- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:820.1-821.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德对变化的划分以及将运动严格限定为“从基底到基底的变化”,解释了从缺失出发的变化为何属于从基底出发的变化,并论证了亚里士多德与柏拉图关于运动与变化外延宽窄的分歧实质上只是名称上的不同。
" Ἐπειδὴ δὲ πᾶσα κίνησις μεταβολή τις ἕως τοῦ τὸ γυμνὸν καὶ λευκὸν καὶ μέλαν." Τὴν μεταβολὴν τετραχῇ διελὼν εἴς τε τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον καὶ τὴν ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον καὶ τὴν ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον καὶ ἔτι τὴν ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, καὶ τὴν τελευταίαν συμπλοκὴν ὡς ἀσύστατον ἀποκρίνας ἔδειξεν, ὅτι οὐδετέρα τῶν δύο μεταβολῶν κίνησίς ἐστιν, οὔτε ἡ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον, ἥτις ἦν γένεσις, οὔτε ἡ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, ἥτις ἦν φθορά. καὶ ἐπάγει λοιπὸν ἐπεὶ δὲ πᾶσα κίνησις μεταβολή τις (τὸ γὰρ ἄλλο μετ’ ἄλλο ἐν αὐτῇ θεωρεῖται), τρεῖς δὲ ἐδείχθησαν αἱ πᾶσαι μεταβολαί, ὧν αἱ δύο κατ’ ἀντίφασιν, αὗται δὲ ἦσαν αἱ κατὰ γένεσιν καὶ φθορὰν οὐ κινήσεις, ἀνάγκη τὴν λοιπὴν μεταβολὴν τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον ταύτην εἶναι κίνησιν μόνην. τὰ δὲ ὑποκείμενα, ἐξ ὧν καὶ εἰς ἃ αἱ μεταβολαί, ἢ ἐναντία ἐστὶν ἢ μεταξύ. εἶπεν δὲ ὅτι καὶ τὰ μεταξὺ εἰς τὰ ἄκρα ὡς ἐναντία μεταβάλλει. ἐπειδὴ δὲ καὶ ἐκ στερήσεως γίνεται μεταβολή, ἐζήτησεν ἄν τις, πότερον ὡς ἐξ ὑποκειμένου εἰς ὑποκείμενον ἢ κατὰ ἀντίφασίν ἐστιν ἡ τοιαύτη μεταβολή. καὶ λέγει ὅτι ὡς ἐξ ὑποκειμένου· κείσθω γάρ, φησίν, ἐναντίον ἡ στέρησις· εἰ δὲ ἐναντίον, δῆλον ὅτι καταφάσει δηλοῦται. καταφάσει δὲ δηλούμενον τὸ ὑποκείμενον εἶπεν εἶναι πρότερον. ὥστε ἡ στέρησις ὑποκείμενόν ἐστι καὶ τὸ ἐκ στερήσεως μεταβάλλον εἰς ἕξιν, ὡς ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβάλλει. τί οὖν οὐχὶ καὶ ἡ γένεσις ἐκ στερήσεώς ἐστι; πῶς οὖν οὐχὶ καὶ αὕτη ἐξ ὑποκειμένου; ἢ ὥσπερ τὸ δυνάμει διττόν ἐστι τὸ μὲν πρὸς οὐσίαν, τὸ δὲ πρὸς συμβεβηκός, οὕτω καὶ ἡ στέρησις ἡ μὲν οὐσίας ἐστίν, ἡ δὲ συμβεβηκότος· καὶ ἡ μὲν τοῦ συμβεβηκότος, διότι ἐν οὐσίᾳ ἐστὶ τοῦτο, πολλοῦ τοῦ ὄντος μετέχει καὶ καταφάσει δηλοῦται καὶ ἔστιν ὑποκείμενον καὶ δύναται κινεῖσθαι τὸ ἐν ᾧ ἐστιν ἡ στέρησις, ὡς τὸ νοσοῦν καὶ ἄμουσον καὶ γυμνόν. ἡ δὲ τῆς οὐσίας στέρησις, ἐπειδὴ οὐσίας ἐκπεσοῦσα καὶ τοῦ ὄντος ἐκπέπτωκεν, ἀποφάσει δηλοῦται. ὂν δὲ δηλονότι νῦν καὶ οὐσία τὸ ἐνεργείᾳ λέγεται, καὶ οὐκ ἐκεῖνο τὸ ὄν, οὗ καὶ ἡ στέρησις καὶ τὸ δυνάμει καὶ ἡ ὕλη μετέχει. Παράδειγμα δὲ τοῦ τὴν στέρησιν καταφάσει δηλοῦσθαι τὸ γυμνὸν λαβὼν ἐπήγαγε καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, δεικνὺς ὅτι ὡς ταῦτα καταφάσει δηλοῦται, οὕτω καὶ τὸ γυμνόν. μήποτε δὲ καὶ ἄλλο τι ἐνεδείξατο διὰ τούτου, ὅτι τὰ ἐξ ἀλλήλων γινόμενα ἐναντία οὐ μόνον ὡς ἐξ ἐναντίων γίνεται ἀλλὰ καὶ ὡς ἐξ ἀποφάσεων· τὸ γὰρ λευκὸν ἐκ τοῦ μέλανος γίνεται, ὅτι τὸ μέλαν οὐ λευκόν ἐστι· καὶ μέντοι καὶ ὡς ἐκ στερήσεως· τὸ γὰρ σῶμα τὸ τέως μέλαν ἀπουσίαν ἔχει λευκοῦ πεφυκὸς καὶ αὐτὸ δέχεσθαι. στέρησις δὲ οὐδέν ἐστιν ἄλλο, ἢ ἀπουσία τοῦ πεφυκότος ἐνυπάρχειν. τὸ δὲ γυμνὸν οὐ τῆς κυρίως στερήσεώς ἐστι παράδειγμα· ἐκείνη γὰρ οὐκ ἀνακάμπτει ποτὲ εἰς τὴν ἕξιν ὥσπερ τὸ γυμνὸν εἰς τὸ ἐνδεδῦσθαι. Οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης τὴν κίνησίν τινα μεταβολὴν 〈λέγει, ἐπὶ πλέον οὖσαν τὴν μεταβολὴν〉 τῆς κινήσεως,1 τὴν γένεσιν καὶ τὴν φθορὰν μεταβολὰς μὲν λέγων, κινήσεις δὲ οὔ· ὁ δέ γε Πλάτων τοὐναντίον δοκεῖ τὴν κίνησιν ἐπὶ πλέον τῆς μεταβολῆς λέγειν· καὶ γὰρ τὰς μὲν μεταβολὰς τὰς αὐτὰς τῷ Ἀριστοτέλει λέγει καὶ κινήσεις αὐτὰς εἶναι βουλόμενος (καὶ γὰρ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἐν τῷ δεκάτῳ τῶν Νόμων ταῖς φυσικαῖς κινήσεσι συναριθμεῖ), κίνησιν δὲ καὶ τὴν τοῦ νοῦ ἐνέργειαν ὀνομάζει, ‘σφαίρας ἐντόρνου’ κινήσει τὴν ἐπιστρεπτικὴν τοῦ νοῦ ἐνέργειαν ἀπεικάζων. τοσαύτης οὖν δοκούσης αὐτῶν ἐν τούτοις διαφορᾶς θαυμάζω, εἰ μὴ μέχρι τῶν ὀνομάτων μόνον ἐστὶν ἡ διαφωνία.2 τὴν μὲν οὖν μεταβολὴν ὁμοίως ἑκάτερος ἐπὶ πάντων τίθησι τῶν κατὰ χρόνον ἐξαλλαττομένων, κίνησιν δὲ ὁ μὲν Πλάτων πᾶσαν τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν ὑποθέμενος3 τάς τε μεταβολὰς ἁπάσας κινήσεις εἶπεν εἰκότως, καὶ μέντοι καὶ τὰς ἀμεταβλήτους καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσας ἐνεργείας οὐκ ὤκνησε κινήσεις καλεῖν διὰ τὴν τῆς ἐνεργείας πρόοδον ἀπὸ τοῦ ὄντος· ἔκστασις γὰρ τῆς οὐσίας ἐστὶν ἡ ἐνέργεια εἰς οὐσίαν πάλιν ἐρειδομένη. ὁ δέ γε Ἀριστοτέλης συμμετρότερα φιλοσοφῶν τοῖς πολλοῖς ἀνθρώποις καὶ τὰς παρακοὰς αὐτῶν φυλαττόμενος ηὐλαβήθη τὴν τοῦ νοῦ ἐνέργειαν ἀμετάβλητον οὖσαν, ἢ ὡς αὐτὸς ἔτι σεμνότερον εἶπεν, οὐσίαν οὖσαν τὴν ἐνέργειαν τοῦ νοῦ κίνησιν εἰπεῖν. ὁ γὰρ ἀκούων κίνησιν εὐθὺς μεταβολὴν ἐννοεῖ καὶ παθητὸν τὸ κινούμενον ὑποπτεύει καὶ χρόνον εὐθὺς τῇ κινήσει συναναφέρει.
