- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:818.17-819.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘介绍了亚历山大和阿斯帕西奥斯关于生成物因是非存在而既不运动也不静止的解释,通过关于位置的第二格与第一格三段论再次证明生成不是运动,并依据相反关系论证了消灭同样既非运动亦非静止。
Λέγει δὲ καὶ ἄλλην ἐξήγησιν τοῦ προκειμένου τοιαύτην ὁ Ἀλέξανδρος· τῷ ἁπλῶς μὴ ὄντι, τουτέστι τῷ δυνάμει, ἐξ οὗ γίνεται τὸ γινόμενον, κατὰ συμβεβηκὸς ὑπάρχει τὸ γίνεσθαι, ὅτι ᾧ συμβέβηκε τὸ ἁπλῶς μὴ ὄν, τουτέστιν ἡ στέρησις, τοῦτο γίνεται· τὸ δὲ κινεῖσθαι οὐ κατὰ συμβεβηκὸς αὐτῷ ὑπάρχει, εἴπερ μηδὲ ἔστιν ὅλως, ἀλλ’ εἴπερ ἄρα, τὸ κινεῖσθαι τούτῳ τῷ μὴ ὄντι ὑπάρχει, ὃ ἀντίκειται τῷ τινὶ ὄντι, ὅπερ ἐστὶν οὐχ ἁπλῶς μὴ ὂν ἀλλὰ τόδε μὴ ὄν, ἐφ’ οὗ ἡ τὶς γένεσις κατηγορεῖται. καὶ τοῦτο δὲ κατὰ συμβεβηκός· οὐ γὰρ καθὸ μὴ ὄν, ἀλλὰ καθὸ ἄλλο τι ὄν· δεῖ γὰρ τὸ κινούμενον εἶναι ὄν· ὄντος γὰρ ἐνέργεια ἡ κίνησις. τεκμήριον οὖν τοῦ μὴ κινεῖσθαι τὸ γινόμενον ἔλαβε τὸ ὑπάρχειν αὐτῷ τὸ μὴ ὄν. ὁ δὲ Ἀσπάσιος οὕτως ἐξηγεῖται τὴν λέξιν ταύτην· “εἰπών, φησίν, ὅτι τὸ μὴ ὄν ἐστι τὸ γινόμενον, ἐπειδὴ τοῦτο ἀμφισβητήσιμον ἦν (εἴποι γὰρ ἄν τις μὴ εἶναι τὸ μὴ ὂν τὸ γινόμενον, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος), διὰ τοῦτο λέγει, ὅτι κἂν ὅτι μάλιστα συγχωρήσωμεν1 τὸ μὴ ὂν κατὰ συμβεβηκὸς λέγεσθαι γίνεσθαι καὶ μὴ κυρίως, ἀλλ’ ὅμως τό γε ἀντιστρέφον αὐτῷ ἀληθές ἐστιν, ὅτι τὸ γινόμενον τὸ μὴ ὄν ἐστιν· οὐ γὰρ ἄν ἔτι γίνοιτο, εἴπερ ὂν ἦν. ἐπεὶ οὖν τὸ γινόμενον οὐκ ὄν ἐστι, τὸ δὲ οὐκ ὂν οὐ κινεῖται, τὸ γινόμενον οὐ κινεῖται, οὐδὲ ἡ γένεσις ἂν εἴη κίνησις.” Ὁμοίως δέ, φησί, καὶ τὸ ἠρεμεῖν τοῖς ἁπλῶς γινομένοις οὐχ ὑπάρχει· καὶ γὰρ ἡ ἠρεμία ὄντος ἐστὶ στέρησις οὖσα τοῦ πεφυκότος κινεῖσθαι· πέφυκε δὲ κινεῖσθαι τὸ ὄν, ὥστε ὃ ἀδύνατον κινεῖσθαι, τοῦτο καὶ ἠρεμεῖν ἀδύνατον. ἀμφότερα γὰρ τοῦ ὄντος εἰσὶν ἐνέργειαι. δείξας οὖν ἐκ τοῦ τῷ γινομένῳ ὑπάρχειν τὸ μὴ ὄν, ὅτι οὔτε κινεῖται τὸ γινόμενον οὔτε ἠρεμεῖ (ἐπεὶ γὰρ ἄμφω ταῦτα ὄντος εἰσὶν ἐνέργειαι), ἐφεξῆς καὶ κατ’ ἄλλην ἐπιχείρησιν τὸ αὐτὸ δείκνυσιν2 ἄτοπόν τι λέγων ἕπεσθαι τοῖς λέγουσι κινεῖσθαι τὸ γινόμενον, εἴπερ μὴ ὄν ἐστιν. εἰ γὰρ πᾶν τὸ κινούμενον ἐν τόπῳ, ὡς δείξει προελθών, τὸ δὲ μὴ ὂν οὐκ ἐν τόπῳ καθ’ αὑτό, τὸ ἄρα μὴ ὂν οὐ κινεῖται, ἐν δευτέρῳ σχήματι συναχθέντος τοῦ λόγου. καὶ ὅτι μὲν τὸ γινόμενον μὴ ὄν ἐστι, πρότερον ὑπέμνησται, ὅτι δὲ τὸ μὴ ὂν οὐκ ἐν τόπῳ, συντόμως ἐνεδείξατο διὰ τοῦ εἴη γὰρ ἄν που.3 εἰ δέ πού ἐστι, δῆλον ὅτι καὶ ἔστι καὶ ἐνεργείᾳ ἔστι· τὸ γὰρ δυνάμει ὂν οὔτε ἁπλῶς ὄν ἐστιν οὔτε πού ἐστιν. ὥστε καὶ ἐν πρώτῳ σχήματι δυνατὸν συναγαγεῖν οὕτω· τὸ γινόμενον τὸ ἐνεργείᾳ μὴ ὄν ἐστι· τὸ ἐνεργείᾳ μὴ ὂν οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτό· τὸ μὴ ὂν ἐν τόπῳ οὐ κινεῖται· τὸ ἄρα γινόμενον οὐ κινεῖται· ἡ ἄρα γένεσις οὐκ ἔστι κίνησις. δυνατὸν δὲ τὸ αὐτὸ καὶ ὑποθετικῶς συλλογίσασθαι. ὅτι δὲ οὐδὲ ἡ φθορὰ κίνησις, δείκνυσι συντόμως προλαβών, ὅτι τῇ κινήσει ἐναντίον ἐστὶν ἤτοι κίνησις ἢ ἠρεμία. ἐπεὶ οὖν ἡ φθορὰ ἐναντία ἐστὶ τῇ γενέσει, εἰ ἔστι κίνησις ἡ φθορά, ἀνάγκη τὴν γένεσιν ἢ κίνησιν εἶναι ἢ ἠρεμίαν. εἰ οὖν ἡ γένεσις δέδεικται μηδέτερον οὖσα τούτων, δῆλον ὅτι οὐδὲ ἡ φθορὰ κίνησίς ἐστιν, ἀλλ’ οὐδὲ ἠρεμία· εἴη γὰρ ἂν πάλιν ἡ γένεσις κίνησις, εἴπερ ἐναντία αὐτῇ ἐστιν ἡ φθορά. κοινότερον δὲ νῦν τὴν ἠρεμίαν ἀντὶ τοῦ ἀντικειμένην εἰπεῖν ἐναντίαν εἶπεν τῇ κινήσει, στέρησιν αὐτὴν ἀποδεικνύναι μέλλων τῆς κινήσεως.
