- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:813.17-815.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德论述变化诸种中的生成与毁灭之处(225a12),探讨了无条件生成(实体生成)与受限定生成(偶性生成即性质变化)之区别所引发的疑难及解答,征引阿斯帕修关于语言附加的说明,并考察了毁灭中的潜能与现实问题。
" Ἡ μὲν οὖν ἐξ οὐχ ὑποκειμένου ἕως τοῦ καθάπερ ἐλέχθη καὶ ἐπὶ τῆς γενέσεως." Ἀποκρίνας τὴν ἀδόκιμον συμπλοκὴν τὴν ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον διὰ τὸ μήτε ἐναντίαν μήτε ἐν ἀντιφάσει εἶναι τὰς τρεῖς λοιπὸν ὑποβάλλει τοῖς εἴδεσι τῆς μεταβολῆς. καὶ πρώτην τὴν ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον κατὰ ἀντίφασιν γινομένην γένεσιν εἶναί φησιν καλῶς τὸ κατὰ ἀντίφασιν προσθείς· οὐ γὰρ ἐκ μὴ λευκοῦ εἰς γλυκὺ ἡ μεταβολὴ γίνεται, πλὴν εἰ μὴ κατὰ συμβεβηκός, τὴν δὲ καθ’ αὑτὸ πᾶσαν ἐκ μὴ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴν ἀνάγκη κατὰ ἀντίφασιν γίνεσθαι. ἐπειδὴ δὲ διχῶς ἡ γένεσις λέγεται, ἡ μὲν ἁπλῶς, ἡ δὲ τὶς· ἁπλῶς μὲν γὰρ γένεσις ἐπὶ τῶν οὐσιῶν λέγεται, ὅταν ἐκ μὴ ὄντος ἁπλῶς εἰς ὂν ἡ μεταβολὴ γίνηται, τὶς δὲ γένεσις ἐπὶ τῶν ἄλλων, ὅταν ἐκ τοῦ τινὸς μὴ ὄντος εἰς τὸ ἀντικείμενον αὐτῷ μεταβάλλῃ. οἷον ἐκ τοῦ μὴ λευκοῦ ἀνθρώπου εἰς λευκὸν ἄνθρωπον τὶς γένεσις οὐχ ἁπλῶς οὐδὲ οὐσίας γένεσις. οὐδὲ γὰρ ἐξ ἁπλῶς μὴ ὄντος. ἁπλῶς δὲ μὴ ὂν οὐ τὸ μηδαμῇ μηδαμῶς ὂν λέγει (ἐκ γὰρ τοῦ οὕτω μὴ ὄντος οὐδὲν γίνεται), ἀλλὰ τὸ ἐνεργείᾳ μὲν μὴ ὂν δυνάμει δὲ ὄν· ἁπλῶς γὰρ μὴ ὂν τὸ ἁπλῶς μὴ τόδε· ἁπλῶς δὲ μὴ τόδε τὸ μὴ κατ’ ἐνέργειαν ὄν. πῶς δὲ οὐχὶ καὶ ἡ τῆς οὐσίας γένεσις ἐκ τοῦ μὴ τόδε ὄντος,1 ἄλλο δέ τι ὄντος ἐστίν, ὥσπερ καὶ ἡ τοῦ λευκοῦ, ἀλλ’ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος (εἴ γε μηδέποτε ἡ ὕλη καθ’ αὑτήν ἐστιν, ἀλλ’ ἀεὶ μετά τινος εἴδους καὶ ἐνεργείᾳ· καὶ γὰρ ὁ ἄνθρωπος ἐκ σπέρματος γίνεται καὶ ἡ συκῆ· τὸ δὲ σπέρμα οὐ μόνον δυνάμει ἐστὶν ἄνθρωπος, ἀλλὰ καὶ ἐνεργείᾳ σπέρμα, ὥσπερ τὸ μὴ λευκὸν ἐξ οὗ τὸ λευκὸν γίνεται)· πῶς οὖν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος οὐσία, τὸ δὲ λευκὸν ἐκ τοῦ τινὸς μὴ ὄντος; λύουσι δὲ ταύτην τὴν ζήτησιν λέγοντες, ὅτι ἡ μὲν οὐσία οὐκ ἐξ ἐναντίου, ἀλλ’ ἐκ στερήσεως γίνεται (οὐ γὰρ ἔχει ἡ οὐσία ἐναντίον), τὸ δὲ λευκὸν ἐκ τοῦ μέλανος ἢ τοῦ μεταξὺ ὡς μέλανος. ᾧ οὖν διαφέρει ἡ στέρησις τοῦ ἐναντίου, τούτῳ διαφέρει τὸ νῦν λεγόμενον ἁπλῶς