← 辛普里丘

亚里士多德《物理学》注释

§817.3-818.17

基底的存留与生成不属于运动的理由

辛普利丘论证了在偶性的性质变化中是在现实中存留的基底发生运动,而向实体的无条件生成则因缺乏在现实中存留的基底而不可能是运动,并借助质料与缺失解释了非存在的生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8#2

καὶ διὰ τοῦτο κινεῖσθαι λέγοιτο ἄν τὰ ἀλλοιούμενα καὶ οὐ μεταβάλλεσθαι, ὅτι ἐνεργείᾳ τι ὑπομένον ἐνεργεῖ κατὰ τὴν κίνησιν. Τῇ τοίνυν παραθέσει τοῦ τρίτου μὴ ὄντος, καθ’ ὃ ἡ τὶς γένεσις ἐλέγετο, τήν τε διαφορὰν τῆς τινὸς γενέσεως πρὸς τὴν ἁπλῶς ἐδήλωσε καὶ τὴν αἰτίαν ἐφανέρωσε τοῦ τὸ μὲν ἁπλῶς γινόμενον καὶ εἰς οὐσίαν μεταβάλλον μὴ λέγειν κινεῖσθαι, τῶν δὲ ἄλλων τὴν μεταβολὴν κίνησιν ὀνομάζειν. τοῦ μὲν γὰρ τὶ μὲν ὄντος ἐνεργείᾳ οἷον ἀνθρώπου, τὶ δὲ μὴ ὄντος οἷον οὐ λευκοῦ1 διὰ τὸ δυνάμει εἶναι λευκὸν δύναται τὸ ἐνεργείᾳ ὄν, ὁ ἄνθρωπος, κινεῖσθαι οὐ καθ’ αὑτό (ὑπομένει γὰρ ὁ ἄνθρωπος), ἀλλὰ κατὰ τὸ συμβεβηκὸς αὐτῷ. διὸ καὶ κατὰ συμβεβηκὸς αὐτό φησι κινεῖσθαι,2 οὐ συνήθως τῷ ὀνόματι χρησάμενος. ἡ γὰρ ἀπὸ τοῦ μὴ λευκοῦ εἰς λευκὸν μεταβολὴ καθ’ αὑτό ἐστιν, ἀλλ’ οὐ κατὰ συμβεβηκός, κέκληκε δὲ αὐτὸ κατὰ συμβεβηκός, ὅτι τὸ οὕτως μὴ ὂν ὡς μὴ λευκὸν τῷ ἐνεργείᾳ ὄντι συμβέβηκεν. εἰ δὲ οὕτω τὸ τὶ μὴ ὂν κινεῖται, τὸ ἁπλῶς μὴ ὄν, τουτέστι τὸ μὴ ὂν ἐνεργείᾳ μηδὲ ὑπομένον, οὔτ’ ἂν καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκὸς κινοῖτο. οὔτε γὰρ καθὸ μὴ ἔστι κινεῖται οὔτε τῷ ἄλλο τι εἶναι ἐνεργείᾳ ταὐτὸν μένον, ὡς ἄνθρωπος ἦν τὸ μὴ λευκόν. εἰ οὖν τὸ οὕτω μὴ ὂν ἀδύνατον κινεῖσθαι, ἡ δὲ ἐκ τοῦ οὕτω μὴ ὄντος, ὃ ἁπλῶς μὴ ὂν ἐλέγετο, εἰς τὸ ἁπλῶς καὶ ἐνεργείᾳ ὂν μεταβολὴ γένεσις ἦν, ἀδύνατον τὴν γένεσιν κίνησιν εἶναι· γίνεται μὲν γὰρ τὸ μὴ ὄν (οὐ γὰρ δὴ τὸ ὄν), κινεῖται δὲ τὸ ὄν, εἴπερ ἐνέργειά τις ἡ κίνησις. διὸ ἐπιστῆσαι χρή, ὅτι ἐν μὲν τοῖς εἰς οὐσίαν μεταβάλλουσιν κίνησις μὲν ὅλως οὐκ ἔστιν, ὅτι οὐκ ἔστι τι ἐν αὐτοῖς τὸ ἐνεργείᾳ ὄν, ἵνα ἐνεργῇ τὴν κίνησιν,3 μεταβολὴ δὲ μόνον ἐν ἐκείνοις ἐστὶν ἡ κατὰ γένεσιν· ἐν δὲ ταῖς κατὰ ποιότητα ἢ κατὰ ποσότητα ἢ κατὰ τόπον μεταβολαῖς ἢ ὅλως ταῖς παρὰ τὴν οὐσίαν, κίνησις μέν ἐστι τοῦ ἐνεργείᾳ ὑπομένοντος, οἷον τοῦ ἀνθρώπου κινουμένου, γένεσις δὲ τοῦ λευκοῦ ἐκ μὴ λευκοῦ, τὸ δὲ ὅλον ἀλλοίωσις. οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων. διὰ τοῦτο οὖν ἡ γένεσις κίνησις οὐκ ἔστιν, ὅτι οὐκ ἔστι τὸ κινούμενον ἐνεργείᾳ τι ὑπομένον, ὡς τὸ ἀλλοιούμενον καὶ αὐξόμενον καὶ φερόμενον· ὁ γὰρ ἄνθρωπος ὑπομένων λευκαίνεται, τὸ δὲ οὐ λευκὸν τὸ ἐν αὐτῷ οὐχ ὑπομένον, ὥσπερ ὁ ἄνθρωπος, μεταβάλλει εἰς τὸ λευκόν· διὸ οὐ κινεῖται μὲν τὸ οὐ λευκόν, γίνεται δὲ λευκόν. ὥστε ἡ γένεσις οὐκ ἔστι κίνησις. Εἰπὼν δὲ ὅτι τὸ μὴ ὄν, ἐξ οὗ ἡ γένεσις, οὐ κινεῖται μὲν γίνεται δέ (γίνεται γάρ φησι τὸ μὴ ὄν), πῶς εἶπεν γίνεσθαι τὸ μὴ ὂν ἐξηγεῖται, ὅτι οὐ τὸ καθ’ αὑτὸ μὴ ὂν γίνεται, ἀλλ’ ᾧ συμβέβηκε τὸ μὴ ὄν· ἡ γὰρ ὕλη καὶ ὅλως τὸ δυνάμει ἐξ οὗ γίνεται τὸ γινόμενον οὐ καθ’ αὑτὸ μὴ ὄν ἐστιν, ἀλλ’ ὅτι συμβέβηκεν αὐτῷ τὸ μὴ ὂν οἷον ἡ στέρησις, ἥτις οὐχ ὑπομένει ἐν τῇ γενέσει. πλὴν καθόσον τὸ γινόμενον διὰ τὴν στέρησιν οὐκ ἔστι τοῦτο ὅπερ γίνεται, ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν κατὰ τοῦ γινομένου ἁπλῶς· τὸ γὰρ ἁπλῶς γινόμενον οἷον ἡ ὕλη τοῦ ἀνθρώπου οὐδὲν ἔχον ἐνεργείᾳ ὑπομένον ὅλον κατὰ τὸ δυνάμει καὶ τὴν στέρησιν τοῦ ἀνθρώπου ὑφέστηκεν· ὁ δὲ λευκαινόμενος ἄνθρωπος ὑπομένοντος τοῦ κατ’ ἐνέργειαν ἀνθρώπου λευκαίνεται. εἰ οὖν τὸ γινόμενον ἀληθὲς εἰπεῖν μὴ ὄν, ὅτι μηδέν ἐστι κατ’ ἐνέργειαν, τὸ δὲ μὴ κατ’ ἐνέργειαν οὐ κινεῖται, ἡ γένεσις οὐκ ἂν εἴη κίνησις.

