- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:807.13-808.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了224b6及以下的内容,从命名的角度解释了在运动的各要素中为何“向此”优先于“由此”。他在重申作为运动终点的形式、受动状态和空间皆不可动之后,讨论了由“受动状态是运动”这一前提所引发的疑难,并指出通过区分受动状态的同名异义(作为终点的状态与作为变化过程的受动),该疑难得以化解。
" Ἀλλ’ ἔστι κινοῦν καὶ κινούμενον ἕως τοῦ ἀλλ’ ἡ λεύκανσις." Δείξας ὅτι πέντε ὄντων τῶν ὀφειλόντων εἶναι, εἴπερ εἴη κίνησις, τοῦ κινουμένου καὶ τοῦ κινοῦντος καὶ τοῦ χρόνου καὶ τοῦ ἐξ οὗ ἡ κίνησις καὶ εἰς ὅ, ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις καὶ ἐν οὐδενὶ τῶν ἄλλων, ἐκ τῶν πέντε τρία λαμβάνει1 τὰ χρήσιμα πρὸς τὸν ἐφεξῆς αὐτῷ λόγον ἐσόμενα, τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ εἰς ὃ ἡ κίνησις, τὸν μὲν χρόνον παραλιπὼν ὡς ἔξωθεν ὄντα· διὰ τί δὲ τὸ εἰς ὃ ἡ κίνησις παραλαβὼν τὸ ἐξ οὗ παραλέλοιπεν, αὐτὸς διδάσκει. μᾶλλον γάρ φησιν ἡ μεταβολὴ ἀπὸ τοῦ εἰς ὃ μεταβάλλει τὸ μεταβάλλον ὀνομάζεται ἢ ἀπὸ τοῦ ἐξ οὗ μεταβάλλει. φθορὰν γὰρ λέγομεν τὴν εἰς τὸ μὴ ὂν μεταβολὴν καὶ γένεσιν τὴν εἰς τὸ ὄν· καίτοι καὶ ἡ φθορὰ ἐξ ὄντος, καὶ ἡ γένεσις ἐκ μὴ ὄντος· ἀλλ’ ὅμως ἀπὸ τοῦ τέλους μᾶλλον ὀνομάζονται. δηλοῖ δὲ τοῦτο μάλιστα ἡ ἀλλοίωσις τὸ ὄνομα τοῦ εἰς ὃ ἔχουσα· λευκαίνεσθαι γὰρ λέγεται τὸ εἰς λευκότητα ἰὸν καὶ θερμαίνεσθαι τὸ εἰς θερμότητα. οὕτω δὲ καὶ τὸ φθείρεσθαι ἀπὸ τοῦ μὴ ὄντος ὠνόμασται μᾶλλον καὶ τὸ γίνεσθαι ἀπὸ τοῦ ὄντος. ὑπομιμνήσκει δὲ ἡμᾶς τοῦ ὁρισμοῦ τῆς κινήσεως τοῦ ἐν τῷ τρίτῳ βιβλίῳ ἀποδοθέντος δεικνὺς καὶ δι’ ἐκείνου, ὅτι ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστίν. εἰ γάρ ἐστιν “ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν”, ἡ δὲ ἐντελέχεια εἶδος οὖσα ἢ ἐνέργεια ἐν ἐκείνῳ ἐστὶν οὗ ἐστιν ἐντελέχεια, δῆλον ὅτι ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστίν, ἀλλ’ οὔτε ἐν τῷ εἴδει, εἴπερ εἰς εἶδος