μὴ ὄν,2 ἐξ οὗ ἡ τῆς οὐσίας γένεσις, τοῦ τινὸς μὴ ὄντος, ἐξ οὗ ἡ τῶν ἄλλων, ἥτις οὐδὲ γένεσις ἁπλῶς λέγεται, ἀλλὰ τὶς γένεσις· καθόσον μὲν ἐκ τοῦ μὴ τόδε, καὶ αὐτὴ γένεσις, καθόσον δὲ ἐκ τοῦ τόδε καὶ ἐναντίου, ἀλλοίωσις. Καὶ προσφυέστερον δὲ ἔτι λύοντες λέγουσιν, ὅτι ἡ μὲν εἰς οὐσίαν μεταβολὴ οὐδενὸς ἐνεργείᾳ ὑποκειμένου καὶ ὑπομένοντος γίνεται, καθ’ οὗ δυνάμεθα κατηγορῆσαι, ὅτι τόδε ἐστὶ τὸ μεταβάλλον· ἐπὶ γὰρ τῆς εἰς οὐσίαν μεταβολῆς αὐτὸ τὸ ὑποκείμενον ἄλλοτε ἄλλο γίνεται οἷον τὸ σπέρμα. διὸ καὶ ἐκ τοῦ μὴ ὄντος ἁπλῶς ἡ εἰς οὐσίαν μεταβολὴ λέγεται, αἱ δὲ κατὰ τὰ ἐναντία συμβεβηκότα μεταβολαὶ ἐνεργείᾳ τι ἔχουσιν ὑποκείμενον ταὐτὸ μένον, ᾧ συμβεβήκασι τὰ ἐναντία, καθ’ οὗ τὸ ἀλλοιοῦσθαι κατηγορεῖται, ὡς ὁ ἄνθρωπος μένων ἄνθρωπος μελαίνεται ἢ τόδε τὸ σῶμα, καὶ οὐχὶ ἄλλο τι γινόμενον, ὥσπερ τὸ σπέρμα μὴ μένον σπέρμα, ἀλλὰ ἀεί τι ἄλλο γινόμενον μεταβάλλει εἰς ἄνθρωπον. καὶ τοῦτο δὲ καλῶς προστίθησιν ὁ Ἀσπάσιος εἰς διάκρισιν τῆς ἁπλῶς γενέσεως καὶ τῆς τινός, ὅτι ἡ μὲν ἁπλῶς γένεσις ἄνευ προσθέσεως λέγεται· ἄνθρωπος γὰρ λέγεται γεγονέναι καὶ ἵππος, λευκὸν δὲ μετὰ προσθήκης· ἄνθρωπον γὰρ λευκόν. Εἰπὼν δὲ περὶ τῆς ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολῆς, ὅτι ἁπλῶς γένεσις αὕτη, ἐφεξῆς περὶ τῆς ἀντικειμένης αὐτῇ λέγει, τῆς ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον. καί φησι τὴν μεταβολὴν ταύτην φθορὰν εἶναι, ἁπλῶς μὲν τὴν ἐκ τῆς οὐσίας εἰς τὸ μὴ ὂν αὐτῆς, τινὰ δὲ τὴν εἰς τὴν ἀντικειμένην ἀπόφασιν· οὐ γὰρ ἡ ἐκ τοῦ γλυκέος εἰς τὸ μὴ λευκὸν μεταβολὴ φθορά τίς ἐστιν ὡρισμένη, ἀλλ’ ἡ εἰς τὴν οἰκείαν ἀπόφασιν εἰς τὸ μὴ γλυκύ, ὡς ἔλεγεν ἐπὶ τῆς γενέσεως, κατὰ ἀντίφασιν. ταὐτὸν γὰρ εἰπεῖν κατὰ ἀντίφασιν καὶ εἰς τὴν ἀντικειμένην ἀπόφασιν. ἀλλ’ εἰ ἡ φθορὰ μεταβολή ἐστιν ἐξ ὄντος εἰς μὴ ὄν, πᾶσα δὲ μεταβολὴ ἐκ τοῦ δυνάμει ἐστὶν εἰς τὸ ἐνεργείᾳ, ἔσται τὸ μὲν ὂν δυνάμει, τὸ δὲ μὴ ὂν ἐνεργείᾳ. ἢ καὶ τὸ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν μεταβάλλον, καθόσον τὸ ὂν δυνάμει μὴ ὄν ἐστι καὶ πέφυκε μὴ ὂν γίνεσθαι, κατὰ τοῦτο μεταβάλλει εἰς τὸ μὴ ὂν τὸ ἐνεργείᾳ ὄν.3
