← 辛普里丘

亚里士多德《物理学》注释

§821.33-823.25

运动与变化的区分及排除生成消灭的辩护

辛普里丘通过考察变化之中的差异(现实态的持存与从潜能的过渡、主动与被动的程度)调和了柏拉图与亚里士多德关于运动与变化的名词用法,随后反驳了批评者关于亚里士多德因“非存在不在位置中”而将生成消灭排除出运动所提出的责难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#2

ἐν δέ γε ταῖς μεταβολαῖς διαφοράν τινα θεασάμενος,1 καθόσον αἱ μὲν ἐνεργείᾳ ὄντος ἤδη τοῦ μεταβάλλοντος καὶ ὑπομένοντος ἐπιτελοῦνται, ὥσπερ ἀλλοίωσις καὶ αὔξησις καὶ μείωσις καὶ ἡ κατὰ τόπον μεταβολή (ἐν πάσαις γὰρ ταύταις ταῖς μεταβολαῖς τὸ μεταβάλλον οἷον ὁ ἄνθρωπος ὁ λευκαινόμενος ἢ αὐξανόμενος ἢ βαδίζων ἐνεργείᾳ ὢν ἄνθρωπος καὶ ὑπομένων ἄνθρωπος μεταβάλλει κατὰ ταῦτα), τινὲς δὲ τῶν μεταβολῶν οὐκ ἐκ τοῦ ἐνεργείᾳ ὄντος, ἀλλ’ ἐκ τοῦ δυνάμει, οὐδὲ ὑπομένοντος ἀλλὰ ἀεὶ ἄλλοτε ἄλλου γινομένου ἐπιτελοῦνται ὥσπερ ἡ τοῦ ἀνθρώπου γένεσις ἐκ τοῦ σπέρματος, ὅπερ ἐν τούτῳ ἐστὶν οὐσιωμένον ἐν τῷ δυνάμει ἄνθρωπον εἶναι, ἐνεργείᾳ δὲ οὐδέν ἐστι, δηλοῖ δὲ τὸ μὴ ἐπιμένειν ἐν τῷ τοῦ σπέρματος εἴδει, ὅπερ ὑπάρχει τοῖς τελείοις καὶ ἐνεργείᾳ ἤδη οὖσιν, ἀλλὰ ἄλλοτε ἄλλο γίνεσθαι, ἕως ἂν εἰς τὸ ἐνεργείᾳ καταντήσῃ· ταύτην οὖν τὴν διαφορὰν ἐν ταῖς μεταβολαῖς θεασάμενος, καὶ ὅτι αἱ μὲν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ καὶ ἐκ τοῦ οὕτω μὴ ὄντος εἰς τὸ οὕτως ὂν παθητικαὶ μᾶλλόν εἰσι, κἄν ἔστι τι καὶ ἐν αὐταῖς βραχύτατον ἐνεργητικόν (τὸ γὰρ δυνάμει παθητικόν ἐστι μάλιστα, αἱ δὲ ἐκ τῶν ἐνεργείᾳ ἤδη ὄντων καὶ ἐνεργεῖν δυναμένων μεταβολαὶ μέν εἰσι καὶ αὗται, παθητικαὶ καὶ αὐταὶ οὖσαι, τρανεστέραν δὲ ἔχουσι τὴν ἐνέργειαν), ἐπεὶ οὖν ἡ κίνησις, καίτοι μεταβολή τις οὖσα καὶ πάθος τοῦ κινουμένου, ἐνέργειά τις ὅμως αὐτοῦ δοκεῖ εἶναι καὶ ἔστιν ἀτελὴς μὲν διὰ τὸ πολλῷ συμμεμῖχθαι τῷ πάθει, ἐνέργεια δὲ ὅμως, διὰ τοῦτο τῶν μεταβολῶν τὰς μὲν ἐνεργητικὰς κινήσεις καλεῖ, τὰς δὲ παθητικὰς μεταβολὰς μόνον, ὡς κατὰ τὸ πάθος μάλιστα χαρακτηριζομένας, κἂν ἔχωσί τι βραχύτατον καὶ αὗται ἐνεργητικόν· καὶ θαυμάζω τὴν τοῦ ὀνοματοθέτου σοφίαν, ὅπως τὸ μεταβάλλειν καίτοι ἐνεργητικῶς λεγόμενον πάθος ὅμως δηλοῖ. εἰ οὖν τὸ τῆς κινήσεως ὄνομα κατ’ ἄλλο μὲν σημαινόμενον ὁ Πλάτων ἐκδέχεται τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν τοῦ ὁπωσοῦν ὄντος κίνησιν καλῶν, ὁ δὲ Ἀριστοτέλης κατὰ τὰς κοινὰς τῶν ὀνομάτων προλήψεις τὴν μεταβολικὴν