ἡ μεταβολή, ὡς ἐπὶ τῶν γινομένων, οὔτε ἐν τῷ πάθει ὡς ἐπὶ τῶν ἀλλοιουμένων, οὔτε ἐν τῷ τόπῳ ὡς ἐπὶ τῶν φερομένων, διότι τὰ μὲν ἐν οἷς ἐστιν ἡ κίνησις, κινεῖται, τὰ δὲ εἴδη καὶ πάθη καὶ ὁ τόπος, εἰς ἃ ἡ κίνησίς ἐστιν, ἀκίνητά ἐστιν, ὡς δέδεικται. καὶ πιστοῦται αὐτὸ διὰ τοῦ τῆς ἐπιστήμης καὶ τῆς θερμότητος παραδείγματος. εἰ γὰρ ταῦτά ἐστι τὰ κινούμενα, τὰ εἰς αὐτὰ ἰόντα οὔπω κινεῖται καὶ τὰ ἐν αὐτοῖς γενόμενα οὐκ ἠρεμήσει, ἀλλὰ κινηθήσεται. Εἰπὼν δὲ ὅτι τὰ εἴδη καὶ τὰ πάθη καὶ ὁ τόπος καὶ δηλονότι καὶ τὸ ποσόν, εἰς ἃ κινεῖται τὰ κινούμενα ἀκίνητά ἐστιν, ἀπορίαν τινὰ ἐπάγει τῷ λόγῳ τοιαύτην· εἰ ἡ λευκότης πάθος, τὸ δὲ πάθος κίνησις, ἡ εἰς πάθος μεταβολὴ εἰς κίνησιν ἂν εἴη διὰ κινήσεως, καὶ οὐκέτι ἐν τῷ κινουμένῳ μόνῳ ἡ κίνησις, ἀλλὰ καὶ ἐν τῷ εἰς ὃ ἡ κίνησις· εἰ δὲ τοῦτο, ἔσται τὸ κινούμενον2 ἐπὶ τὸ πάθος ἢ καὶ ὅτε μεταβέβληκεν ἔτι κινούμενον, εἴ γε εἰς κίνησιν μεταβέβληκεν, ἢ ὅτε γέγονεν ἐν κινήσει, μηκέτι κινούμενον. λύει δὲ τὴν ἀπορίαν ταύτην γοργῶς διὰ τῆς πρὸς τὴν μείζονα πρότασιν ἐνστάσεως τὴν λέγουσαν τὰ πάθη κινήσεις εἶναι· οὐ γὰρ ἡ λευκότης, φησί, κίνησίς ἐστιν, ἀλλ’ ἡ λεύκανσις, τουτέστιν οὐ τὸ λευκόν, ὅπερ ἐστὶ τὸ πάθος, κίνησίς ἐστιν, ἀλλ’ ἡ λεύκανσις, ἥτις ἐστὶν εἰς τὸ λευκὸν μεταβολή· διὸ τὸ πάσχον, ὅπερ ἐστὶ τὸ λευκαινόμενον κινεῖται, ἀλλ’ οὐ τὸ λευκόν. μήποτε δὲ τῆς ἀπορίας γενομένης ἐκ τῆς τοῦ πάθους ὁμωνυμίας, διότι πάθος λέγομεν καὶ τὸ τέλος τῆς πείσεως, τουτέστι τὸ λευκόν, καὶ τὴν πεῖσιν αὐτὴν ὥσπερ τὴν λεύκανσιν, τῷ διορισμῷ τῆς ὁμωνυμίας τὴν ἀπορίαν ἔλυσεν.3 οὐ γὰρ τὸν αὐτὸν ἔλαβον μέσον ὅρον αἱ προτάσεις, ἀλλ’ ἡ μὲν ἐλάττων ἔλεγε τὸ λευκὸν πάθος εἶναι τὸ πέρας τῆς πείσεως τὸ ἐφ’ ὃ ἡ κίνησις λαμβάνουσα, ἡ δὲ μείζων τὸ πάθος κίνησιν ἔλεγε, πάθος τὴν κατὰ τὸ πάσχειν μεταβολὴν οἷον τὴν λεύκανσιν λέγουσα.
