← 辛普里丘

亚里士多德《物理学》注释

§811.28-813.16

变化的四种组合与非基底间变化的排除

辛普里丘注解了亚里士多德根据变化的定义(“从某物向某物”)建立的四种逻辑组合,将“基底”界定为由肯定所明示的实在,并解释了为何第四种组合(从非基底向非基底)并非依自身的变化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6

" Ἐπεὶ δὲ πᾶσα μεταβολή ἐστιν ἔκ τινος εἴς τι ἕως τοῦ οὔτε ἐν ἀντιφάσει ἐστίν." Ἀποσκευασάμενος τὴν κατὰ συμβεβηκὸς μεταβολὴν καὶ τὴν καθ’ αὑτὸ προχειρισάμενος, προτίθεται πάσας λαβεῖν τὰς μεταβολὰς προλαβών, ὅτι πᾶσα μεταβολὴ ἔκ τινος εἴς τι γίνεται, ὅπερ ἐναργὲς ὂν ὑπέμνησε καὶ ἐκ τοῦ τῆς μεταβολῆς ὀνόματος· ἄλλο γὰρ μετ’ ἄλλο δηλοῖ.1 καὶ τὸ μετὰ σημαίνει, ὅτι τὸ μέν τι πρότερόν ἐστιν ἐν αὐτῇ, τὸ δὲ ὕστερον. τουτὶ δὴ προλαβὼν ἐκ διαιρέσεως λοιπὸν ἀπαραλείπτους τὰς μεταβολὰς εὑρίσκει πάσας· ἐπεὶ γὰρ ἔκ τινος εἴς τι πᾶσα μεταβολή, ἢ ἐξ ὑποκειμένου φησὶν εἰς ὑποκείμενόν ἐστιν ἢ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον ἢ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον ἢ ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον. παρὰ γὰρ τούσδε τοὺς τρόπους οὐκ ἔστιν ἄλλην συμπλοκὴν εὑρεῖν τοῦ ἔκ τινος εἴς τι. τί δὲ τὸ ὑποκείμενον αὐτῷ σημαίνει, δεδήλωκεν εἰπὼν λέγω δὲ τὸ ὑποκείμενον τὸ καταφάσει δηλούμενον, ἵνα μὴ τὴν οὐσίαν μόνην ὑποκείμενον νομίζωμεν, ἀλλὰ καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ πᾶν ὂν τὸ καταφάσει δηλούμενον. καταφάσει δὲ δηλούμενον οὐ τὸ διὰ προτάσεως καταφατικῆς σημαινόμενον, ἀλλὰ τὸ ἄνευ ἀποφατικοῦ μορίου, ὡς τὸ ἄνθρωπος καὶ τὸ λευκὸν καὶ ὅσα τοιαῦτα· καὶ ταῦτα γὰρ καταφάσεις ἐκάλουν καὶ ἁπλᾶ ὄντα καὶ ἀσύνθετα· τὰ δὲ μετὰ τοῦ ἀρνητικοῦ μορίου ἀποφατικὰ ὀνόματα καλοῦσιν, ὡς τὸ οὐκ ἄνθρωπος. τὸ δὲ ὑποκείμενόν ἐστι τὸ ὂν τὸ καταφάσει δηλούμενον, ὅτι οὐχ ὑποκείμενον τὸ μὴ ὄν ἐστι τὸ ἐκ τῆς ἀποφάσεως σημαινόμενον. καὶ τοῦτο εἰκότως· πᾶσα γὰρ μεταβολὴ ἢ ἐξ ἐναντίου εἰς ἐναντίον γίνεται ἢ ἐκ τοῦ μὴ τοιούτου εἰς τὸ τοιοῦτον ἢ εἰς τὸ μὴ τοιοῦτον. τὰ δὲ ἐναντία καταφάσει δηλοῦται· ἄμφω γὰρ εἴδη ἐστί. καὶ διὰ τοῦτο ἡ ἐξ ὄντος εἰς ὂν ἤτοι ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον, ἐξ ὑποκειμένου εἰς ὑποκείμενον εἴρηται, ἡ δὲ ἐκ τοῦ μὴ τοιούτου τουτέστι τοῦ μὴ ὄντος καὶ ἡ εἰς τὸ μὴ τοιοῦτον, ἡ μὲν ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον, τουτέστιν ἐξ ἀποφάσεως εἰς κατάφασιν, ἡ δὲ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, ἄμφω κατὰ ἀντίφασιν γινόμεναι τοῦ ὄντος καὶ μὴ ὄντος. διὸ καὶ ἡ τετάρτη ἡ ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, κἂν διὰ τὸ ἀπαράλειπτον τῶν συμπλοκῶν παρελήφθη,2 οὐκ ἔστι καθ’ αὑτὸ μεταβολὴ ἀόριστος οὖσα. τὸ γὰρ ἐκ μὴ λευκοῦ εἰς τὸ μὴ θερμὸν μεταβάλλον, ἀόριστον ἔχει τὴν μεταβολήν, εἰ μὴ τύχοι τὸ μὴ θερμὸν μέλαν ὑπάρχον, καθ’ αὑτὰ δὲ οὔτε ἐναντία ἐστὶ τὰ τοιαῦτα, εἴπερ μὴ καταφάσει δηλοῦται, οὔτε ἀντιφατικῶς ἀντίκειται, εἴπερ ἄμφω ἀποφάσεις εἰσί. δέδεικται δὲ προσεχῶς, ὅτι3 πᾶσα μεταβολὴ ἐν τοῖς ἐναντίοις καὶ ἐν τοῖς κατὰ ἀντίφασιν ἀντικειμένοις γίνεται. κἂν εἶπεν οὖν τετραχῶς μεταβάλλειν τὸ μεταβάλλον, οὐχ ὡς ἐν πᾶσι τοῖς τμήμασι τῆς διαιρέσεως οὔσης τῆς μεταβολῆς λέγει, ἀλλ’ ὅτι ἐν τῇ διαιρέσει ταύτῃ πᾶσα μεταβολὴ περιέχεται· ἡ γὰρ μία τῶν τεσσάρων ἡ ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον οὐκ ἔστι μεταβολή, ὁ δὲ Εὔδημος καὶ τὰς στερήσεις ὑποκειμένοις ἐοικέναι φησίν· οὐ γὰρ ὁμοίως λέγεσθαι τὸ τυφλὸν καὶ τὸ μὴ ἔχον ὄψιν, οὐδὲ τὸ φαλακρὸν καὶ τὸ μὴ ἔχον τρίχας. ὑποκείμενα μὲν οὖν καὶ τὰ τοιαῦτά φησιν, οὐχ ὁμοίως δὲ ταῖς καταφάσεσιν.

