- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:815.16-817.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘遵循亚里士多德,梳理了非存在的三个含义(陈述中的假、潜能中的非存在、缺乏特定性质的非存在),作为论证生成与毁灭并非运动的前提,并阐明了陈述中的假与实体潜能中的非存在为何都不能成为运动的主体。
" Εἰ δὴ τὸ μὴ ὂν λέγεται πλεοναχῶς ἕως τοῦ τῇ δὲ φθορᾷ γένεσις ἐναντίον." Τὸ μὲν προκείμενόν ἐστι δεῖξαι ὅτι οὔτε ἡ γένεσις οὔτε ἡ φθορὰ κινήσεις εἰσίν. ἐπειδὴ δὲ ἡ μὲν γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν εἴρηται μεταβολή, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, πολλαχῶς δὲ λέγεται τὸ μὴ ὄν, τὰς σημασίας αὐτοῦ πρῶτον ἀπαριθμεῖται. καὶ δείκνυσι λοιπόν, 〈ὅτι〉 τὸ πὼς λεγόμενον μὴ ὂν τὸ τῇ γενέσει καὶ φθορᾷ προσῆκον κινεῖσθαι1 ἀδύνατόν ἐστι. τὸ μὲν οὖν οὕτω μὴ ὂν ὡς μηδαμῇ μηδαμῶς ὂν ὡς πάντῃ ἀδρανὲς παρῆκε, τὸ δὲ ὁπωσοῦν ἐν ὑποστάσει μὴ ὂν τριχῇ διεῖλεν. λέγεται γὰρ μὴ ὂν τὸ μέν, ὡς ψεῦδος, ὅπερ ἐν συνθέσει καὶ διαιρέσει ἐστίν· ἢ γὰρ συντίθησι τὰ μὴ συγκείμενα ὡς ὁ λέγων ‘Λεύκων κέρατα ἔχει’, ἢ διαιρεῖ τὰ μὴ διῃρημένα, ὡς ὅταν λέγῃ Ἀριστόξενον μὴ εἶναι μουσικόν. τὸ δὲ συγκεῖσθαι καὶ διαιρεῖσθαι κυρίως μὲν ἐπὶ τῶν σωμάτων λέγεται, κατὰ μεταφορὰν δὲ ἐπὶ τοῦ ὑπάρχοντος καὶ μὴ ὑπάρχοντος, τουτέστιν ἐν καταφάσει καὶ ἀποφάσει· σύνθεσις μὲν γὰρ ἡ κατάφασις, διαίρεσις δὲ ἡ ἀπόφασις. ἐν ταύταις δὲ τὸ ψεῦδος καὶ τὸ ἀληθὲς (ὁ γὰρ ἀποφαντικὸς λόγος ταῦτα ἔχει) λέγεται μὴ ὄν, καὶ τὸ δυνάμει μὲν ὂν ἐνεργείᾳ δὲ μὴ ὄν, ὃ ἀντίκειται τῷ ἐνεργείᾳ ὄντι λεγόμενον ἁπλῶς μὴ ὄν διὰ τὴν πρὸς τὸ ἁπλῶς ὂν ἀντίθεσιν· ἀντίκειται γὰρ τὸ δυνάμει τῷ ἐνεργείᾳ, ὡς τὸ μήπω ὂν ὅλως πρὸς τὸ ἤδη ὄν. καὶ ἡ ἐκ τοῦ τοιούτου μὴ ὄντος μεταβολὴ εἰς τὸ ἀντικείμενον αὐτῷ ὂν ἡ ἁπλῆ καὶ ἁπλῶς γένεσις ἦν. λέγεται δὲ μὴ ὂν καὶ τόδε μέν τι μὴ ὄν, ἄλλο δέ τι ἐνεργείᾳ ὄν, οἷον θερμὸν μὲν οὐκ ἔστι, σῶμα δὲ ἔστιν ἐνεργείᾳ· περὶ ὃ ὑπομένον τὸ μὴ ὂν