- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:80.19-82.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《物理学》第一卷第二章(185b5)转向讨论“一”的多重含义,辛普里丘批判了波菲利的解释,阐述了亚里士多德对“一”所作的专门区分(按属、种、数;连续的、不可分的、定义的),并详细论证了爱利亚派断言存在为“一”所必然陷入的自相矛盾。
" Ἔτι ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται." Πολλαχῶς τὸ ὂν ὑποθέμενος καὶ ἐκ διαιρέσεως λαβὼν τὰς δόξας καθ’ ἃς οἷόν τε ἦν ἓν λέγειν τὸ ὄν, πάλιν τὸ ἓν ὡς πολλαχῶς καὶ αὐτὸ λεγόμενον ὑποτίθεται καὶ δείκνυσι καθ’ ἕκαστον τοῦ ἑνὸς σημαινόμενον ἀδύνατον τὸ ἓν λέγειν τὸ ὄν. οἰκείᾳ δὲ τοῦ ἑνὸς χρῆται διαιρέσει οὐκ ἀρεσκόμενος οἶμαι τοῖς ὑπὸ τοῦ Πορφυρίου λεγομένοις ἐνταῦθα· λέγει γὰρ ὅτι “καὶ τὸ ἓν πολλὰ σημαίνει, πρῶτον μὲν ὅσα καὶ τὸ ὄν, καὶ διελομένοις τὸ ἓν εἰς τὰ αὐτὰ τῷ ὄντι παραπλησίως ἔστιν ἐπιχειρεῖν ἀπαιτοῦντας,1 πῶς ἓν λέγουσιν εἶναι τὸ ὄν, πότερον ὡς οὐσίαν ἢ ὡς ποιὸν ἢ κατά τι τῶν ἄλλων”. ἀκριβέστερον γὰρ ὁ Ἀριστοτέλης ἄλλην μὲν τοῦ ὄντος, ἄλλην δὲ τοῦ ἑνὸς τῶν σημαινομένων οἰκείαν πεποίηται τὴν διαίρεσιν· τὸ γὰρ ἓν ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ ἓν ἔσται. ἀλλὰ τὸ μὲν γένει ἢ εἴδει ἓν οὐκ ἠξίωσεν ὁ Ἀριστοτέλης θέσθαι νῦν, ὡς προφανῶς εἰσάγοντα τὸ πλῆθος. εἰ γὰρ γένει ἓν ἐροῦσιν εἶναι τὸ ὄν, τοῖς εἴδεσι πολλὰ ἔσται καὶ ἔτι γε μᾶλλον τῷ τῶν καθέκαστα ἀριθμῷ. εἰ δὲ τῷ εἴδει ἕν, πρῶτον μὲν αὐτῷ τούτῳ δῆλον ὅτι πολλά· τὸ γὰρ εἶδος γένους ἐστὶν εἶδος, τὸ δὲ γένος κατὰ πλειόνων καὶ διαφερόντων εἰδῶν ἐν τῷ τί ἐστι κατηγορεῖται· ἔπειτα καὶ εἰ τῷ εἴδει ἕν, ἀριθμῷ ἔσται πλείονα· τὸ γὰρ ἓν εἶδος κατὰ πλειόνων τῷ ἀριθμῷ κατηγορεῖται. ταῦτα μὲν οὖν ἐναργῆ καὶ τοῖς τὰ πρῶτα τῶν λογικῶν εἰσηγμένοις, καὶ εἰκότως οὐκ ἠξίωσε μνήμης. τὸ δὲ ἓν τῷ ἀριθμῷ καὶ αὐτὸ πολλαχῶς λέγεται· ἢ γὰρ ὡς τὸ συνεχές, ὡς μίαν εἴποιμι ἂν τὴν γραμμήν, ἢ ὡς τὸ ἀδιαίρετον φύσει, ὡς τὸ σημεῖον καὶ ἡ μονάς, ἢ ὡς τὰ τὸν αὐτὸν ἔχοντα λόγον κἂν ὀνόμασι διαφέρῃ, ὡς λώπιον καὶ ἱμάτιον. κατ’ ἄλλην δὲ πάλιν διαίρεσιν τὸ μὲν δυνάμει ἓν λέγεται, τὸ δὲ ἐνεργείᾳ, καὶ οὕτως ἔχει ταῦτα πρὸς ἄλληλα ἐν τῇ γενέσει ὡς τὸ μὲν ἐνεργείᾳ ἓν δυνάμει πολλὰ εἶναι, τὸ δὲ δυνάμει ἓν ἐνεργείᾳ πολλά, ὡς ἐπὶ τοῦ κηροῦ, ὃς συνεχὴς μὲν ὢν καὶ ἓν ἐνεργείᾳ, δυνάμει πολλά ἐστιν, ὅτι δύναται εἰς πολλὰ διαιρεθῆναι· διεσπασμένος δὲ καὶ πολλὰ ὢν ἐνεργείᾳ, δυνάμει ἕν ἐστιν, ὅτι δύναται συνεχισθῆναι. Διὰ δὴ ταῦτα εἰ μὲν ὡς συνεχὲς ἐροῦσιν ἓν τὸ ὄν, ἔσται ἐνεργείᾳ μὲν ἕν, δυνάμει δὲ πολλὰ καὶ ἄπειρα. συνεχὲς γάρ ἐστιν οὗ τὰ μόρια συνάπτει πρὸς ἕνα κοινὸν ὅρον, καὶ ὃ διαιρετόν ἐστιν εἰς ἀεὶ διαιρετά. εἰ οὖν διότι ἥνωται αὐτοῦ τὰ μόρια, διὰ τοῦτο ἓν αὐτὸ λέγουσι, διότι πολλὰ τὰ ἡνωμένα μέρη, διὰ τοῦτο πολλὰ ἐροῦσι, καὶ διότι εἰς ἄπειρον διαιρετόν, διὰ τοῦτο ἄπειρα φήσουσιν ἢ ἐπ’ ἄπειρον πληθυνόμενον. εἰ οὖν τὸ ὂν ἓν ὡς τὸ συνεχές, τὸ δὲ συνεχὲς πολλά, τὸ ἓν πολλὰ ἔσται. τὰ δὲ πολλὰ οὐχ ἕν· τὸ αὐτὸ ἄρα ἕν τε καὶ οὐχ ἓν ἔσται. ἔτι δὲ ἐπεὶ πλείω τὰ συνεχῆ, πῶς ἐστιν ἓν τὸ ὄν, εἴπερ ὡς συνεχές; πότερον ὡς γραμμή τις ἢ ὡς ἐπιφάνεια ἢ ὡς σῶμα ἢ ὡς τόπος ἢ ὡς κίνησις ἢ ὡς χρόνος; πάντα γὰρ ταῦτα συνεχῆ. καὶ τούτων δὲ ἑκάστου πολλὰ εἴδη. καὶ γὰρ τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι, αἱ δὲ περιφερεῖς· καὶ ἐπιφανείας ἡ μὲν ἐπίπεδος, ἡ δὲ κοίλη, ἡ δὲ κυρτή· καὶ τῆς ἐπιπέδου πλεῖστα σχήματα· καὶ στερεῶν δὲ σωμάτων καὶ τῶν συσχηματιζομένων αὐτοῖς τόπων πολλὰ εἴδη· ὁμοίως δὲ καὶ χρόνου τὸ παρεληλυθὸς καὶ τὸ μέλλον καὶ τὸ ἐνεστηκός, καὶ ὧραι καὶ ἡμέραι καὶ μῆνες καὶ ἐνιαυτοί· καὶ κίνησις ἡ μὲν ἐπ’ εὐθείας, ἡ δὲ κύκλῳ· καὶ πάντα ταῦτα συνεχῆ, καὶ πάντα ἅμα ἐνεργείᾳ πολλὰ καὶ ἕκαστον δυνάμει πολλά. Εἰ δὲ οὕτως ἓν τὸ ὂν ὡς ἀδιαίρετον, ἐπεὶ τὸ ἀδιαίρετον πολλαχῶς, ἢ τὸ μήπω διῃρημένον οἷόν τε δὲ διαιρεθῆναι καθάπερ ἕκαστον τῶν συνεχῶν, ἢ τὸ μηδὲ ὅλως πεφυκὸς διαιρεῖσθαι τῷ μὴ ἔχειν μέρη εἰς ἃ 〈ἂν〉 διαιρεθῇ, ὥσπερ στιγμὴ καὶ μονάς, ἢ τῷ μόρια μὲν ἔχειν καὶ μέγεθος, ἀπαθὲς δὲ εἶναι διὰ στερρότητα καὶ ναστότητα,2 καθάπερ ἑκάστη τῶν Δημοκρίτου ἀτόμων.