“但有运动者和被运动者……直至:而只是变白。” 在表明了如果确实有运动,在必须存在的五件事物中——即被运动者、运动者、时间、运动的起点“由此”以及终点“向此”——运动是在被运动者之中而非在任何其他事物之中以后,他从这五者中选取了对其接下来的论述有用的三者:运动者、被运动者以及运动的终点“向此”,而将时间作为外在的事物略去;至于他为何采纳了运动的终点“向此”而省去了起点“由此”,他自己作了说明。因为他说,变化更多地是根据变化者向其变化之物而被命名,而不是根据它由此变化之物而被命名。因为我们把向着非存在的变化称为毁灭,把向着存在的变化称为生成;尽管毁灭也是从存在开始,生成也是从非存在开始;但无论如何,它们更多地是根据终点而被命名的。而蚀变最清楚地表明了这一点,它拥有终点“向此”的名称;因为向着白色而去的事物被称为“被变白”,向着热量而去的事物被称为“被加热”。同样,“被毁灭”也更多地是从非存在而得名,“生成”也更多地是从存在而得名。并且,他使我们回忆起第三卷中所给出的运动的定义,也通过该定义表明运动是在被运动者之中。因为如果“运动是可运动者作为可运动者的完全现实性”,而作为形式或现实活动的完全现实性乃是在它是其完全现实性的事物之中,那么显而易见,运动是在被运动者之中,而既不在形式之中(如果变化确实是向着形式,如在生成之物的情形中),亦不在受动状态之中(如在被蚀变之物的情形中),亦不在空间之中(如在被位移之物的情形中),因为运动所在之物是被运动的,而运动的终点即诸形式、诸受动状态以及空间,如前所示,乃是不可动的。并且他通过知识和热量的例子证实了这一点。因为如果这些是被运动之物,那么向它们而去的事物就尚未运动,而进入它们之中的事物就不会静止,反而会被运动。 在指出了被运动之物向其运动的形式、受动状态、空间以及显然还有数量是不可动的之后,他向论证中引入了这样一个疑难:如果白是一种受动状态,而受动状态是一种运动,那么向着受动状态的变化将是通过运动而向着运动的变化,运动也就不再仅仅在被运动者之中,而且也在运动的终点“向此”之中了;但如果这样,向着受动状态被运动之物,要么在已经完成变化之时仍处于被运动之中(如果它确实变化成了运动),要么在进入运动之中时不再被运动。但他通过对声称受动状态是运动的大前提提出反驳,敏捷地化解了这一疑难;因为他说,并非白色是运动,而是变白是运动,也就是说,并非作为受动状态的白是运动,而是作为向着白的变化的变白是运动;因此,受动之物,即被变白之物,是被运动的,而白并不被运动。或许,既然疑难产生于受动状态这一词的同名异义——因为我们既将受动的终点(即白)称为受动状态,又将受动本身(如变白)称为受动状态——,他是通过对同名异义的区分化解了这一疑难。因为诸前提并未采用同一个中项,小前提声称白是受动状态,是将它作为受动的终极界限即运动的终点来取的,而大前提声称受动状态是运动,则是将依照受动的变化(如变白)称为受动状态。
- 5.3Δείξας ὅτι πέντε ὄντων τῶν ὀφειλόντων εἶναι, εἴπερ εἴη κίνησις, τοῦ κινουμένου καὶ τοῦ κινοῦντος καὶ τοῦ χρόνου καὶ τοῦ ἐξ οὗ ἡ κίνησις καὶ εἰς ὅ, ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις καὶ ἐν οὐδενὶ τῶν ἄλλων, ἐκ τῶν πέντε τρία λαμβάνει
开头的分词 Δείξας 修饰主句动词 λαμβάνει。在由 Δείξας 所引导的 ὅτι 从句内部,插入了独立属格结构 πέντε ὄντων τῶν ὀφειλόντων εἶναι ... 及其同位语(τοῦ κινουμένου 等),随后才是该从句的主谓成分 ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις。主干结构为:在表明了运动是在被运动者之中以后,他从五者中选取了三者。
- 5.3ἔσται τὸ κινούμενον ἐπὶ τὸ πάθος ἢ καὶ ὅτε μεταβέβληκεν ἔτι κινούμενον, εἴ γε εἰς κίνησιν μεταβέβληκεν, ἢ ὅτε γέγονεν ἐν κινήσει, μηκέτι κινούμενον.
分词 κινούμενον 与 ἔσται 构成谓语,引出由 ἢ ... ἢ ... 连接的两种荒谬推论:其一是在已经完成变化之时(ὅτε μεταβέβληκεν)仍然在被运动(ἔτι κινούμενον);其二是在进入运动之中时(ὅτε γέγονεν ἐν κινήσει)却不再被运动(μηκέτι κινούμενον)。
- 5.3μήποτε δὲ ... ἔλυσεν
μήποτε 与直陈式过去时(ἔλυσεν)连用,是一种表示委婉断言或推测的惯用表达(“或许他乃是……而化解了”)。它在上一句直接反驳大前提的解释之后,提出了注解者自己更为深入的见解(即中项的同名异义)。