θερμὸν εἰς τὸ θερμὸν μεταβάλλει. διὸ καὶ τινὰ γένεσιν καὶ τινός, ἀλλ’ οὐχ ἁπλῶς γένεσιν ταύτην ἐκάλει τὴν μεταβολήν. καὶ ἦν ἡ μὲν πρώτη γένεσις ἡ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἐπὶ τῶν οὐσιῶν ἁπλῆ γένεσις οὖσα καὶ ἁπλῶς γένεσις, ὅτι ἐκ τοῦ μὴ ὄντος τοῦ τῷ ἐνεργείᾳ ἀντικειμένου ἡ μεταβολὴ ἦν. τῶν γὰρ μὴ ὄντων, ὅσα ἐνδέχεται ὅλως εἶναι μὴ ὄντα, τὸ ἁπλῶς μὴ ὂν τὸ τῷ ἁπλῶς ὄντι ἀντικείμενόν ἐστιν· ἁπλῶς δὲ ὂν τὸ ἐνεργείᾳ ὄν ἐστιν, ὥστε καὶ ἁπλῶς μὴ ὂν τὸ δυνάμει. ἐνδειξάμενος οὖν τὴν εἰς τὰ τρία ταῦτα τοῦ ὁπωσοῦν ἐν ὑποστάσει μὴ ὄντος διαίρεσιν λέγει μήτε τὸ κατὰ σύνθεσιν καὶ διαίρεσιν μὴ ὄν, τουτέστι τὸ κατὰ κατάφασιν καὶ ἀπόφασιν ψεῦδος, κινεῖσθαι2 (οὔτε γὰρ λόγος ψευδὴς οὔτε δόξα, ὅταν εἰς ἀληθῆ μεταβάλλῃ, κινεῖται, ὡς ἔδειξεν ἐν Κατηγορίαις· οὐ γὰρ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀεὶ μεταπίπτει ταῦτα, ἀλλὰ ἄλλων πολλάκις τινῶν κινουμένων· ὁ γὰρ πρότερον ψευδόμενος τῇ δόξῃ καὶ τῷ λόγῳ, ὅτι κάθηται Σωκράτης, ἐὰν ἑστὼς τυγχάνῃ καθίσαντος αὐτοῦ ἀληθεύσει, οὐ τῆς δόξης ἢ τοῦ λόγου μεταβαλλόντων, ἀλλὰ τοῦ πράγματος)· οὔτε οὖν τὸ κατὰ σύνθεσιν ἢ διαίρεσιν φησὶν ἐνδέχεται κινεῖσθαι, εἴπερ μηδὲ μεταβάλλει ὅλως τοῦτο καθ’ αὑτό, ἀλλὰ ἄλλου μεταβάλλοντος αὐτὸ μεταβάλλει, οὔτε δὲ τὸ κατὰ δύναμιν μὴ ὄν, τουτέστιν τὸ ὡς δυνάμει μὴ ὄν, ὃ τῷ κατ’ ἐνέργειαν ὄντι ἀντίκειται. οὔτε τοῦτο οὖν φησι δυνατὸν κινεῖσθαι, διότι ἡ κίνησις κἂν ἀτελὴς ἐνέργεια, ἀλλ’ οὖν ἐνέργειά πώς ἐστι. καὶ χρὴ τὸ κινούμενον, ἐνεργείᾳ τι ὂν καὶ τόδε τι ὂν καὶ σῳζόμενον κινεῖσθαι· τὸ δὲ οὕτω λεγόμενον μὴ ὂν οὐδὲν τῶν ὄντων ἐστὶν ἐνεργείᾳ· οὐδὲ γὰρ τὸ σπέρμα μένον σπέρμα μεταβάλλει εἰς φυτὸν ἢ ζῷον, ὥσπερ ὁ ἄνθρωπος μένων ἄνθρωπος κατά τι τῶν ἑαυτῷ συμβεβηκότων κινεῖται ἀπὸ τοῦ μὴ λευκοῦ εἰς λευκὸν καὶ ἀπὸ τοῦ μὴ ἀγαθοῦ εἰς ἀγαθὸν μεταβάλλων.
