← 辛普里丘

亚里士多德《物理学》注释

§823.25-825.24

依据潜能划分区分运动与变化

辛普里丘阐述了亚里士多德此前虽未加区分地使用运动与变化,但随后依据潜能的划分将运动从生成和消灭中分离出来的过程,并协调了其与柏拉图关于智性和灵魂运动观点的关系。进而,他详尽剖析了走向实体的变化与走向偶性的变化在潜在状态、持续基质以及相反者方面的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#3

ὁ γὰρ ἀποδοθεὶς ἐν τῷ τρίτῳ βιβλίῳ τῆς κινήσεως οὗτος ὁρισμὸς τῆς μεταβολῆς ἦν. καὶ μέχρι τοῦ νῦν ἀδιορίστως ἐχρήσατο τῷ τῆς κινήσεως ὀνόματι καὶ τῆς μεταβολῆς ἀδιόριστον τὸ δυνάμει λαμβάνων. νῦν δὲ διελὼν αὐτὸ εἴς τε τὸ ἁπλῶς μὴ ὂν καὶ τὸ τὶ μὴ ὂν κατὰ ταύτην τὴν διαίρεσιν τὴν κίνησιν διέκρινε τῆς γενέσεως καὶ φθορᾶς. τὸ δὲ ἐφεξῆς τὸ λέγον μὴ πᾶσαν κίνησιν μεταβολὴν εἶναι, εἴπερ ὁ νοῦς κινεῖται ἀμετάβλητον καὶ ἄχρονον κίνησιν, ἐξ ὑποθέσεως1 προϊὸν ἀνατρέπεται σαλευομένης τῆς ὑποθέσεως. ὁ γὰρ Ἀριστοτέλης, ὡς εἴρηται, κατὰ τὰς τῶν πολλῶν δόξας πᾶσαν κίνησιν μεταβολὴν καὶ ἔγχρονον τιθέμενος οὐκ ἀξιοῖ τὴν τοῦ νοῦ ἐνέργειαν κίνησιν καλεῖν, ἵνα μὴ καὶ μεταβολὴν εὐθὺς καὶ χρόνον ὁ ἀκούων ἐπ’ ἐκείνης φαντάζηται. ὁ δέ γε Πλάτων, κἂν λέγῃ κινεῖσθαι τὸν νοῦν καὶ τὴν ψυχὴν καὶ τὰ φυσικὰ σώματα, κατ’ ἄλλο καὶ ἄλλο σημαινόμενον ἑκάστῳ τούτων τὴν κίνησιν ἀποδίδωσιν, ἐπεί πως καὶ τὸν νοῦν κινεῖσθαι λέγων τὴν ψυχὴν αὐτοκίνητον κατ’ οὐσίαν εἶναί φησιν. εἰ γὰρ πᾶν τὸ κινούμενον ἢ ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου κινεῖται (τοῦτο γὰρ καὶ πρὸ τοῦ Ἀριστοτέλους ὁ Πλάτων ἠξίωσε) καὶ προυπάρχει τὸ ὑφ’ ἑαυτοῦ κινούμενον τοῦ ὑπ’ ἄλλου κινουμένου, ὁ νοῦς ἂν εἴη κατ’ αὐτὸν πρὸ τῆς ψυχῆς αὐτοκίνητος. ἀλλὰ τὴν μὲν ἐν τῷ νῷ κίνησιν κατὰ τὴν ἀπὸ τοῦ ὄντως ὄντος πρώτην εἰς ἐνέργειαν ἔκστασιν ἐθεάσατο, τὸ δὲ αὐτοκίνητον τῆς ψυχῆς κατὰ τὴν ἀφ’ ἑαυτῆς διάκρισιν καὶ τὴν ἐν αὐτῇ διπλόην, καθ’ ἣν αὐτογέννητος ὑπέστη· τὸ γὰρ αὐτόζων καὶ τὸ αὐθυπόστατον οἶμαι καὶ τῷ νῷ προσήκειν· τὴν δέ γε φυσικὴν κίνησιν κατὰ τὴν τοῦ προτέρου καὶ ὑστέρου κατὰ χρόνον μεταβολὴν καὶ αὐτὸς ἐθεάσατο ὁμοίως τῷ Ἀριστοτέλει, πλὴν ὅτι ὁ μὲν Πλάτων πάσας τὰς φυσικὰς μεταβολὰς κινήσεις ἠξίωσε καλεῖν, ὁ δὲ Ἀριστοτέλης καὶ τοῦτο μέν, τὸ τὰς φυσικὰς πάσας μεταβολὰς κινήσεις καλεῖν, ἐζήλωσε τοῦ καθηγεμόνος2 ἐν ταῖς Κατηγορίαις καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ μέχρι τοῦδε (τὸν γοῦν ὅρον τῆς μεταβολῆς ὡς κινήσεως ἀποδέδωκεν ἐν τῷ τρίτῳ), εὑρὼν δὲ τὴν εἰρημένην ἐν ταῖς μεταβολαῖς διαφορὰν κατ’ αὐτὴν διέστησε τὴν κίνησιν ἀπὸ τῆς γενέσεως καὶ φθορᾶς. εἰ δὲ δοκεῖ, διὰ τοὺς δυσχεραίνοντας πρὸς τὴν διαφορὰν τῆς κινήσεως καὶ τῆς μεταβολῆς, κἂν μακρότερος ὁ λόγος γίνηται, πειραθῶμεν σαφέστερόν τι περὶ αὐτῶν εἰπεῖν. Ἐπειδὴ γὰρ τῶν ὄντων τὰ μέν εἰσιν οὐσίαι, τὰ δὲ συμβεβηκότα, δῆλον ὅτι καὶ αἱ μεταβολαὶ αἱ μὲν εἰς οὐσίαν γίνονται, αἱ δὲ εἰς συμβεβηκός. καὶ τὸ δυνάμει ἤτοι τὸ μὴ ὄν, ἐξ οὗ ἡ μεταβολή, τὸ μὲν πρὸς οὐσίαν δυνάμει καὶ πρὸς οὐσίαν ἀντιφάσκει, τὸ δὲ πρὸς συμβεβηκός. κοινῶς μέντοι, καθόσον ἐκ μὴ ὄντος εἰς ὄν, γένεσίς ἐστιν ἡ τοιαύτη μεταβολή. τὸ γὰρ πρότερον μὴ ὂν ὕστερον δὲ ὂν διὰ γενέσεως ἔχει τοῦτο, ἀλλ’ ἡ μὲν εἰς οὐσίαν μεταβολὴ ἁπλῶς γένεσις, οἷον εἰ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ὅτι καὶ κυρίως ὂν ἡ οὐσία, ἡ δὲ εἰς συμβεβηκός, οἷον εἰς λευκὸν ἐκ μὴ λευκοῦ, τίς γένεσις, ὅτι καὶ τὸ ὂν τὸ συμβεβηκὸς μὴ καθ’ ἑαυτὸ ὑπάρχον, ἀλλὰ τῇ οὐσίᾳ πάντως παραφυόμενον. ἑκατέρα μέντοι γένεσις, καθόσον ἐκ μὴ ὄντος εἰς ὄν, μεταβολή, καὶ κατὰ ἀντίφασιν, ὅπερ ἴδιον γενέσεως καὶ φθορὰ ἡ ἀντικειμένη. ἐπειδὴ δὲ πάλιν τῶν δυνάμει τούτων, ἀφ’ ὧν ἡ μεταβολή, τὸ μὲν πρὸς συμβεβηκὸς πεφυκὸς οὐσία ἐστὶν ὑπομένουσα κατὰ τὸ ὑποκείμενον αὐτὴ καθ’ ἑαυτὴν τελεία καὶ ἐνεργὸς καὶ οὐ συμπληροῦσά τινα ἄλλην οὐσίαν μετὰ τοῦ συμβεβηκότος, οἷον ὁ ἄνθρωπος ὁ ἐκ μέλανος εἰς λευκὸν μεταβάλλων ἢ ἐκ βραχυτέρου εἰς μείζονα ἢ ἀπὸ τοῦ ἄνω εἰς τὸ κάτω, ὅτε καὶ τὸ ἐναντίον πάντως ἔχει τῷ εἰς ὃ μεταβάλλει ἡ ὑποκειμένη οὐσία·3 εἰ γὰρ εἰς λευκὸν μέλας ὢν πρότερον, ἤ τι τῶν μεταξὺ χρωμάτων ἔχων, οὕτως εἰς λευκὸν μεταβάλλει· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸ δέ γε πρὸς οὐσίαν δυνάμει οἷον ὁ μὴ ἀήρ, ἀφ’ οὗ ἡ εἰς ἀέρα γίνεται μεταβολή, κἂν εἴη ὕδωρ ἢ σῶμα ἄποιον, ἀλλὰ τὸ μὲν ὕδωρ οὐχ ὑπομένει ἐν τῇ εἰς τὸν ἀέρα μεταβολῇ, τὸ δὲ ἄποιον σῶμα συμπληρωτικόν ἐστιν ἑκατέρας οὐσίας, καὶ οὐδὲ τὸ ἐναντίον τῷ εἰς ὃ ἡ μεταβολή ἐστιν ἐν τῷ πρὸς οὐσίαν δυνάμει· οὐ γὰρ ἔστι τι τῇ οὐσίᾳ ἐναντίον, ἐπεὶ οὐσίας πάλιν ἄμφω δεήσονται τῆς παρὰ μέρος τὰ ἐναντία δεχομένης.

