- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:810.3-811.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了偶性变化因其无限与无定而被排除在自然学研究之外,而非偶性变化则依照相反者、中间物以及矛盾对立而发生。此外,他阐明了为何从中间物的变化等同于从相反者发生,因为中间物相对于两个极端中的每一者都具有相反者的规定。
" Ἡ μὲν οὖν κατὰ συμβεβηκὸς μεταβολὴ ἀφείσθω ἕως τοῦ καὶ μέλαν πρὸς τὸ λευκόν." Δείξας ὅτι τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς ὑπάρχει καὶ ἐπὶ τοῦ κινοῦντος καὶ ἐπὶ τοῦ κινουμένου, ἅπερ τῶν ἐν τῇ κινήσει συνυπαρχόντων ὡς χρήσιμα πρὸς τὸν ἐφεξῆς λόγον ἐξελέξατο, τὸ κατὰ συμβεβηκὸς ἐν ᾧ καὶ τὸ κατὰ μέρος συνέλαβεν ὡς ἄπειρόν τε καὶ ἀόριστον ἀποσκευάζεται. καὶ ὅτι τοιοῦτόν ἐστι, δείκνυσι διὰ τοῦ τὴν κατὰ συμβεβηκὸς μεταβολὴν ἐν πᾶσί τε εἶναι καὶ ἀεὶ καὶ πάντων· ἐν πᾶσι μέν, ὅτι ἐν τοῖς δέκα γένεσίν ἐστιν ἡ κατὰ συμβεβηκὸς μεταβολή· τῷ γὰρ τὴν οὐσίαν εἶναι τὴν κινουμένην, τὰ δὲ ἄλλα πάντα1 τῇ οὐσίᾳ συμβεβηκέναι, ἕκαστον αὐτῶν δυνάμεθα λέγειν κινεῖσθαι, ὅταν ἡ ὑποκειμένη αὐτοῖς οὐσία καθ’ αὑτὴν κινῆται· τὸ δὲ καὶ πάντων, ἤτοι ὅτι πάντων ἔστι κατηγορῆσαι τῶν κινουμένων καὶ ἀκινήτων τὸ κινεῖν καὶ κινεῖσθαι, ὅταν κατὰ συμβεβηκὸς κατηγορῶμεν, ὥσπερ τῆς ψυχῆς· ἀκίνητος γὰρ οὖσα ἡ ψυχὴ κατὰ τὴν ἑαυτῆς φύσιν λέγοιτο ἂν κατὰ συμβεβηκὸς κινεῖσθαι. ἢ πάντων ἀντὶ τοῦ πάντων εἰς πάντα. καὶ γὰρ τὸ λευκὸν εἰς τὸ μουσικὸν ἔστιν εἰπεῖν μεταβάλλειν κατὰ συμβεβηκὸς καὶ τὸ γλυκὺ εἰς τὸ ἄνω. τὸ δὲ ἐν πᾶσι καὶ πάντων ἐπὶ τῶν φυσικῶν ἀκούειν χρή, ἐφ’ ὧν ὑπάρχειν δυνατὸν τὸ κατὰ συμβεβηκὸς κινεῖσθαι· τὰ γὰρ ὑπὲρ τὴν φύσιν, ἅπερ ἐστὶ τὰ πρώτως κινοῦντα, οὐ μόνον καθ’ αὑτὸ ἀκίνητα, ἀλλ’ οὐδὲ κατὰ συμβεβηκὸς κινούμενα δειχθήσεται. τὸ δὲ ἀεί σημαίνοι ἄν, ὅτι καὶ ὅτε μὴ κινεῖταί τι οἷόν τε κινεῖσθαι αὐτὸ κατὰ συμβεβηκὸς τῷ ἐν κινουμένῳ εἶναι, ὡς ὁ ἐν τῇ πλεούσῃ νηὶ ἠρεμῶν· ἢ ὅτι καὶ ἐπὶ τῶν μηκέτι ὄντων ἔστιν οὕτω κατηγορεῖν τὸ κινεῖσθαι· τὸν γὰρ μηκέτι ὄντα Σωκράτην ἔστιν εἰπεῖν κινεῖσθαι, ὅταν τὸ σῶμα καὶ ἡ ὕλη ἥτις ἦν ποτε Σωκράτους κινῆται· ᾧ γὰρ συμβεβήκει εἶναι Σωκράτει, τοῦτο κινεῖται.2 Εἰ οὖν τὸ κατὰ συμβεβηκὸς οὕτως ἄπειρόν ἐστι καὶ ἀόριστον, οὐδεμία δὲ ἐπιστήμη περὶ τὸ ἄπειρον καὶ ἀόριστον, εἰκότως παραιτεῖται τὴν κατὰ συμβεβηκὸς μεταβολήν, ἐκλέγεται δὲ τὴν μὴ κατὰ συμβεβηκός, ὡς οὐκ ἐν ἅπασι καὶ ἀεὶ καὶ πάντων οὖσαν κοινήν, ἀλλ’ ἐν ὡρισμένοις· ἐν γὰρ τοῖς ἐναντίοις καὶ τοῖς μεταξὺ καὶ ἐν ἀντιφάσει, τουτέστι κατὰ τὰ ἐναντία καὶ τὰ μεταξὺ καὶ κατὰ ἀντίφασιν. τοῦ δὲ πᾶσαν μεταβολὴν κατὰ τούτων τι γίνεσθαι τὴν πίστιν ἐκ τῆς ἐπαγωγῆς ποιεῖται· ἣν γὰρ ἄν τις προχειρίσηται, κατὰ τούτων τινὰ γινομένην εὑρήσει. καὶ ὁ λόγος δὲ οὕτως ἔχειν ἀναγκάσει· οὔτε γὰρ ἐκ τοῦ αὐτοῦ τι εἰς τὸ αὐτὸ οὔτε ἐξ ὁμοίου εἰς ὅμοιόν τι μεταβάλλει (τί γὰρ δεῖ μεταβολῆς;), ἀλλ’ ἢ ἐξ ἐναντίου εἰς ἐναντίον ἢ ἐκ τοῦ μεταξὺ ἢ πάντως γε ἐκ τοῦ μὴ τοιούτου, ὅπερ ἐστὶ τὸ κατὰ τὴν ἀντίφασιν. δέδεικται δὲ ταῦτα καὶ ἐν τῷ πρώτῳ ταύτης τῆς πραγματείας, ὅτε τὰ ἐναντία ἀρχὰς ἐτίθετο προαποδείξας, ὅτι οὐκ ἐκ τοῦ τυχόντος ἡ μεταβολὴ γίνεται. Εἰπὼν δὲ καὶ ἐκ τῶν μεταξὺ τὴν μεταβολὴν γίνεσθαι τὴν αἰτίαν τούτου προσέθηκεν, ὅτι ὡς ἐξ ἐναντίου γίνεται τοῦ μεταξύ. καὶ τούτου δὲ πάλιν τὴν αἰτίαν προσέθηκεν, ὅτι τὸ μεταξὺ πρὸς ἑκάτερον τῶν ἄκρων τὸν τοῦ ἐναντίου λόγον ἔχει· ἡ γὰρ μέση ὀξεῖα πρὸς τὴν ὑπάτην καὶ βαρεῖα πρὸς τὴν νήτην ἐστί, καὶ τὸ φαιὸν λευκὸν μὲν πρὸς τὸ μέλαν, πρὸς δὲ τὸ λευκὸν μέλαν. εἰ γὰρ τὸ μεταξὺ ἢ κατὰ μῖξιν καὶ κρᾶσιν τῶν ἐναντίων γίνεται, ὡς τὸ φαιὸν ἐκ λευκοῦ καὶ μέλανος καὶ τὸ χλιαρὸν ἐκ θερμοῦ καὶ ψυχροῦ, ἢ καθ’ ἓν εἶδος τοιοῦτον, τὸ ἐκ τοῦ μεταξὺ μεταβάλλον οὐ καθὸ κοινωνεῖ καὶ μετέχει τοῦ εἰς ὃ μεταβάλλει κατὰ τοῦτο μεταβάλλει3 (οὐδὲν γὰρ εἰς ὃ ἔστι μεταβάλλει), ἀλλὰ καθὸ ἄλλο παρ’ ἐκεῖνό ἐστιν· ἦν δὲ ἄλλο τὸ μεταξὺ τοῦ ἑτέρου τῶν ἄκρων, καθόσον τοῦ ἐναντίου μετεῖχεν. ὥστε ἀληθῶς εἴρηται, ὅτι ὡς ἐξ ἐναντίου ἡ ἐκ τοῦ μεταξὺ μεταβολὴ γίνεται· εἰ γὰρ τὸ φαιὸν ἐκ λευκοῦ καὶ μέλανός ἐστι μεμιγμένον, εἰς μὲν λευκὸν μεταβάλλει κατὰ τὸ ἐν αὐτῷ μέλαν (τοῦτο δὲ ἐναντίον τῷ λευκῷ), εἰς δὲ μέλαν πάλιν κατὰ τὸ ἐν αὐτῷ λευκόν.