“既然一切运动都是某种变化……直至‘裸露的、白与黑’。” 在把变化划分为四种——即从基底到基底的变化、从非基底到基底的变化、从基底到非基底的变化、以及从非基底到非基底的变化——并将最后一种组合作为不能成立者排除之后,他表明了这两种变化都不是运动:既非从非基底到基底的变化(即生成),亦非从基底到非基底的变化(即消灭)。接下去他进而说道:“既然一切运动都是某种变化”(因为在运动中观察到的是一者接着另一者),且已表明全部变化有三种,其中两种是由于矛盾对立的变化,而这些依生成与消灭的变化并不是运动,那么必然剩下的变化,即从基底到基底的变化,唯有这一种才是运动。而变化从中出发以及向其进行的基底,要么是相反者,要么是中间者。并且他曾说过,中间者也作为相反者向着两端变化。然而,既然变化也从缺失产生,人们或许会探问,这种变化究竟是作为从基底到基底的变化,还是依矛盾对立的变化。他便指出,这是作为从基底出发的变化;因为他说:“且设定缺失为相反者”。如果它是相反者,显而易见它是通过肯定来表示的。而他之前曾说,通过肯定来表示者乃是基底。从而缺失是基底,从缺失向具备状态转变之物,乃是作为从基底到基底而转变。那么,为什么生成不也是从缺失产生的呢?既然如此,为什么生成不也是从基底出发的呢?抑或正如处于潜能中的事物是双重的一样——一者关乎实体,另一者关乎偶性——缺失同样也是一方面关乎实体,另一方面关乎偶性?关乎偶性的缺失,由于它存在于实体之中,便分有了大量的存在,通过肯定来表示,是基底,且缺失存在于其中的事物能够运动,如患病的、无教养的、裸露的。而实体的缺失,由于从实体跌落,也就从存在跌落,因而通过否定来表示。显而易见,现在所说的“存在”与“实体”是指处于现实中的事物,而非指缺失、处于潜能者以及质料所分有的那种存在。 他以“裸露的”作为缺失通过肯定来表示的例证,接着又补充了“白”与“黑”,以表明正如这些是通过肯定来表示的,裸露的也是如此。但也许他借此还指明了另一件事:即由彼此产生的相反者,不仅作为从相反者产生,而且也作为从否定产生;因为白从黑产生,乃是因为黑是“非白”;然而它也作为从缺失产生;因为此前为黑的物体具有白的缺席,而它本身具有接受白的天性。缺失不是别的,正是本性上适合内在存在者的缺席。不过,“裸露的”并不是严格意义上的缺失的例证;因为严格意义上的缺失绝不会重新转回到具备状态,就像裸露者转回到穿衣状态那样。 因此,亚里士多德说运动是某种变化,变化比运动具有更宽的外延,称生成与消灭为变化,却不称其为运动。然而柏拉图则相反,似乎认为运动比变化具有更宽的外延;因为他列举了与亚里士多德相同的变化,并意图使它们成为运动(实际上,在《法律篇》第十卷中他也把生成与消灭算作自然运动),而且他还把智性的现实活动命名为运动,将智性自我回复的现实活动比作“旋削之球”的运动。因此,鉴于他们在这些问题上似乎存在如此巨大的分歧,我疑心这种不一致是否仅仅在于名称。对于变化,两者同样将其归于一切依时间发生变异的事物;但至于运动,柏拉图设定一切偏离存在者均为运动,理所当然地称一切变化为运动,甚至由于现实活动从存在中的发散,毫不犹豫地将那些不变且始终处于同样状态的现实活动也称为运动;因为现实活动乃是实体的偏离,又重新奠基于实体。然而亚里士多德在哲学思考上更契合大多数人,并防范他们的误解,因而顾忌于将智性的现实活动称为运动,因其是不变的,或者如他自己更为庄重地所说,智性的现实活动即是实体本身。因为听到“运动”的人立即会想到变化,怀疑运动之物是被动的,并立即将时间与运动联系起来。
- 5.9τὴν κίνησίν τινα μεταβολὴν 〈λέγει, ἐπὶ πλέον οὖσαν τὴν μεταβολὴν〉 τῆς κινήσεως
尖括号内的文字 〈λέγει, ἐπὶ πλέον οὖσαν τὴν μεταβολὴν〉 为现代校订者所作的补缺,用以补充抄本中遗漏的支配动词 λέγει 及其补足语,使之与下文针对柏拉图的对比句(δοκεῖ τὴν κίνησιν ἐπὶ πλέον τῆς μεταβολῆς λέγειν)结构相对称。
- 5.9θαυμάζω, εἰ μὴ μέχρι τῶν ὀνομάτων μόνον ἐστὶν ἡ διαφωνία.
θαυμάζω εἰ 通常表示“对是否……感到惊异/怀疑”,此处与否定词 μή 连用,表达委婉的推测与肯定倾向,意为“我疑心分歧是否仅仅在于……(即认为实质上仅仅在于名称)”。
- 5.9κίνησιν δὲ ὁ μὲν Πλάτων πᾶσαν τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν ὑποθέμενος
分句开头的 κίνησιν 为与前句 τὴν μὲν οὖν μεταβολήν 对比而前置,与 πᾶσαν τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν 共同构成受分词 ὑποθέμενος 支配的双宾格中的宾语补足语。在主语 ὁ μὲν Πλάτων 所带的分词短语 ὑποθέμενος 之后,主句承接为 τάς τε μεταβολὰς ἁπάσας κινήσεις εἶπεν。