因为在第三卷中所给出的那个运动定义,本是变化的定义。直到现在,他一直在不加限定地使用“运动”与“变化”这两个名称,不加限定地理解潜在存在者。然而现在,他将其划分为单纯的非存在与特定的非存在,并依照这一划分将运动与生成及消灭区分开来。另一方面,随后的论点——即声称并非一切运动都是变化,如果智性确实进行一种不变且无时间的运动的话——是从一个假定出发的,随着这一假定的动摇而被推翻。因为正如已经说过的,亚里士多德依照大众的意见将一切运动设定为变化且存在于时间之中,因而不认为智性的现实活动配称为运动,以免听者立刻在它上面联想到变化和时间。然而柏拉图即便说智性、灵魂和自然物体都在运动,也是依照彼此不同的含义将运动归于它们之中的每一者;因为他在以某种方式说智性运动的同时,亦称灵魂在实体上是自生运动的。因为如果一切运动之物要么由自身运动,要么由他物运动(这是柏拉图在亚里士多德之前就已认定的),且由自身运动者在先于由他物运动者,那么依照他的看法,智性将是在灵魂之先的自生运动者。但他将智性中的运动视作从真实存在者向现实活动的最初偏离,而将灵魂的自生运动视作源自自身的分别以及其内在的双重性,灵魂正是依照这种双重性而作为自生者持立的(因为我认为,自生生命与自立存在也属于智性);至于自然的运动,他自己也与亚里士多德一样将其视作在时间中依先后次序的变化,所不同的只是,柏拉图认定应当将一切自然变化皆称为运动,而亚里士多德在《范畴篇》中以及在这部著作中直到此刻为止,也效仿了导师的这一做法——即把一切自然变化称为运动(无论如何,他在第三卷中将变化的定义作为运动的定义给出了),但在发现上述变化中的差异之后,他便依照这一差异将运动从生成和消灭中分离出来。 但是,如果觉得合适的话,为了照顾那些对运动与变化的差异感到困惑的人,哪怕篇幅变得长一些,我们且试着就它们说出某种更为明晰的道理。因为既然存在者之中一部分是实体,另一部分是偶性,那么显而易见,变化也有一部分是走向实体的变化,另一部分是走向偶性的变化。作为变化起点的潜在存在者即非存在,一方面是相对于实体而言处于潜在并与实体相矛盾对立,另一方面则是相对于偶性而言。然而普遍而言,就其从非存在到存在而言,这样的变化就是生成;因为先前非存在而其后存在者是通过生成拥有这一状态的;但走向实体的变化是单纯的生成,例如若人由非人生成,这是因为实体是本原意义上的存在;而走向偶性的变化,例如由非白到白,则是某种特定的生成,因为偶性的存在并非自身独立自存,而是全然附生于实体。然而这两种生成就其从非存在走向存在而言都是变化,且都是依照矛盾对立进行的——这正是生成所特有的——,而相对立的消灭也是〔如此〕。但再次地,在作为变化起点的这些潜在存在者中,适于朝向偶性的那一种乃是依基质而持留的实体,其本身自足且具现实活动,并不与偶性一起构成某种其他的实体,例如人由黑变为白,或由矮小变为高大,或由上到下,此时基底实体也必定完全具有与其所转变之终点相反的状态;因为若是变为白,他先前要么是黑,要么具有某种中间颜色,如此转变为白;在其他情形中亦然。相反,相对于实体而言处于潜在者,例如非空气——由此发生向空气的转变——即便它是水或无性质的物体,水在向空气的转变中却并不持留,而无性质的物体则是各自实体的构成成分,并且在相对于实体处于潜在者之中也不存在与其变化之终点相反之物;因为实体没有任何相反者,否则二者将再次需要一个能够轮流接受相反者的实体。