“因此,偶性的变化且付之度外……直至:对于白也是黑。” 在表明了依自身与出于偶性既存在于运动者身上也存在于被运动者身上之后(他从与运动共存的事物中挑选出了这两项,因其对接下来的论述是有用的),他将出于偶性的东西——其中他也把依照部分的东西包括在内——作为既是无限的又是无定的而加以摒弃。并且他通过指出偶性的变化存在于“一切之中、恒常地且属于一切事物”,来表明它具有这样的性质。所谓“一切之中”,是因为偶性的变化存在于十个范畴之中;因为由于被运动的是实体,而所有其他事物都附带于实体,所以当它们所从属的底层实体依自身运动时,我们便能够说它们中的每一者都在运动。而所谓“属于一切事物”,或者是因为当我们出于偶性作谓述时,可以对运动的和不动的所有的事物谓述运动与被运动,正如在灵魂的情形中那样——因为灵魂依其本性是不动的,却可以被说成出于偶性而运动;或者“属于一切事物”是用来代替“从一切事物向一切事物”。因为确实可以说白出于偶性向有音乐修养变化,甘甜出于偶性向上变化。但必须在自然事物的范围内理解“一切之中”与“属于一切事物”,在这些事物身上出于偶性而被运动才可能成立;因为超自然的事物,即第一位的运动者,将被表明不仅依自身是不动的,甚至也不是出于偶性而运动的。而“恒常地”则可能意味着,即使当某物本身不运动时,它也可能因处于一个被运动的事物之中而出于偶性地被运动,就像在航行的船上静止的人一样;或者意味着即使对于已不再存在的事物,也能够以这种方式谓述被运动;因为对于已不再存在的苏格拉底,当曾经属于苏格拉底的身体和质料运动时,也可以说他在运动;因为曾经附带为苏格拉底的那一事物正在运动。 因此,如果出于偶性的东西是如此无限且无定,而关于无限且无定的东西并不存在任何科学,那么他理所当然地拒绝了偶性的变化,并挑选出了非偶性的变化,因为它并非普遍地存在于一切之中、恒常地且属于一切事物,而是存在于确定的事物之中:即存在于相反者、中间物以及矛盾对立之中,也就是说,依照相反者、依照中间物以及依照矛盾对立。至于一切变化都依照这些中的某一种而发生,他是通过归纳来确立其可信性的;因为无论人们考察哪种变化,都会发现它是依照这些中的某一种而发生的。而理性推论也将迫使情况必然如此;因为没有任何事物从相同者向相同者变化,也没有任何事物从相似者向相似者变化(因为究竟何需变化?),而是要么从相反者向相反者变化,要么从中间物变化,要么无论如何都从非如此者变化,而这正是依照矛盾对立的变化。这些内容在本部著作的第一卷中也已经被表明过,当时他在预先论证了变化不是从任意偶发的事物发生之后,将相反者确立为本原。 在指出变化也从中间物发生之后,他补充了其原因,即从中间物的发生如同从相反者发生一样。对于这一点他又补充了原因,即中间物相对于两个极端的每一者都具有相反者的规定;因为中音相对于最低音是高音,相对于最高音是低音,而灰色相对于黑色是白色,相对于白色则是黑色。因为无论中间物是依照相反者的混合与调配而生成(正如灰由白与黑生成,微温由热与冷生成),还是依照某种单一的此类形式而存在,从中间物变化者都不是依照其分有和具有变化之终点的那一方面而变化(因为没有任何事物向着它已经是的东西变化),而是依照其不同于那一方面的那一方面而变化;而中间物不同于两极端之一,恰恰在于它分有了相反者。因此,说从中间物的变化如同从相反者发生是完全真实的;因为如果灰是由白与黑混合而成的,那么它正是依照其中所包含的黑(而这是与白相反的)向白变化,又依照其中所包含的白向黑变化。
- 5.5τὸ δὲ καὶ πάντων, ἤτοι ὅτι πάντων ἔστι κατηγορῆσαι τῶν κινουμένων καὶ ἀκινήτων τὸ κινεῖν καὶ κινεῖσθαι, ὅταν κατὰ συμβεβηκὸς κατηγορῶμεν [...] ἢ πάντων ἀντὶ τοῦ πάντων εἰς πάντα
此处对亚里士多德原文中的 πάντων 提出了两种句法解释:第一种将其视为谓述对象的属格(即“属于运动的和不动的所有的事物”);第二种则将其视为涵盖起点与终点的缩略表达,即代替“从一切事物向一切事物”(πάντων εἰς πάντα)的分离性属格。
- 5.5ᾧ γὰρ συμβεβήκει εἶναι Σωκράτει, τοῦτο κινεῖται
以主句主语 τοῦτο 为先行词的关系代词 ᾧ,是动词 συμβεβήκει(“附带于……”)的与格补足语。不定式 εἶναι 的表语名词 Σωκράτει 与关系代词 ᾧ 保持格一致而用与格(即“曾经附带为苏格拉底的那一事物”)。
- 5.5τὸ ἐκ τοῦ μεταξὺ μεταβάλλον οὐ καθὸ κοινωνεῖ καὶ μετέχει τοῦ εἰς ὃ μεταβάλλει κατὰ τοῦτο μεταβάλλει
归结分句的主语是分词短语 τὸ ἐκ τοῦ μεταξὺ μεταβάλλον。其后的 οὐ καθὸ... κατὰ τοῦτο μεταβάλλει 构成了相关副词结构(“并非依照其……的那一方面而变化”),并与后面的 ἀλλὰ καθὸ ἄλλο παρ’ ἐκεῖνό ἐστιν(“而是依照其不同于那一方面的那一方面”)形成对比。