“因此,如果非存在有多重含义……直至:而与毁灭相对立的则是生成。” 摆在我们面前的课题是证明生成与毁灭都不是运动。既然生成已被说成是从非存在向存在变化,而毁灭是从存在向非存在变化,且非存在有多种含义,他就首先列举了它的各种意义。接着他表明,以某种方式言说且适于生成和毁灭的非存在是不可能运动的。因此,他就把那种在任何方面以任何方式都不存在的非存在当作完全无力的东西舍弃不论,而把在实在中以无论何种方式存在的非存在划分为三类。因为非存在在一方面作为假而被言说,这存在于结合与分离之中:它要么结合未被结合者(如说“留孔有角”的人),要么分离未被分离者(如说阿里斯托克塞诺不是音乐家之时)。但是,被结合与被分离严格说来是就物体而言的,借喻地则是就从属与不从属而言,即在肯定与否定之中;因为肯定就是结合,而否定就是分离。在这些之中,假与真(因为断定陈述具有这些)被说成是非存在;此外,在潜能中存在而在现实中不存在者也被说成是非存在,它与在现实中存在者相对立,因其与无条件的存在相对立而被称作无条件的非存在;因为潜能中的事物与现实中的事物相对立,正如完全尚未存在者与已经存在者相对立一样。从这种非存在向与其相对立的存在变化,就是单纯且无条件的生成。非存在也被说成不是某个特定的“这个”,但在现实中是某种别的事物,例如它虽不是热的,但在现实中是一个物体;围绕着存留的这个物体,不热的东西变化为热。因此,他把这种变化称为受限定的生成和某种事物的生成,而不是无条件的生成。而关于实体、出于无条件非存在的第一种生成,则是单纯的生成和无条件的生成,因为这种变化是出于与现实中的事物相对立的非存在。因为在所有可能成为非存在的非存在之中,无条件的非存在是与无条件的存在相对立的;而无条件的存在是在现实中存在者,因此无条件的非存在也就是在潜能中的事物。因此,在指明了在实在中以无论何种方式存在的非存在的这三类划分之后,他说,依照结合与分离的非存在,即依照肯定与否定的假,并不运动(因为无论是假的言辞还是意见,在向真转变时都不运动,正如他在《范畴篇》中所指出的那样;因为这些并不总是依照其自身之中的变化而转移,而是往往由于某些其他事物的运动;因为先前在意见和言辞上错误地认为苏格拉底正坐着的人,如果苏格拉底碰巧正站着,那么在他坐下之后这人就会说出真话,这不是由于意见或言辞发生变化,而是事物本身发生了变化)。因此他说,依照结合或分离者不可能运动,如果它根本不是依照其自身变化,而是由于他物变化而变化的话;依照潜能的非存在,即作为潜能中的非存在而与现实中的存在相对立者,也不可能运动。因此他说,这也不可能运动,因为运动纵使是不完全的现实活动,但无论如何也是某种现实活动。运动之物必须是在现实中为某种事物、为某个特定的“这个”且被保持着的状态下运动;然而如此被言说的非存在在现实中决不是任何存在者;因为种子并不是在保持为种子的状态下变化为植物或动物的,并不像人在保持为人的状态下依照其偶性之一而运动,从非白向白、从非善向善变化那样。
- 5.8καὶ χρὴ τὸ κινούμενον, ἐνεργείᾳ τι ὂν καὶ τόδε τι ὂν καὶ σῳζόμενον κινεῖσθαι
这是由无人称动词 χρή 支配的带连词宾格不定词结构,其中宾格 τὸ κινούμενον 充当不定词 κινεῖσθαι 的逻辑主语。三个并列的现在分词 ἐνεργείᾳ τι ὄν、τόδε τι ὄν 和 σῳζόμενον 作为附带情况或表语性分词修饰逻辑主语,表示运动得以进行的必要条件(“在现实中为某种事物、为某个特定的‘这个’且被保持着的状态下”)。
- 5.8ἐνδειξάμενος οὖν τὴν εἰς τὰ τρία ταῦτα τοῦ ὁπωσοῦν ἐν ὑποστάσει μὴ ὄντος διαίρεσιν λέγει μήτε τὸ κατὰ σύνθεσιν καὶ διαίρεσιν μὴ ὄν... οὔτε οὖν τὸ κατὰ σύνθεσιν ἢ διαίρεσιν φησὶν ἐνδέχεται κινεῖσθαι... οὔτε δὲ τὸ κατὰ δύναμιν μὴ ὄν... οὔτε τοῦτο οὖν φησι δυνατὸν κινεῖσθαι
由主动词 λέγει 所引导的不定词从句因插入了较长的附带解释(援引《范畴篇》关于言辞与意见的论述)而中断,随后通过带有复指小词 οὖν 的 φησίν 重新接续主句。从结构上看,在分词短语 ἐνδειξάμενος 之后,第一项“结合与分离中的非存在”(μήτε τὸ κατὰ σύνθεσιν...)的不运动性由 οὔτε οὖν τὸ κατὰ σύνθεσιν... 再次确认,第二项“潜能中的非存在”(οὔτε δὲ τὸ κατὰ δύναμιν μὴ ὄν...)的不运动性则由 οὔτε τοῦτο οὖν φησι δυνατὸν κινεῖσθαι 作出断定。
