么他称依照矛盾对立的变化为生成,而称出自相反者的变化为运动,这是值得考察的;因为依照矛盾对立从非存在到存在或者相反的偏离,似乎也是一种运动,而走向那先前非存在而其后存在的相反者的变化,也似乎是一种生成。那么,他是依照何种意义把这些名称分配给彼此相异的事物的呢?难道是因为运动似乎是某种现实活动性的变化吗?因此,除了能够活动者之外,没有任何事物会运动,而活动者则是处于现实态者;处于现实态者乃是完全的形相;因此即便就其变化而言具有某种不完全和潜在的东西,但就其活动而言它乃是处于现实态的。然而,走向存在和走向实体的变化即生成,全然属于不完全者和非实体;这更多是依照潜在态而非依照现实态来考察的。因此,从相反者或中间者走向相反者的变化,换句话说从基底走向基底的变化(因为实体作为相反者的基底),由于它是实体的变化,且是某种现实存在者(例如人)的变化,因而它是运动而非生成;因为人若变黑或行走,并不因此而生成,因为变黑的人或行走的人并不是某种实体,而是实体与偶性。因此,这种变化作为现实活动被称为运动;至于不完全的、处于潜在态的以及尚未存在者,即便承受走向存在的变化,但它是作为正在成为存在和实体而承受的,而不是作为现实的实体而承受的,就像人由黑变为白那样。因为这种变化既不是走向形相,也不是走向实体;因此它不是生成;但它也是完全者的变化,因此是现实活动和运动。为此亚里士多德坚称,非存在不运动(因为非存在并不活动;活动者无论如何必须是存在者),并且活动与存在一同被取消,因而也一同被引入;更何况正如柏拉图所证实的,我们把能够施加作用和承受作用者视为存在者。相反,非存在既然迈向存在和实体,或许会被说成在生成,但不会被说成在运动。作为其不完全性的标记,亚里士多德也采用了它不在空间之中这一条;因为那已经完全、能够活动且自然的物体,由于也被本己的诸性质所充实,要么是轻的要么是重的,并且全然在上方或在下方;因为他自己也说,一切在空间之中的事物要么是轻的要么是重的;而不完全者和非存在,不论你称之为质料还是无性质的物体,伴随着潜在态或缺乏,由于不具有轻或重,因而不存在于空间之中。 然而,如果运动作为运动者的一种情态,却仍然被称为现实活动,那么为什么生成作为生成者的一种情态,不也可以被称为现实活动,并因此被称为运动呢?难道说按照他的看法,生成根本就不能被称为情态,因为情态是指存在者的某种状态吗?无论如何,他在后文中讨论性质时写道:“然而我所说的性质不是实体之中的性质(因为种差也是性质),而是指受动性性质,依此性质事物被说成承受作用或是免于受动的。”因为正如非存在不可能运动一样,它同样也不可能承受作用。

语法注3 条
  1. 5.9οὐ συνόντος τῇ στερήσει τοῦ ἐναντίου εἴδους τῷ εἰς ὃ ἡ μεταβολή

    在独立属格结构(οὐ συνόντος ... τοῦ ἐναντίου εἴδους)中包含了两个与格:τῇ στερήσει 由复合分词 συνόντος(与……并存)所支配,而 τῷ εἰς ὃ ἡ μεταβολή 则由形容词 ἐναντίου(与……相反)所要求,意为“与转变终点相反的形相并不伴随缺乏而存在”。

  2. 5.9συναναιρεῖται τῷ εἶναι τὸ ἐνεργεῖν, ὥστε καὶ συνεπιφέρεται

    表示逻辑对偶与蕴涵关系的表达。随着“存在”(与格不定词 τῷ εἶναι)的消除,“活动”(主语 τὸ ἐνεργεῖν)亦一同被取消(συναναιρεῖται);因此(ὥστε),活动亦必然伴随存在(συνεπιφέρεται)。

  3. 5.9ἅτε μὴ ἔχοντα κουφότητα ἢ βαρύτητα

    分词 ἅτε ... ἔχοντα 为中性复数,统括前文由析取连词引导的“质料或无性质的物体”(εἴτε τὴν ὕλην λέγοις εἴτε ἄποιον σῶμα),以中性复数统合不同性别的名词(阴性 ὕλη 与中性 σῶμα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:825.24-827.18