ἐνέργειαν κίνησιν καλεῖ, ἀλλ’ οὔτε τὴν παντελῶς ἀμετάβλητον τὴν τοῦ νοῦ οὔτε τὴν κατὰ πάθος σχεδόν τι μόνον μεταβολὴν ἐλάχιστον ἢ οὐδὲν ἔχουσαν τὸ ἐνεργητικόν, περὶ ὀνόματος οἶμαι καὶ οὐ περὶ πράγματός ἐστιν ἡ διαφορά, ἐπεὶ καὶ ὁ Πλάτων ἀκίνητον ἂν εἴποι ὡς ἀμετάβλητον τὴν τοῦ νοῦ κίνησιν καὶ τὴν τῶν μεταβολῶν διαφορὰν οὕτω λεπτῶς διακριθεῖσαν ἀποδέξαιτο ἄν. καὶ ὁ Ἀριστοτέλης τὴν ἐνέργειαν ὁμολογεῖ τοῦ νοῦ ὁ λέγων “τῇ οὐσίᾳ ὢν ἐνέργεια,” καὶ εἴ τις αὐτῷ δοίη τοὺς πολλοὺς ἀνθρώπους κίνησιν ἀμετάβλητον καὶ ἄχρονον δυναμένους ἐννοεῖν, οὐκ ἂν οἶμαι παραιτήσαιτο τὴν ἐνέργειαν τοῦ νοῦ κίνησιν καλεῖν. ἀλλὰ ταῦτα μὲν ἐμοὶ φίλον οὕτω περὶ φίλων ἀνδρῶν ἀλλήλοις τε καὶ τῇ σοφίᾳ νοεῖν. Εὐθύνουσι δὲ τὸν Ἀριστοτέλην τὴν γένεσιν καὶ τὴν φθορὰν ἐκβάλλοντα τῶν κινήσεων ἐκ τοῦ τὸ μὲν κινούμενον ἐν τόπῳ2 εἶναι, τὸ δὲ μὴ ὂν ἐξ οὗ ἡ γένεσις καὶ εἰς ὃ ἡ φθορὰ μὴ εἶναι ἐν τόπῳ, λέγοντες κακῶς τὸ μὴ ὂν ἐξ οὗ ἡ γένεσις τὴν ὕλην λαμβάνειν. καὶ διὰ τοῦτο λέγειν αὐτὴν μὴ εἶναι ἐν τόπῳ. οὐδὲ γὰρ περὶ τὴν πρώτην ὕλην, ἀλλ’ οὐδὲ περὶ τὸ ἁπλῶς σῶμα ἡ γένεσις· οὐδὲ γὰρ σῶμα γίνεται καθὸ σῶμα, ὡς αὐτὸς ἀπέδειξεν ἐν τῇ Περὶ οὐρανοῦ, ἀλλὰ τὸ γινόμενον καὶ φθειρόμενον τὸ τοιόνδε σῶμά ἐστι· τοῦτο δὲ πᾶν ἐν τόπῳ. ψευδὴς ἄρα, φασίν, ἐστὶν ἡ πρότασις ἡ λέγουσα τὸ μὴ ὂν ἐξ οὗ ἡ γένεσις οὐκ ἐν τόπῳ. ἀλλὰ ῥητέον οἶμαι πρὸς ταῦτα, ὅτι οὔτε τὴν πρώτην ὕλην οὔτε τὸ ἁπλῶς σῶμα εἰπὼν μὴ ὄν, ἐξ οὗ ἡ γένεσις, εἶπεν αὐτὸ μὴ ἐν τόπῳ εἶναι, ἀλλὰ τὸ δυνάμει καθὸ δυνάμει. ὡς γὰρ ὂν οὐκ ἔστι κατ’ ἐνέργειαν τὸ κατὰ τὸ δυνάμει οὐσιωμένον, οὕτως οὐδὲ ἐν τόπῳ κατ’ ἐνέργειαν· “εἴη γὰρ ἄν που”3 φησίν. εἰ γὰρ ἐν τόπῳ εἴη κατ’ ἐνέργειαν, καὶ εἴη ἂν κατ’ ἐνέργειαν. εἰ δὲ καὶ τὸ ἁπλῶς μὴ ὄν, φασί, λάβοιμεν, ἀναγκάσομεν αὐτὸν καὶ τὴν γένεσιν κίνησιν φάναι διὰ τοῦ ὅρου τῆς κινήσεως. εἰ γὰρ τὸ ἁπλῶς μὴ ὂν δυνάμει ἐστὶ τοῦτο ὃ γίνεται, ἡ δὲ ἐκ τοῦ δυνάμει ὁδὸς εἰς τὸ ἐνεργείᾳ κίνησίς ἐστιν, ὡς ὁρίζεται αὐτός, ἔσται καὶ ἡ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ὁδὸς εἰς τὸ ἐνεργείᾳ ὃ ἦν ἐκεῖνο δυνάμει ὂν κίνησις. εἰ οὖν αὕτη ἐστὶν ἡ γένεσις, δῆλον τὸ συμβαῖνον. τοιοῦτον μὲν οὖν καὶ κατὰ ταύτην τὴν λέξιν ἐστὶν τὸ δεύτερον ἐπιχείρημα εὐαπολυτώτερον οἶμαι τοῦ προτέρου τυγχάνον.

