- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:809.1-810.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了“出于偶性”、“依照部分”与“在第一位意义上且依照自身”这三重划分同样适用于运动的终点与起点,并阐明了亚里士多德在关于运动所在之处的结论中何以结合运动的定义重新表述“被运动者”。
" Ἔστι δὲ καὶ ἐν ἐκείνοις καὶ τὸ κατὰ συμβεβηκὸς ἕως τοῦ καὶ κινητῷ κατ’ ἐνέργειαν." Δείξας ὅτι ἐν τῷ κινουμένῳ καὶ οὐκ ἐν ἄλλῳ τινὶ τῶν τῇ κινήσει συνυπαρχόντων,1 ἐφεξῆς, ὅπερ πρότερον ἔδειξεν ἐπί τε τοῦ κινοῦντος καὶ ἐπὶ τοῦ κινουμένου, ὅτι τὸ μέν τί ἐστιν αὐτῶν κατὰ συμβεβηκός, τὸ δὲ κατὰ μέρος, τὸ δὲ καθ’ αὑτὸ καὶ πρώτως, νῦν λέγει ὅτι καὶ ἐπὶ τὰ ἄλλα τὰ τῇ κινήσει συνυπάρχοντα ἡ διαίρεσις αὕτη ἐκτείνεται, τό τε ἐν ᾧ καὶ τὸ ἐξ οὗ καὶ τὸ εἰς ὅ, τὰ τρία ταῦτα γὰρ ἐσήμανεν εἰπὼν ἔστι δὲ καὶ ἐν ἐκείνοις. ἀλλὰ περὶ μὲν τοῦ ἐν ᾧ, ὅπερ ἦν ὁ χρόνος, ἀπέδειξεν ἐν τοῖς περὶ χρόνου, περὶ δὲ τῶν δύο προθέμενος ποιεῖται τὸν λόγον ἐφ’ ἑνὸς2 τοῦ εἰς ὃ ἡ μεταβολὴ πάθους ἢ εἴδους ἢ τόπου. τὸ γὰρ εἰς λευκὸν μεταβάλλον, ὅπερ ἐστὶ τὸ λευκαινόμενον, εἰς μὲν τὸ νοούμενον κατὰ συμβεβηκὸς μεταβάλλει· συμβέβηκε γὰρ τῷ λευκῷ τὸ νοεῖσθαι. εἰς δὲ χρῶμα μεταβάλλειν λεγόμενον κατὰ μέρος μεταβάλλει, ὅτι μέρος τοῦ χρώματος τὸ λευκόν· μέρη γάρ πώς ἐστι καὶ τὰ εἴδη τῶν γενῶν. εἰς μέντοι λευκὸν λεγόμενον μεταβάλλειν τὸ λευκαινόμενον οὔτε κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸ μεταβάλλει, οὔτε κατὰ μέρος ἀλλὰ πρώτως. ὁμοίως δὲ καὶ τὸ εἰς τὸ κατὰ τόπον μεταβάλλον εἰς Ἀθήνας ἀπιὸν εἰς μὲν τὸ νοούμενον κατὰ συμβεβηκὸς μεταβάλλει. συμβέβηκε γὰρ καὶ ταῖς Ἀθήναις τὸ νοεῖσθαι, εἰς δὲ τὴν Εὐρώπην κατὰ μέρος, ὅτι μέρος αἱ Ἀθῆναι τῆς Εὐρώπης. εἰς δὲ τὰς Ἀθήνας καθ’ αὑτὸ καὶ πρώτως. Καὶ ἐπὶ τοῦ ἐξ οὗ δὲ, κἂν αὐτὸς παραλέλοιπεν αὐτό, τὰ αὐτά πως δυνατὸν λέγειν. τὸ γὰρ ἐκ λευκοῦ μεταβάλλον κατὰ συμβεβηκὸς μὲν ἐκ τοῦ νοουμένου μεταβάλλει, κατὰ μέρος δὲ ἐκ χρώματος, καθ’ αὑτὸ δὲ ἐκ λευκοῦ. συμπεραινόμενος δὲ λοιπὸν τὸν ὅλον λόγον, δι’ οὗ ἔδειξε τίνα τέ ἐστι τὰ τῇ κινήσει συνυπάρχοντα, καὶ ὅτι ἐν πᾶσίν ἐστι τό τε καθ’ αὑτὸ καὶ πρώτως καὶ ἔτι τὸ κατὰ συμβεβηκὸς καὶ κατὰ μέρος καὶ ὅτι ἡ κίνησις ἐν τῷ κινουμένῳ καὶ οὐκ ἐν τῷ εἴδει, ἐν ᾧ ἂν μάλιστα τῶν ἄλλων ἔδοξεν εἶναι (οὔτε γὰρ ἐν τῷ κινοῦντι οὔτε ἐν τῷ τόπῳ, εἴπερ ἀκίνητα ἐκεῖνα, οὔτε μᾶλλον ἐν τῷ ἐξ οὗ), δῆλόν φησιν ὅτι ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις. τὸ δὲ κινούμενον μετέλαβεν εἰς τὸ κινητὸν κατ’ ἐνέργειαν,3 ἵνα τοῦ ὅρου τῆς κινήσεως ἡμᾶς ὑπομνήσῃ· εἰ γὰρ ἐντελέχεια τοῦ κινητοῦ ἐστιν ἡ κίνησις, τὸ κινούμενον κινητόν ἐστι κατ’ ἐνέργειαν.