“既然一切变化都是从某物向某物……直至:也不在矛盾对立之中。” 在摒弃了出于偶性的变化并选取出依自身的变化之后,他在预先假定了“一切变化都是从某物向某物发生”之后,着手把握所有的变化;而这也是显明的事实,他也从变化这一名称本身提醒了这一点;因为变化意味着“一物在另一物之后(meta)”。而“在……之后”表示在变化中一者在先,另一者在后。因此,在预先假定了这一点之后,他接下来通过划分而毫无遗漏地找出了所有的变化;因为既然一切变化都是从某物向某物,他说,它要么是从基底到基底,要么是从非基底到基底,要么是从基底到非基底,要么是从非基底到非基底。因为在这些方式之外,不可能找到“从某物向某物”的其他组合。 至于“基底”对他而言意味着什么,他通过说“我把由肯定所明示的东西称为基底”而予以说明,以免我们认为只有实体才是基底,而是把质、量以及一切由肯定所明示的实在都视为基底。而所谓“由肯定所明示的”,并不是指通过肯定命题来表达的,而是指不带否定虚词的名词,例如“人”、“白”以及所有此类事物;因为他们甚至把这些作为单纯且非复合的事物也称为肯定;而将带有否定虚词的名词称为否定名称,如“非人”。而基底就是由肯定所明示的实在,因为非基底就是由否定所表达的非存在。这也是合乎理性的;因为一切变化要么是从相反者向相反者发生,要么是从非如此者向如此者发生,或向非如此者发生。而相反者是通过肯定来明示的;因为两者都是形式。正因如此,从实在向实在的变化,即从相反者向相反者的变化,被称为“从基底向基底”;而从非如此者(即非存在)发生的变化以及向非如此者发生的变化,一者是从非基底向基底(即从否定向肯定),另一者则是从基底向非基底,两者都是依照存在与非存在的矛盾对立而发生的。 因此,第四种变化,即从非基底向非基底的变化,即使因组合的无遗漏性而被纳入,但由于它是无定的,所以不是依自身的变化。因为从非白向非热变化的事物,其变化是无定的,除非非热碰巧是黑;而依自身而言,此类事物如果不是由肯定所明示,就不是相反者;如果两者都是否定,也不是矛盾对立的。而刚才已经表明,一切变化都在相反者之间以及在依照矛盾对立而对立的事物之间发生。因此,即使他说变化者以四种方式变化,他也并不是说变化存在于划分的一切部分之中,而是说一切变化都被包容在这一划分之中;因为四者之一的“从非基底向非基底”并不是变化。然而欧德谟说,缺失也类似于基底;因为“盲”与“无视力”的说法并不相同,“秃”与“无毛发”也是如此。因此他说此类事物也是基底,但并不像肯定那样在相同意义上是基底。

语法注3 条
  1. 5.6ἄλλο γὰρ μετ’ ἄλλο δηλοῖ

    名词 μεταβολή 的词源学解释。辛普里丘从介词 μετά(“在……之后”)与 ἄλλο(“另一物”)的组合含义中引申出“一者在先,另一者在后”的时间与顺序结构。

  2. 5.6κἂν διὰ τὸ ἀπαράλειπτον τῶν συμπλοκῶν παρελήφθη

    让步从句 κἂν(καὶ εἰ)搭配直陈式过去时 παρελήφθη,意为“即使因组合的无遗漏性而被纳入”。主句的否定词 οὐκ 修饰 ἔστι,说明第四种分类纯粹是为了逻辑完备性而列出,本身并非严格意义上的变化。

  3. 5.6κἂν εἶπεν οὖν τετραχῶς μεταβάλλειν τὸ μεταβάλλον, οὐχ ὡς... λέγει, ἀλλ’ ὅτι...

    句子骨架为 κἂν εἶπεν ... οὐχ ὡς ... λέγει, ἀλλ’ ὅτι ...(“因此,即使他说……,他也并非是在……的意义上说,而是在……的意义上说”)。这一对比句式体现了注解者对亚里士多德“以四种方式变化”这一表述所作的限定性解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:811.28-813.16