正因如此,经受性质变化者才可以说是运动,而不仅是变化,因为在现实中作为某种事物存留者是依照运动而在实现活动。因此,通过并列第三种非存在(依照它受限定的生成被言说),他既表明了受限定的生成与无条件生成的区别,又阐明了为何不说那无条件生成且向实体变化者运动、而把其余事物的变化称为运动的原因。因为就一方面在现实中是某种事物(如人)、另一方面因其在潜能中为白而并非某种事物(如非白)者而言,在现实中存在者即人,能够运动并不是就自身而言(因为人存留着),而是依照附属于他的偶性。因此他也说它是偶性地运动,这并不是按通常习惯使用该词。因为从非白向白的变化是就自身而言的,而不是偶性的,但他称之为偶性的,乃是因为这种作为非白的非存在附属于在现实中存在者。但是,如果受限定的非存在是如此运动,那么无条件的非存在,即既不在现实中存在也不存留者,就既不能就自身运动也不能偶性地运动。因为既不是因其不存在而运动,也不是因在保持同一的同时在现实中是某种别的事物而运动(正如非白曾是人那样)。因此,如果如此的非存在不可能运动,而从如此的非存在(它被称为无条件的非存在)向无条件且在现实中存在者的变化是生成,那么生成就不可能是运动;因为生成的是非存在(必定不是存在者),而运动的是存在者,如果运动确实是某种实现活动的话。因此应当指出,在向实体变化的事物中根本没有运动,因为在它们之中没有任何在现实中存在的事物来施行运动,在它们之中唯有依照生成的改变;而在依照性质、依照数量或依照地点的变化中,或者一般而言在实体之外的变化中,则有在现实中存留之物的运动(如人运动),却有出于非白的白的生成,而全体则是性质变化。在其他情况下亦复如此。因此,生成不是运动,乃是因为并不存在像经受性质变化、增长和位移之物那样在现实中作为某种事物存留的运动之物;因为人在存留的同时变白,但他之中的非白却不像人那样存留,而是变化为白;因此非白并不运动,而是变为白。从而生成不是运动。而在说了生成从中而出的非存在并不运动而是生成(因为他说非存在生成)之后,他又解释了他是在何种意义上说非存在生成的,即并非就自身而言的非存在生成,而是非存在偶然附加于其上的事物生成;因为质料以及生成物从中生成的那处于潜能中的事物一般而言并非就自身而言的非存在,而只是因为诸如缺失这类在生成中并不存留的非存在偶然附加于其上。只是在生成物因缺失而并非它所生成之物的限度内,说非存在从属于无条件生成之物才是真的;因为无条件生成之物(如人的质料)在现实中没有任何存留之物,完全是依照人的潜能与缺失而立足的;而变白的人则是在现实中的人存留的状态下变白的。因此,如果说生成物是非存在是真的(因为它在现实中什么都不是),而不在现实中者并不运动,那么生成就不可能是运动。