“并且在那些事物之中也存在偶性的东西……直至:以及现实上的可运动者。” 在表明了运动是在被运动者之中而非在与运动共存的任何其他事物之中以后,紧接着,正如他此前在运动者与被运动者身上所表明的那样(即它们中有的出于偶性,有的依照部分,有的依照自身且在第一位的意义上),他现在指出,这一划分同样延伸至与运动共存的其他事物之中,即“在其中”、“由此”以及“向此”;因为他说“并且在那些事物之中也存在”,正表明了这三者。然而,关于“在其中”(即时间),他已在论时间的篇章中作了论证,对于剩下的两项,他虽打算论及两者,却只就其中一项即变化之终点“向此”(无论是受动状态、形式还是空间)展开论述。因为向白变化者(即被变白者)向着被思想者变化是出于偶性,因为被思想对于白而言是附带的。而当它被说成是向颜色变化时,则是依照部分而变化的,因为白是颜色的一部分;因为在某种意义上形式也是属的一部分。然而,当被变白者被说成是向白变化时,它既不是出于偶性而是依照自身变化,也不是依照部分而是在第一位的意义上变化的。同样,依空间变化者在前往雅典时,向着被思想者变化是出于偶性——因为被思想对于雅典而言也是附带的——而向着欧洲变化则是依照部分,因为雅典是欧洲的一部分;但向着雅典变化则是依照自身且在第一位的意义上。 而且在“由此”的情形中,即便他自己略去了它,在某种意义上也可以说同样的话。因为从白变化者,从被思想者变化是出于偶性,从颜色变化是依照部分,而从白变化则是依照自身。最后,在总结他借以表明哪些事物与运动共存的整个论述时——既表明了在一切事物中都存在依照自身且在第一位的意义上的东西,以及出于偶性和依照部分的东西,又表明了运动是在被运动者之中而非在形式之中(在所有其他事物中,形式似乎是最可能容纳运动的;因为运动既不在运动者中,亦不在空间中,如果它们确实是不可动的话,更不在“由此”之中)——他说,运动是在被运动者之中乃是显而易见的。而他将“被运动者”替换为“现实上的可运动者”,是为了让我们回忆起运动的定义;因为如果运动是可运动者的完全现实性,那么被运动者就是现实上的可运动者。
- 5.4Δείξας ὅτι ἐν τῷ κινουμένῳ καὶ οὐκ ἐν ἄλλῳ τινὶ τῶν τῇ κινήσει συνυπαρχόντων
在由分词 Δείξας 引领的 ὅτι 从句中,省略了述谓动词 ἐστὶν ἡ κίνησις(承前文论点)。整个长句的主句为后文的 νῦν λέγει ὅτι...,而 ὅπερ πρότερον ἔδειξεν... 则充当插入句(“正如他此前所表明的那样”)。
- 5.4περὶ δὲ τῶν δύο προθέμενος ποιεῖται τὸν λόγον ἐφ’ ἑνὸς
分词 προθέμενος(“虽然企图论及两者”)修饰主动词 ποιεῖται 的主语(亚里士多德)。介词短语 ἐφ’ ἑνὸς(“仅就其中一个而言”)形成对比,表明原本意图讨论终点与起点两者,但实际仅以终点为例展开论述。
- 5.4τὸ δὲ κινούμενον μετέλαβεν εἰς τὸ κινητὸν κατ’ ἐνέργειαν
μεταλαμβάνω εἰς 是注疏中的专门用法,意为“把……替换/改述为……”。宾格 τὸ κινούμενον 为被替换的词项,介词短语 εἰς τὸ κινητὸν κατ’ ἐνέργειαν 为替换后的表述。