亚历山大对当前文句还提出了另一种如下的解释:对于无条件的非存在,即生成物从中生成的那处于潜能中的事物而言,生成是偶性地从属于它的,因为无条件的非存在(即缺失)偶然附加于其上的事物,正是它在生成;而运动甚至根本不是偶性地从属于它,如果它根本就不存在的话,但即便真要说从属,运动也是从属于这个与受限定的存在相对立的非存在——它不是无条件的非存在,而是并非“某个特定之物”,就它而言受限定的生成被述谓。而这也是偶性的;因为不是就其为非存在而言,而是就其为某种别的存在者而言;因为运动之物必须是存在者;因为运动是存在者的实现活动。因此,他把非存在从属于生成物作为生成物不运动的证据。 而阿斯帕西奥斯则这样解释这句用词:“既已说了,”阿斯帕西奥斯说,“非存在是生成物,由于这一点是有争议的(因为有人可能会说生成物并非非存在,而是出自非存在),正因如此他说,即使我们极力承认非存在被说成生成乃是偶性的而非严格意义上的,但无论如何至少与其换位的命题是真的,即生成物是非存在;因为如果它是存在者,它就不会还在生成。既然生成物是非存在,而非存在不运动,那么生成物就不运动,生成也不可能是运动。” 他说,同样地,静止也不从属于无条件生成之物;因为静止既然是本性上适合运动之物的缺失,它也是属于存在者的;而本性上适合运动的是存在者,从而不可能运动的事物也同样不可能静止。因为两者都是存在者的实现活动。因此,在根据非存在从属于生成物而表明了生成物既不运动也不静止之后(因为这两者都是存在者的实现活动),他接下去又通过另一个论证表明了同样的事情,指出如果生成物确实是非存在,那么对于主张生成物运动的人来说就会随之产生某种荒谬。因为如果一切运动之物都在位置中(正如他随后将要表明的那样),而非存在就自身而言并不在位置中,那么非存在就不运动,这一论证是在第二格中推导出的。并且,生成物是非存在这一点之前已经提及,而非存在不在位置中,他则通过“否则它就会在某处”这一词句简要地指明了。如果它在某处,显而易见它既存在且在现实中存在;因为在潜能中存在者既非无条件的存在者,也不在某处。因此也可以在第一格中这样推导:生成物是在现实中的非存在;在现实中的非存在就自身而言不在位置中;不在位置中的事物不运动;因此生成物不运动;因此生成不是运动。同样的事情也可以用假言推理的方式来推导。 至于消灭也不是运动,他则在预先设定与运动相反者要么是运动要么是静止之后作了简短的证明。既然消灭与生成相反,那么如果消灭是运动,生成就必然要么是运动要么是静止。因此,如果已经表明生成两者都不是,显而易见消灭既不是运动,甚至也不是静止;因为如果消灭与生成相反,生成就又会是运动了。不过在这里,他把静止称为与运动“相反的”,乃是较为宽泛的说法,而非说它是“对立的”,因为他正打算论证静止是运动的缺失。
- 5.8κἂν ὅτι μάλιστα συγχωρήσωμεν
由 κἄν(= καὶ ἐάν)与最高级副词 ὅτι μάλιστα 构成的极限让步结构(“即使我们极力承认”),与下文主句中的 ἀλλ’ ὅμως(“但无论如何”)相呼应。
- 5.8δείξας οὖν ἐκ τοῦ τῷ γινομένῳ ὑπάρχειν τὸ μὴ ὄν, ὅτι οὔτε κινεῖται τὸ γινόμενον οὔτε ἠρεμεῖ (ἐπεὶ γὰρ ἄμφω ταῦτα ὄντος εἰσὶν ἐνέργειαι), ἐφεξῆς καὶ κατ’ ἄλλην ἐπιχείρησιν τὸ αὐτὸ δείκνυσιν
全句骨干为 δείξας οὖν... ἐφεξῆς καὶ κατ’ ἄλλην ἐπιχείρησιν τὸ αὐτὸ δείκνυσιν(“在表明了……之后,他接下去又通过另一个论证表明了同样的事情”)。分词 δείξας 统领介词短语 ἐκ τοῦ... 与 ὅτι 从句,其中插入了说明原因的插入小句 ἐπεὶ γὰρ...。
- 5.8διὰ τοῦ εἴη γὰρ ἄν που
在 διὰ τοῦ 之后的 εἴη γὰρ ἄν που 是对亚里士多德原文(225a26)词句的直接引用。冠词 τοῦ 将这一用于归谬的小句(“否则它就会在某处”)整体名词化。