“再者,既然‘一’本身也是在多种意义上被言说的。” 他在设定了“存在”是在多种意义上被言说、并通过区分掌握了人们据以可能称存在为“一”的各种意见之后,反过来又设定“一”本身也是在多种意义上被言说的,并证明按照“一”的每一种含义,都不可能称存在为“一”。他使用了适合于“一”的专门区分,我认为这是因为他不满意波菲利在此处的说法;因为波菲利说:“‘一’也具有多种含义,首先正是与‘存在’所具有的同样多,对于将‘一’区分为与‘存在’相同事物的人来说,可以类似地展开论难,要求说明他们究竟如何说存在是一,是作为实体,还是作为性质,抑或是按照其他范畴之一。”因为亚里士多德更加精确地将存在的区分与“一”的诸含义所特有的区分分别作出;因为一要么是在属上为一,要么是在种上为一,要么是在数上为一。但是亚里士多德现在认为不值得设定在属上或种上为一的东西,因为它们明显引入了复多。因为如果他们说存在是在属上为一,它在种上就将是多的,而在个别事物的数上更将是多的。另一方面,如果它在种上为一,首先单凭这一点就显然可见它是多的;因为种是属的种,而属是在“是什么”的提问下被述谓于多个且各不相同的种的;其次,即使它在种上为一,在数上也必将是多数;因为一个种是在数上被述谓于多数事物的。这些事情甚至对于那些刚入门逻辑学的人来说也是显而易见的,他理所当然地认为不值一提。而在数上为一的事物本身也是在多种意义上被言说的:要么是作为连续之物,就像我可以说一条线是一;要么是作为本性上不可分之物,如点和单子;要么是作为具有同一说明定义的事物,即使名称不同,如短袍与外衣。再者,按照另一种区分,一种事物被称为在潜能上为一,另一种被称为在现实上为一,它们在生成中彼此具有这样的关系:在现实上为一者在潜能上为多,而在潜能上为一者在现实上为多;正如在蜡的例子中,当它是连续的且在现实上为一时,由于它能够被分成多份,因而在潜能上为多;而当它被撕开且在现实上为多时,由于它能够被连续化,因而在潜能上为一。 因此,正是由于这些原因,如果他们说存在作为连续之物是一,它就将在现实上是一,而在潜能上是多且无限。因为连续之物是指其各部分结合于一个共同界限、且可分割为总是可分之物的事物。因此,如果因为它的诸部分结合在一起而称它为一,他们也就会因为结合的部分是多数而称它为多,并且因为它可以无限分割而说它是无限的或无止境地倍增。因此,如果存在作为连续之物是一,而连续之物是多,那么一就将是多。但多数并非是一;因此同一事物将既是一又不是一。再者,既然连续之物有多种,如果果真是作为连续之物,存在又是如何为一的呢?是作为某种线,还是作为面,还是作为物体,还是作为场所,还是作为运动,还是作为时间呢?因为所有这些都是连续之物。而且这些事物中的每一种都有许多种。因为在诸线中,有的是直线,有的是曲线;在面中,有的是平面,有的是凹面,有的是凸面;在平面中有着极多的形状;在立体和与它们同构的场所中也有许多种;同样在时间中,有过去、将来和现在,有季节、日、月和年;在运动中,有沿直线的运动,有圆周运动;所有这些都是连续之物,所有这些都同时在现实上为多,且各自在潜能上为多。 如果存在是作为不可分之物而如此为一,那么既然不可分之物有多种意义:要么是尚未被分割但能够被分割之物,如同连续之物中的每一种;要么是由于没有可以被分割成的部分而根本没有本性被分割之物,如点和单子;要么是虽然具有部分和大小,却因坚实和紧密而不可受动[不可分割]之物,如同德谟克利特的每个原子。
- 1.14καὶ διελομένοις τὸ ἓν εἰς τὰ αὐτὰ τῷ ὄντι παραπλησίως ἔστιν ἐπιχειρεῖν ἀπαιτοῦντας
在非人称动词 ἔστιν(“可能”)之后,与格分词 διελομένοις 充当动作主体或条件(“对于区分了……的人而言”),而宾格分词 ἀπαιτοῦντας 则作不定式 ἐπιχειρεῖν(“展开论难”)的逻辑主语(“要求着”)。此处出现了从与格到宾格的轻微句法转换,两个分词指涉同一个论辩主体。
- 1.14ἢ τῷ μηδὲ ὅλως πεφυκὸς διαιρεῖσθαι τῷ μὴ ἔχειν μέρη εἰς ἃ 〈ἂν〉 διαιρεθῇ, ὥσπερ στιγμὴ καὶ μονάς, ἢ τῷ μόρια μὲν ἔχειν καὶ μέγεθος, ἀπαθὲς δὲ εἶναι διὰ στερρότητα καὶ ναστότητα
在关于不可分(τὸ ἀδιαίρετον)的三种分类中,前两项为主格中性分词短语(τὸ μήπω διῃρημένον...,τὸ μηδὲ ὅλως πεφυκός...),而第三项句式发生了转变,采用了表示原因或方式的带冠词不定式与格(τῷ μόρια μὲν ἔχειν... ἀπαθὲς δὲ εἶναι...)。这种句式不一致(破格,anacoluthon)显然受到了紧前表示原因的与格 τῷ μὴ ἔχειν μέρη(“由于不具有部分”)的影响。