语法注3 条
  1. 5.8τοῦ μὲν γὰρ τὶ μὲν ὄντος ἐνεργείᾳ οἷον ἀνθρώπου, τὶ δὲ μὴ ὄντος οἷον οὐ λευκοῦ

    属格短语 τοῦ μὲν ... ὄντος 既可解释为松散的独立属格,先于主句主语 τὸ ἐνεργείᾳ ὄν, ὁ ἄνθρωπος 而出,亦可视为表示关涉或范围的属格(“在……的情况下”)。考虑到上下文正就这二重状态(现实中的人与偶性上的非白)展开论述,将其理解为统摄全句论述情境的“关于/在……的情况下”之句构最为连贯。

  2. 5.8κατὰ συμβεβηκὸς αὐτό φησι κινεῖσθαι

    动词 φησί 未明示主语,指亚里士多德(见《物理学》225a27–29),而不定词的宾格主语代词 αὐτό 指前文受限定的非存在(具体为非白)。紧接着的分词短语 οὐ συνήθως τῷ ὀνόματι χρησάμενος 说明了注解者的观点:通常是主体(人)被说成偶性地运动,而此处亚里士多德却反常地以偶性本身(非白)为被说明项而称其“偶性地运动”。

  3. 5.8ἵνα ἐνεργῇ τὴν κίνησιν

    动词 ἐνεργῇ 带宾格 τὴν κίνησιν 作为同族宾格(内部宾格),意为“施行运动的实现活动”。它强调在生成过程中缺乏现实中存留的基底来充当承担并实施运动这种实现活动的主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:817.3-818.17