“因此,从非基底……直至:正如在生成的情形中所说的那样。” 在排除了“从非基底向非基底”这一不合格的组合之后(因为它既非相反,也不在矛盾对立之中),他接下来将剩下的三种置于变化的诸种之下。他说,第一种依照矛盾对立而从非基底向基底发生的变化是生成,他恰当地补充了“依照矛盾对立”;因为从非白向甜的变化除出于偶性外并不发生,而一切依自身的从非基底向基底的变化必然依照矛盾对立而发生。 既然生成有两种说法,一种是无条件的,另一种是受限定的:因为无条件的生成是就实体而言的,即当变化是从无条件的非存在向存在发生之时;而受限定的生成是就其他范畴而言的,即当变化从某种非存在向与它相对立者发生之时。例如,从非白的人向白的人的变化是某种受限定的生成,而不是无条件的生成,亦非实体的生成;因为这不是从无条件的非存在而来的。然而他所说的“无条件的非存在”,并不是指在任何方面以任何方式都不存在的事物(因为从如此不存在者中产生不出任何事物),而是指在现实上虽不存在但在潜能上存在的事物;因为无条件的非存在就是无条件地非“这个”,而无条件地非“这个”就是在现实上不存在者。 然而,为何实体的生成不是也从并非“这个”但却作为某种其他存在者而来,正如白的情形一样,而是从无条件的非存在而来?(如果质料决不可能依其自身存在,而总是伴随着某种形式并在现实中存在;因为人也是从种子生成,无花果树亦然;而种子不仅在潜能上是人,而且在现实上是种子,就像产生白的非白一样)。那么实体怎么会是从无条件的非存在而来,而白则是从某种非存在而来呢?他们通过指出下述理由来解决这一疑难:实体不是从相反者生成,而是从缺失生成(因为实体没有相反者),而白则是从黑或作为黑的中介物生成。因此,缺失在何种程度上区别于相反者,如今所说的实体生成所由之出的“无条件的非存在”,就在何种程度上区别于其他事物生成所由之出的“某种非存在”——这一〔生成〕甚至不能被无条件地称为生成,而被称为某种受限定的生成;就其出于非“这个”而言,它本身也是生成,但就其出于“这个”和相反者而言,它则是性质变化。 他们还提出了一个更为贴切的解答,指出:向实体的变化是在没有任何在现实中作为基底且持续存留的事物(我们可以就此断言变化者乃是“这个”)存在的情况下发生的;因为在向实体的变化中,基底本身在不同时间变成不同的事物,正如种子那样。因此,向实体的变化也被说成是从无条件的非存在而来,而依照相反偶性的诸变化则具有某种在现实中保持同一且持续存留的基底,相反者附着于其上,关于它被述说为“发生性质变化”,例如人保持为人而变黑,或者这个物体如此,而不是变成某种别的事物,正如种子并不保持为种子,而是不断变成某种别的事物而变化为人。阿斯帕修也为了区分无条件的生成与受限定的生成而恰当地补充了这一点:无条件的生成是不带附加语而被言说的(因为人们说是人生成了,马生成了),而白则是带有附加语的(因为人们说是人变成了白的)。 在论述了从非基底向基底的变化即无条件的生成之后,他接着论述与其相对立的变化,即从基底向非基底的变化。他说这种变化是毁灭:无条件的毁灭是从实体向其非存在的毁灭,受限定的毁灭则是向相对立的否定的毁灭;因为从甜向非白的变化并非某种确定的毁灭,而向其本己的否定即向非甜的变化才是确定的毁灭,正如他在生成的情形中所说,是依照矛盾对立的。因为说“依照矛盾对立”与说“向相对立的否定”是一回事。但是,如果毁灭是从存在向非存在的变化,而一切变化都是从潜能中的事物向现实中的事物,那么存在就将是潜能中的,而非存在则是现实中的了。或者毋宁说,从存在向非存在变化的事物,正是由于存在在潜能上是非存在且本性上适合于变成非存在,依照这一点,在现实上存在的事物才向非存在变化。
- 5.7πῶς δὲ οὐχὶ καὶ ἡ τῆς οὐσίας γένεσις ἐκ τοῦ μὴ τόδε ὄντος, ἄλλο δέ τι ὄντος ἐστίν, ὥσπερ καὶ ἡ τοῦ λευκοῦ, ἀλλ’ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος
基本句式为反问句 πῶς δὲ οὐχὶ... ἐστίν, ἀλλ’ ἐκ...(“为何实体的生成不是从……而来,而是从纯粹非存在而来?”)。由于随后插入了由 εἴ γε... 引导的长条件从句(括号内),句首的疑问词 πῶς 在后文中通过 πῶς οὖν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος οὐσία; 得到了呼应与重述(reprise)。
- 5.7ᾦ οὖν διαφέρει ἡ στέρησις τοῦ ἐναντίου, τούτῳ διαφέρει τὸ νῦν λεγόμενον ἁπλῶς μὴ ὄν
由与格关系代词 ᾧ 与指示代词 τούτῳ 构成的相关结构,表示比例式的差异(“缺失在何种程度上区别于相反者,纯粹的非存在就在何种程度上区别于……”)。其后 ἥτις οὐδὲ γένεσις ἁπλῶς λέγεται 中的关系代词 ἥτις 与所暗示的阴性名词“生成”(即从某特定非存在出发的过程)保持性数一致。
- 5.7κατὰ τοῦτο μεταβάλλει εἰς τὸ μὴ ὂν τὸ ἐνεργείᾳ ὄν
主句谓语为 μεταβάλλει,其主语是后置的短语 τὸ ἐνεργείᾳ ὄν(“在现实中存在者”),εἰς τὸ μὴ ὄν 则是表示终点的介词短语。指示短语 κατὰ τοῦτο 呼应了前面由 καθόσον 引导的限定从句(“只要存在在潜能上是非存在……”)。