这乃是因为他观察到了变化之中的某种差异:就其而言,有些变化是在转变之物已然现实地存在并持续留存的情况下完成的,如质变、增殖、减缩以及依位置的变化(因为在所有这些变化中,转变之物,例如变白的人、长高的人或行走的人,现实上是人并在作为人持续留存的同时依这些方面转变),而某些变化则不是从现实存在者出发,而是从潜在存在者出发,且并非从持续留存者出发,而是通过始终在不同时间变为不同者而完成的,就像从精液生成人一样,精液的本质正在于潜在地是人,在现实上却什么也不是,而这通过它不能持留于精液的形式之中显明出来——这种持留属于完满者与已然现实存在者——而是不断在不同时间变为不同者,直至达到现实存在者。因此,鉴于他观察到了变化中的这一差异,即那些从潜在存在者到现实存在者、从在这一意义上的非存在者到在这一意义上的存在者的变化更是被动的,即使在它们之中也有某种极其微弱的主动成分(因为处于潜在中的事物主要是被动的,而从已然现实存在且能够活动者出发的变化,尽管它们本身也是变化且也是被动的,却具有更显明的现实活动);既然运动虽然是某种变化且是运动者的受动,却仍被视为它的某种现实活动,并且虽然由于混杂了大量的受动因而是不完满的,但它终究是一种现实活动,为此他在变化之中将主动的那些称为运动,而将受动的那些仅称为变化,因其主要依照受动而被界定,即使这些变化也带有某种极其微弱的主动成分;并且我赞叹命名者的智慧,因为“变化”一词虽按主动形式表述,却依然表示受动。因此,如果柏拉图是在另一种意义上接受运动之名,将无论以何种方式存在者的偏离存在皆称为运动,而亚里士多德则是依照词语的通常前把握将变异的现实活动称为运动,却既不把智性完全不变的现实活动、也不把几乎完全依受动且极少或全无主动成分的变化称为运动,那么我认为这分歧关乎名称而非关乎实情。因为柏拉图也会说智性的运动作为不变者是静止不动的,并会接受如此精细区分的变化之差异。而称智性“在实体上即是现实活动”的亚里士多德也承认智性的现实活动;如果有人向他设定大众能够领会一种不变且无时间的运动,我认为他也不会拒绝将智性的现实活动称为运动。然而,关于互为朋友且同为智慧之友的人们,我乐于这样来理解。 但人们责难亚里士多德将生成与消灭排除在运动之外,其理由在于运动之物处于位置中,而生成从中出发且消灭向其归趋的非存在则不在位置中;他们说他错误地将生成从中出发的非存在理解为质料,并因此说它不在位置中。因为生成既非关乎第一质料,亦非关乎单纯的物体;因为正如他自己在《论天》中所论证的那样,物体在其作为物体的意义上并不生成,生成与消灭的乃是具有如此性质的物体,而这一切都在位置之中。因此他们说,声称“生成从中出发的非存在不在位置中”的这一命题是虚妄的。但我认为对此应当指出,他并非通过将生成从中出发的非存在称为第一质料或单纯物体而说它不在位置中,而是就处于潜在中的事物在其处于潜在的意义而言的。因为正如依潜能而被赋予本质的事物在现实上不是存在一样,它在现实上也不在位置中;“因为否则它就会在某处了,”他说。因为如果它在现实上处于位置中,它在现实上也将存在了。他们又说,即便我们采取单纯的非存在,我们也将通过运动的定义迫使他承认生成也是运动。因为如果单纯的非存在潜在地是这一生成之物,而从潜在到现实的道路正如他自己所定义的那样是运动,那么从单纯的非存在到其潜在所是之现实存在的道路也必然是运动。因此,如果这便是生成,那么得出的结论显而易见。依这番言辞而发的第二个论证也就是这样,我认为它比起前一个论证更容易得到解决。

语法注3 条
  1. 5.9ἐν δέ γε ταῖς μεταβολαῖς διαφοράν τινα θεασάμενος

    分词短语 θεασάμενος 承接前文关于亚里士多德考量的论述,统领一个包含对比与原因的长句结构,并最终引向主句 διὰ τοῦτο τῶν μεταβολῶν τὰς μὲν ἐνεργητικὰς κινήσεις καλεῖ(“为此他在变化之中将主动的那些称为运动”)。

  2. 5.9ἐκ τοῦ τὸ μὲν κινούμενον ἐν τόπῳ εἶναι, τὸ δὲ μὴ ὂν ἐξ οὗ ἡ γένεσις καὶ εἰς ὃ ἡ φθορὰ μὴ εἶναι ἐν τόπῳ

    介词短语 ἐκ τοῦ ... 修饰分词 ἐκβάλλοντα,表示亚里士多德排除生成与消灭的依据,定冠词 τοῦ 统摄由 μέν 和 δέ 并列连接的两个带宾格的不定式短语。

  3. 5.9εἴη γὰρ ἄν που

    对亚里士多德原文的简短引用。带有 ἄν 的潜能祈愿语气表明了一个荒谬的推论:如果潜能存在者现实地处于位置中,它就必定现实地“处于某处(που)”,从而与其作为纯粹潜能的地位相矛盾。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:821.33-823.25