语法注3 条
  1. 5.9τὸ δὲ ἐφεξῆς τὸ λέγον μὴ πᾶσαν κίνησιν μεταβολὴν εἶναι, εἴπερ ὁ νοῦς κινεῖται ἀμετάβλητον καὶ ἄχρονον κίνησιν, ἐξ ὑποθέσεως προϊὸν ἀνατρέπεται σαλευομένης τῆς ὑποθέσεως.

    主语为带冠词的中性名词短语“τὸ δὲ ἐφεξῆς τὸ λέγον...”(随后的这一声称……的论点),分词短语“ἐξ ὑποθέσεως προϊόν”(出于假定而进行的)修饰该主语,主动词为“ἀνατρέπεται”(被推翻)。句末的“σαλευομένης τῆς ὑποθέσεως”为表示原因的属格绝对结构。

  2. 5.9ὁ δὲ Ἀριστοτέλης καὶ τοῦτο μέν, τὸ τὰς φυσικὰς πάσας μεταβολὰς κινήσεις καλεῖν, ἐζήλωσε τοῦ καθηγεμόνος

    动词“ἐζήλωσε”(效仿)支配表示人物的属格“τοῦ καθηγεμόνος”(导师)以及表示被效仿事物的宾格“καὶ τοῦτο μέν”(这一点也)。带冠词的不定词短语“τὸ τὰς φυσικὰς πάσας μεταβολὰς κινήσεις καλεῖν”(把一切自然变化称为运动)与“τοῦτο”同格,说明其具体内容。

  3. 5.9ὅτε καὶ τὸ ἐναντίον πάντως ἔχει τῷ εἰς ὃ μεταβάλλει ἡ ὑποκειμένη οὐσία

    此处的“ὅτε”并非单纯表示时间点,而是引导附随情况或理由(“在此情况下”)。“ἡ ὑποκειμένη οὐσία”(基底实体)是主语,“ἔχει”为主谓动词,“τὸ ἐναντίον”为直接宾语,与格关系从句“τῷ εἰς ὃ μεταβάλλει”修饰“ἐναντίον”(与它所转变之终点相反者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:823.25-825.24